Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

λέγοιμ’ ἂν ἤδη: ἐναντιοῦται τῇ Μενελάου βραχυλογίᾳ τὴν μακρηγορίαν τῶν λόγων προκρίνων. οἱ γὰρ Λάκωνες βραχυλόγοι. καὶ Ὅμηρος [Γ 214]· παῦρα μὲν, ἀλλὰ μάλα λιγέως. ὁ δὲ νοῦς· ἡ μακρὰ διήγησις σαφέστερον παρίστησι τὸ πρᾶγμα τῶν συντόμων λόγων.

τὸ δὲ ἐπίπροσθεν ἀντὶ τοῦ· προτιμότερά ἐστι τὰ μακρὰ διηγήματα τῶν συντόμων λόγων: — MTAB

ἔνιοι ἀθετοῦσι τοῦτον καὶ τὸν ἑξῆς στίχον· οὐκ ἔχουσι γὰρ τὸν Εὐριπίδειον χαρακτῆρα. καὶ πεποίηται ὁ νοῦς διὰ τὸν Μενέλαον· οἱ γὰρ Λάκωνες βραχυλόγοι: — MTB

τὰ μακρὰ τῶν μικρῶν: Λακεδαιμόνιος ὁ Μενέλαος, Αακεδαιμόνιοι δὲ οὐχ ἥκιστα τῇ συντομίᾳ χαίρουσιν. προθεραπεύει τοίνυν τὸν ἀκροατὴν, ἵνα ἀναμείνῃ τὸ μῆκος τῶν λόγων ἀλύπως: — MTA

ὅτι βραχυλογίαν ἀσκοῦσιν οἱ Λάκωνες. ἀνέχου οὖν, φησὶ, τῆς ἐμῆς μακρολογίας, ἐπεὶ τὰ μακρὰ καὶ σαφέστερα: — MT