Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἃ δ’ ἔλαβες: τούτου ῥηθέντος αἴρουσιν οἱ ὑποκριταὶ τὴν χεῖρα ὡς τοῦ Μενελάου ἀγωνιῶντος μή ποτε λέγει ὅτι παρακαταθήκην ἀργυρίου παρὰ τοῦ πατρὸς πεπίστευται. εὐήθης δέ ἐστιν ὁ τοιαύτης ὑποψίας ἀντιλαμβανόμενος Μενέλαος. εἰ γὰρ μήτε τὸν λέγοντα ᾔδει μήτε οὗ ἐστι χρεία, ἴσως ἂν εἶχέ τι πιθανὸν τὸ γινόμενον· ἐπεὶ δὲ ἐπίσταται, περιττὸν καὶ ἄπορον τὸ δρώμενον: — MTAB

οὐ χρήματ’ εἶπον: οὐ λέγω, φησὶ, χρήματα, χρυσὸν καὶ ἄργυρον, ἀλλὰ τῷ ὄντι χρήματα εἶπον, τὴν ἐμαυτοῦ ψυχὴν, ἥτις ἐστί μοι χρῆμα τιμιώτατον· ἣν ἐὰν σώσῃς, καλὴν ἀμοιβήν μοι δίδως: — MTAB

ἄλλως: οὐ χρυσὸν ὠνόμασα χρήματα, ἀλλὰ χρήματά φημι τὴν σωτηρίαν τῆς ἐμῆς ψυχῆς: — MT

τὸ τέλειον χρή με: — MgT

ἀδικῶ· λαβεῖν χρή μ’: κατὰ συλλογισμόν φησιν· ἀλλὰ λέγεις ὅτι ἀδικῶ εἰς ἄδικον ἐπικουρίαν σε παρακαλῶν. οὐκοῦν καὶ σὺ ἀδίκησον δι’ ἐμὲ, ὡς καὶ ὁ πατήρ μου διὰ σὲ ἠδίκησε βαρβάρους. δεῖ γάρ με ἀντὶ τῆς ἀδικίας ἐκείνης καὶ τοῦ κακοῦ ἐκείνου ἄδικόν τι λαβεῖν παρὰ σοῦ, ὅ ἐστιν· εἰ κρίνοις κακὸν εἶναι τὴν ἐμὴν ἐπικουρίαν, δικαίως ἂν καὶ τὴν ἐπικουρίαν τοῦ ἐμοῦ πατρὸς κακὸν ὀνομάσειας. ἀλλ’ οὐκ ἠδίκησεν ὁ πατὴρ ἐν καιρῷ σοι βοηθήσας· οὐκοῦν οὐδὲ σὺ ἀδικήσεις: — MTB