Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἁνδάνουσα μέν: ἁνδάνουσα ἀντὶ τοῦ ἁνδανούσῃ. τὸ δὲ πολιτῶν ἀντὶ δοτικῆς, τοῖς πολίταις. ἤρεσκε δὲ τοῖς Κορινθίοις, ἐπεὶ λιμώττοντας αὐτοὺς ἐπῳδαῖς τισιν ἰάσατο, καὶ αὐτὴ δὲ ἠρέσκετο τῇ Κορίνθῳ, ἐπεὶ λέγονται καὶ οἱ Κορίνθιοι φαρμακικοὶ εἶναι. τὰ δὲ ὅμοια τοῖς ὁμοίοις φίλα εἶναι καὶ χαίρειν ἀλλήλοις ἴσμεν: — AB

τῇ ἀπὸ τῆς Θετταλίας φυγῇ. ἀρεσκομένη τῷ πρὸς τοὺς Κορινθίους πεφευγέναι. πολιτῶν γὰρ λέγει τῶν Κορινθίων: — Bi