Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἄνω ποταμῶν: θέλει εἰπεῖν ὅτι ἀντέστραπται ἡ φύσις· οὐκέτι γὰρ δόλιαί εἰσιν αἱ γυναῖκες, ἀλλ’ οἱ ἄνδρες. παροιμία ἐπὶ τῶν εἰς τὸ ἐναντίον καὶ παρὰ τὸ προσῆκον μεταβαλλομένων πραγμάτων, οἷον· ἀντέστραπται τὰ πράγματα, ὥστε δολίους μὲν καὶ ἐπιψόγους φαίνεσθαι τοὺς ἄνδρας, τὰς δὲ γυναῖκας εὐγνώμονας καὶ δικαίας. λέγει δὲ ταῦτα διὰ τὸν Ἰάσονα. ἀντεστράφη, φησὶν, ἡ τάξις, καὶ ἄνδρες μὲν δόλιοι καὶ ἄπιστοι γεγόνασι, γυναῖκες δὲ αἱ πρῴην διαβαλλόμεναι ἔνδοξοι καὶ πισταί: — AB

ἄλλως: βεβαιῶ, φησὶν, ὅτι τῶν ποταμῶν αἱ πηγαὶ ἄνω χωροῦσιν: — A