Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τὰ πρὸς πόλιν δὲ πῶς ἔχεις: πονηρῶς πάλιν ἐρωτᾷ, ἵνα, εἰ μὲν εὐμενεῖς ἔχει τοὺς πολίτας, ἀφέξηται τοῦ ἐπιχειρήματος, εἰ δὲ ἐχθραίνοντας, ἐπιθέμενος κρατήσῃ: — MTAB

οὐδ’ ἥγνισαι σὸν αἷμα: νόμος γὰρ ἀποκαθαίρεσθαι τοὺς ἐμφύλιον φόνον πεπραχότας. ὁ δὲ νοῦς· οὐκ ἐκαθάρθης ἀπὸ τοῦ ὑπὸ σοῦ πεπραγμένου φόνου. ἢ σὸν αἷμα ἀντὶ τοῦ συγγενικὸν φόνον: — MTAB