Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

πατρὸς δὲ δὴ τί σ’ ὠφελεῖ τιμωρία: ἐν ἐρωτήσει ὁ λόγος ἀντὶ τοῦ· τὸ τῆς ἀναιρέσεως τοῦ πατρὸς τιμωρίαν σε λαμβάνοντα φονεῦσαι τὴν μητέρα τί δύναται συνάρασθαί σοι πρὸς τὸ μηδὲν παθεῖν ὡς φονέα. ἢ οὐ προέστη σου ὁ πατὴρ, ὥστε ἀποσοβῆσαι τὰς Ἐρινύας: — MTAB

οἱ Ἀττικοὶ προπαροξύνουσι· [μόνον τοῦτο] τιμώρια. τὸ δὲ ⟨δη⟩τι σ’ ἄμεινον βαρύνειν· δὴ τί σ’. — MiTB