Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Καὶ ὁ πέμπτος Ἄγγελος.

Ἀστέρα τινὲς ἔφασαν καταβάντα ἐν τῇ γῇ, ἤγουν ἐν τῇ κρίσει τῇ ὑπολειφθείσῃe κοιλάδι Ἰωσαφάτ, Ἄγγελον θεῖον εἶναι ἐπὶ τῶν κολάσεων, φρέαρ δὲ τῆς ἀβύσσου τὴν γεένναν, καὶ ἐξ αὐτοῦ τὸν καπνὸν ἐξιόντα, ἀθέατον τοῖς κολαζομένοις τὸν ἥλιον καὶ τὸν ἀέρα ἀπεργάζεσθαι. ἀκρίδας δὲ τοὺς σκώληκας, περὶ ὡν φησὶν ο Ἡσαΐας, “ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει.” τὸ δὲ μὴ τὴν τὸν χόρτον, ἀλλὰ τοὺς ἀνθρώπους βασανίζεσθαι, διὰ τὸ ἀπαλλάττεσθαι τῆς φθορᾶς ταῦτα· μῆνας δὲ πέντε τούτους βασανίζεσθαι, χρόνον τινὰ ὡρισμένον ἐπιτεταμένως τούτους κολάζεσθαι, μετὰ δὲ τοῦτον ὑφειμένων μὲν, ἀλλ’ αἰωνίως. ἄλλοι δὲ τὸν μὲν ἀστέρα λέγουσιν θεῖον θεῖον Ἄγγελον, καὶ τοῦτον κατὰ συγχώρησιν θείαν, τοὺς καταδεδικασμένους ἐν τῆ ἀβύσσῳ πονηροὺς ἀνάγειν δαίμονας, οὓς ὁ Χριστὸς ἐνανθρωπήσας ἔδησεν, ὅπως πρὸ τῆς συντελείας τὰ οἰκεία ἐνεργήσαντας, ἀτελευτήτου τύχωσι κολάσεως. Καπνὸν δὲ τὸν προηγούμενον τῶν πονηρῶν ἔργων ἐκ τῶν προσβολῶν αὐτῶν ζόφον, ὧν παραδεχθεισῶν, ἐξουσία τούτοις βασανίζειν τοὺς ἀνθρώπους δίδοται. ἡ δὲ τοῦ ἡλίου καὶ τῶν ἀστέρων σκότωσις, τὴν τῶν ἀπολαυόντων ἀνθρώπων τοῦ φωτὸς δηλοῖ ψυχικὴν τύφλωσιν, ἣ τὴν ἐπὶ τοῖς δυσχερέσι διάθεσιν· σκότος γὰρ τοῖς ἐν ὀδύναις τὸ φῶς νενόμισται.

Ἐξῆλθον ἀκρίδες.

Τὸ τὰς νοητὰς ἀκρίδας πλήττειν τοὺς ἀνθρώπους κατὰ τῶν [*](e ὑπολειφθεῖσι Cod. f in niarg. ἐλαττομένως.)

527
σκορπίων ὁμοίωσιν, δηλοῖ τὸ ἐν τῷ τέλει τῶν πράξεων τῶν πονηρῶν, τὸν βλαπτικὸν τῆς ψυχῆς ἐγκεκρύφθαι θάνατον, ὃν ὑφίστανται οἱ μὴ σεσημειωμένοι τῇ θείᾳ σφραγῖδι τὰ μέτωπα, καὶ τῷ φωτισμῷ τοῦ ζωοποιοῦ σταυροῦ διὰ Πνεύματος Ἁγίου περιλαμπόμενοι. τοὺς δὲ πέντε μῆνας τοῦ βασανισμοῦ αὐτῶν σημαίνειν, ἣ τὸ τοῦ χρόνου μικρὸν, “ εἰ γὰρ μὴ ἐκολοβώθησαν,’ φησὶν ὁ Κύριος, “ “ ἡμέραι ἐκεῖναι, οὐκ ἃν ἐσώθη πᾶσα σάρξ· ἣ χρόνον τινὰ διὰ τὰς πέντε αἰσθήσεις, δι’ ὧν ἡ ἁμαρτία τοῖς ἀνθρώποις εἰσέρπει· ἢ καιρὸν ὡρισμένον, Θεῷ δὲ μόνῳ γνωστόν.

