Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Ἀίδαν ἐπὶ σοὶ τέκνον: αὐτὴν τὴν Ἑρμιόνην. ἢ τὴν Ἑρμιόνην τὴν ἐπὶ σοὶ Ἀίδην γενομένην, ἐπειδὴ δι’ αὐτὴν ἐπεβουλεύθη ὑπὸ Ὀρέστου: — MNA

μηδ’ ἐπὶ τοξοσύνᾳ φονίῳ: μηδὲ ὤφελεν ὁ Νεοπτόλεμος ἐπὶ τῇ φονίῳ τοξοσύνῃ τοῦ Ἀπόλλωνος πατρὸς αἷμα εἰς θεὸν ἀνάψαι ἄνθρωπος ὤν, ὅ ἐστιν· ὦ Νεοπτόλεμε ἐκ Διὸς κατάγων τὸ γένος, μὴ ὤφελες ἀναθεῖναι τὴν αἰτίαν τοῦ φόνου τοῦ σοῦ πατρὸς τῷ Ἀπόλλωνι ἵνα τὸ αἷμα καὶ ἐπὶ τοῦ γένους καὶ ἐπὶ τοῦ φόνου ἀκούηται: — MNOA

ἄλλως: μηδὲ ἐπὶ τῇ τοξείᾳ τοῦ Φοίβου τῇ φονικῇ τοῦ σοῦ πατρὸς Ἀχιλλέως. ὤφελ’ ἀπὸ κοινοῦ: — A

διάδοχα τάλας ἐγώ: κατὰ διαδοχὴν ὁ τάλας δακρύω. μετὰ γὰρ Ἀχιλλέα δακρύει Νεοπτόλεμον: — A