Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀνδράσι μὲν δόλιαι βουλαί: ἀντὶ τοῦ· καὶ τῶν ὅρκων καταφρονοῦσιν οἱ ἄνδρες. ταῦτα δὲ διὰ τὸν Ἰάσονα λέγει, διὰ τὸ παραβῆναι τὰς συνθήκας τὰς πρὸς τὴν Μήδειαν. εἰς δὲ τὸ τὴν ἐμὴν βιοτὴν ἔχειν εὔκλειαν μεταβάλλουσιν αἱ φῆμαι, οἷον· ἀντιστρέφουσιν ὥστε τὴν ἐμὴν βιοτὴν ἔχειν εὔκλειαν. τὸ δὲ ἐμήν κατὰ κοινοῦ εἴρηκεν, οὐ δι’ ἑαυτὴν μόνην: — ABi

ἄλλως: λείπει τὸ εἰσί. θέλει δὲ εἰπεῖν ὅτι ἀντέστραπται ἡ φύσις· οὐκέτι γὰρ αἱ γυναῖκες δόλιαί εἰσιν: — A