Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† οὐδ’ ἂν κτανεῖν: ὅτι ἡ Κόρινθος πατρῷον ἦν αὐτῆς κτῆμα τῷ λόγῳ τούτῳ. Ἀλωεὺς καὶ Αἰήτης ὁ τῆς Μηδείας πατὴρ παῖδες Ἡλίου καὶ Ἀντιόπης γεγόνασι. τούτοις ὁ Ἥλιος διένειμε τὴν χώραν, καὶ ἔλαβεν ὁ μὲν Ἀλωεὺς τὴν ἐν Ἀρκαδίᾳ, τὴν δὲ Κόρινθον ὁ Αἰήτης. οὗτος οὖν

μὴ ἀρεσθεὶς τῇ ἀρχῇ Βουνῷ μέν τινι Ἑρμοῦ παιδὶ παρέδωκε τὴν πόλιν εἰπὼν φυλάσσειν αὐτὴν τοῖς ἐσομένοις ἐξ αὐτοῦ, αὐτὸς δὲ εἰς Κολχίδα ἀφικόμενος τῆς Σκυθίας ᾤκησε βασιλεύων. διδάσκει δὲ τοῦτο καὶ Εὔμηλος ποιητὴς ἱστορικὸς λέγων [frg. 2]· ἀλλ’ ὅτε δ’ Αἰήτης καὶ Ἀλωεὺς ἐξεγένοντο Ἠελίου τε καὶ Ἀντιόπης, τότε δ’ ἄνδιχα χώρην δάσσατο παισὶν ἑοῖς Ὑπερίονος ἀγλαὸς υἱός καὶ τὰ ἑξῆς. Βουνὸς δὲ Ἑρμοῦ καὶ νύμφης υἱὸς γέγονεν. ταῦτα δὲ ἀπὸ τοῦ ἀνεπιγράφου ὑπομνήματος τοῦ εἰς Πίνδαρον [ol. 13, 74] ἔγραψα: — AB

Πελιάδας κόρας: τὰς Πελίου θυγατέρας ἔπεισεν ἡ Μήδεια τὸν πατέρα σφάξαι καὶ ἑψῆσαι ὡς ἐσόμενον νεώτερον, ἑψήσασα πρότερον κριὸν καὶ ποιήσασα ἄρνα διὰ τῶν φαρμάκων: — AB