Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οὐδὲ τὸ διὰ κολακείας πεῖσαι ὑπέσχετο, ἀλλὰ καὶ τοῦτο ἐν ἀμφιβολίᾳ ἀφῆκεν: — MTAB

σμικροῖσι μὲν γὰρ τὰ μεγάλα: τῇ δι’ ὀλίγων μάχῃ τοὺς πολλοὺς νικῆσαι ἀδύνατον, ὅθεν εἰς πόλεμον μὲν αὐτοῖς παραιτητέον ἐλθεῖν· εἰ δὲ λόγοις ὑπελθεῖν δεῖ καὶ γοητεύσασθαι αὐτοὺς σοφίᾳ λόγων, ἐνταῦθα δυνησόμεθα: — MTAB

ἀνόητον καὶ τὸ μόνον προσδοκῆσαι τοὺς ὀλίγους τῶν πολλῶν περιγίνεσθαι: — TAB

ἀντὶ τοῦ θυμουμένῳ: — MiAgBi

ἀντὶ τοῦ καταπαύσειεν: — MiBiBi τὴν ὀργὴν δηλονότι, ὡς ἐπὶ ἀνέμου: — MgABi