Καὶ ἐν ταῖς ἡμέραις.

Καὶ διὰ τούτων ἡ ὑπερβολὴ σημαίνεται τῶν κολάσεων· ἔθος γὰρ τοῖς ἐν ὀδύναις ἐπικαλεῖσθαι τὸν θάνατον. τὸ δὲ τοῖς αἰτοῦσι τοῦτον ἀνωδύνως μὴ παραγίνεσθαι, τῶν θείων κριμάτων ἤρτηται, οἷς λυσιτελὲς κρίνεται τῇ πικρίᾳ τῶν ὀδυνηρῶν ἐπιφορῶν στυγητὴν γενέσθαι τοῖς ἀνθρώποις τὴν ἁμαρτίαν, ὡς τούτων μητέρα καὶ πρόξενον.

Καὶ τὰ ὁμοιώματα.

Καὶ διὰ τούτων ὁμοίως καὶ τῶν ἐφεξῆς λεχθησομένων τὰς ῥηθείσας ἀκρίδας, τιμωρητικοὺς θείους Ἀγγέλους τινὲς ἐξέλαβον, παραβολικῶς ἐξ ἑκάστου τῶν εἰρημένων τροπολογουμένους, ἣ διὰ τὸ φοβερὸν καὶ καταπληκτικὸν, ἢ διὰ τὸ ταχὺ, ἢ διὰ τὸ κολαστικὸν τοῖς ἀξίοις ἐπάγειν τὴν ἐν γεέννῃ κόλασιν.

Ἄλλοι δὲ διὰ τούτων τῶν ἀκρίδων τοὺς πονηροὺς μᾶλλον νοεῖσθαι δαίμονας εἰρήκασιν, τοὺς ἡτοιμασμένους εἰς τὸν κἀς ἡμῶν πόλεμον· καὶ ἐπὶ τῶν κεφαλῶν στεφάνους χρυσοειδεῖς τῆς καθ’ ἡμῶν νίκης φέροντας, οἵους ἡμεῖς ὅταν ἡττηθῶμεν τὴν κακὴν νίκην δι’ ἡδονῆς νικῶντες, στέφεσθαι νομίζομεν. τὰς δὲ τρίχας τῶν γυναικῶν σημαίνειν, τὸ ἡδυπαθὲς τῶν δαιμόνων καὶ πρὸς πορνείαν διεγερτικόν. τοὺς δὲ λεοντιαίους ὀδόντας, τὸ φονικὸν καὶ ἰοβόλον· τοὺς δὲ θώρακας τὸ σκληροκάρδιον.

Καὶ ἡ φωνὴ τῶν πτερύγων.

Τὴν φωνὴν τῶν πτερύγων τῶν νοητῶν ἀκρίδων ἀπεικασθείσῃ φωνῇ ἁρμάτων πολλῶν πολεμικῶν νομίζομεν, διὰ τὸ μετάρσιον αὐτῶν καὶ ὀξύ· πολεμοῦσι γὰρ ἡμᾶς ἀπὸ ὕψους, ὥς φησιν Δαβίδ.

528
τὰς δὲ ὁμοιωθείσας σκορπίοις οὐρὰς αὐτῶν, τὰ τῶν ἁμαρτιῶν τέλη αἰνίττεσθαι τίκτοντα τὸν ψυχικὸν θάνατον. ἡ γὰρ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον· δι’ ἧς ἡ πεντάμηνος βάσανος τοῖς ἀνθρώποις ἐπάγεται, διά τε τὰς πέντε αἰσθήσεις, διά τε τὸ τοῦ χρόνου ὀλίγον, τῷ μέλλοντι αἰῶνι συγκρινόμενον. τὸν δὲ βασιλέα τούτων, τὸν διάβολον νοεῖσθαι ἀκόλουθον, τὸν ἀληθῶς τοὺς αὐτῷ πειθομένους ἀπολλύοντα· πρὸς ὃν ὅπως ἄσπονδον ἀναλάβωμεν πόλεμον, ἀπειλεῖ ἡμῖν τὰς δύο οὐαὶ μετὰ ταῦτα ἐλεύσεσθαι.

