Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὦ παῖ: ὦ ἐμὸν τέκνον, μὴ ὤφελε τὸ δυσώνυμον γένος τῶν σῶν λεχέων, ὅ ἐστι τῆς Ἑρμιόνης, εἰς τέκνα καὶ δόμους ἀμφιβαλέσθαι Ἀίδαν ἐπὶ σοὶ, τουτέστιν παιδοποιίας χάριν ἀποκτεῖναί σε: — MNOA

τὸ ὑπερβατὸν οὕτως· ὦ τέκνον ἐμὸν, μήποτε ὤφελε τὸ δυσώνυμον γένος Ἑρμιόνης ἀμφιβαλέσθαι κατὰ σοῦ Ἀίδην ἕνεκα λεχέων σου: — MNOA

ὁ πᾶς λόγος· μὴ ὤφελε τῶν σῶν γάμων χάριν τὸ δυστυχές μου ⟨γένος⟩ ἐπ’ ἐλπίδι παιδοποιίας καὶ οἴκου καταστάσεως ἐνέγκασθαι καὶ ζεῦξαί σοι τὴν Ἑρμιόνην κατὰ σοῦ, ἀντὶ τοῦ ἐπὶ τῷ σῷ κακῷ, οἷον· εἴθε μὴ ἔγημας τὴν Ἑρμιόνην. ὁ γὰρ ταύτης γάμος αἴτιός σοι θανάτου γεγένηται. ἢ οὕτως ἐν ὑπερβατῷ· ὦ τέκνον ἐμὸν, μήποτε ὤφελε τὸ δυσώνυμον γένος Ἑρμιόνης Ἀίδαν ἀμφιβαλέσθαι ἐπὶ σοὶ καὶ ἐπὶ τοὺς δόμους τῶν σῶν λεχέων καὶ ἐπὶ τὰ σὰ τέκνα, ὅ ἐστιν· εἴθε μή σοι ἐγαμήθη ἵνα δόμου σε καὶ τέκνων καὶ λεχέων ἀφέληται καὶ διὰ τοῦ θανάτου στερήσῃ: — MNOA

ἄλλως: εἴθε, φησὶ, τὸ ἐμὸν γένος μήποτε τῶν λεχέων τῆς Ἑρμιόνης ὤφελεν ἐπιδικάσασθαι ὡς τέκνα ἐξ αὐτῆς καὶ γένος δυσώνυμον εἰς τοὺς δόμους καταλιπεῖν, οἷον· μήποτέ σοι ὤφελεν γεγαμῆσθαι ἡ Ἑρμιόνη: — MNOA