Καὶ ὁ ἕκτος Ἄγγελος.

Τούτους φασί τινες τοὺς τέσσαρας Ἀγγέλους, Μιχαὴλ εἶναι, καὶ Γαβριὴλ, καὶ Οὐριὴλf, καὶ Ῥαφαὴλ, τοὺς προδεδειγμένους τῇ εὐφροσύνῃ τῆς θείας θεωρίας, ἀπολύεσθαι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως μετὰ ἀναριθμήτων Ἀγγέλων εἰς τὴν τῶν ἀσεβῶν κατάκρισιν, δι’ ὧν τὸ τρίτον ἀφανίζεται.

Ἄλλοι δὲ πονηροτάτους εἶναι δαίμονας φασὶ, δεθένταςg ἐν τοῦ Χριστοῦ παρουσίᾳ, οὓς κατὰ θεῖον πρόσταγμα ἐκ τοῦ ὑπερουρανίου θυσιαστηρίου ἐξερχόμενος Ἄγγελος λύει, ἤτοι τὸν ἐν τῇ παλαιᾷ σκηνῇ ἀντίτυπον, ὑπὸ θείου Ἀγγέλου λύεσθαι· ὥστε ταράξαι τὰ ἔθνη, μὴ μόνον κατὰ Χριστιανῶν, ἀλλὰ καὶ κατ’ ἀλλήλων· ὡς ἃν οἱ δόκιμοι καὶ πιστοὶ φανεροὶ γένωνται, καὶ μειζόνων ἀμοιβῶν καὶ τῶν ἄνω μόνων ἄξιοι. οἱ δὲ χοιρώδεις ἀσεβεῖς καὶ λίαν ἁμαρτωλοὶ καὶ ἀμετανόητοι ἐνδίκως ἐνταῦθα δι’ αὐτῶν κολαζόμενοι, ἡμερωτέρας τῆς καταδίκης ἐν τῇ κρίσει τύχωσιν. εἰ δὲ τῷ Εὐφράτῃ προσδέδενται, οὐδὲν ξένον. οἱ μὲν γὰρ εἰς τὴν ἄβυσσον, οἱ δὲ εἰς τοὺς χοίρους τότε, οἱ δὲ εἰς ἑτέρους τόπους κατὰ τὸ παραστάνον h τῷ Θεῷ ἄχρι καιροῦ κατεδικάσθησαν. μετὰ δὲ τὸν παντελῆ αὐτῶν κατὰ ἀνθρώπων πόλεμον, ἄγονται αἰωνίως κολασθησόμενοι. ἴσως δὲ διὰ τῆς τοῦ Εὐφράτου μνήμης δηλοῦται, ἐκ τῶν μερῶν ἐκείνων ἐξιέναι τὸν Ἀντίχριστον. περὶ δὲ τοῦ πλήθους τῶν δαιμόνων ἀμφιβάλλειν οὐ χρή. πάντα γὰρ τὸν ἀέρα πεπληρῶσθαι αὐτῶν ἔφασαν τινὲς τῶν ἁγίων.

Καὶ οὕτως εἶδον τοὺς ἵππους.

Ἵππους οἶμαι λέγεσθαι τοὺς θηλυμανεῖς καὶ κτηνώδεις ἀνθρώπους, ἢ τοὺς ὑποβεβηκότας καὶ ἀρχομένους ἐν τοῖς δαίμοσιν, [*](f ’oβριὴλ Cod. g διαθέντας Cod. h Sic.)

529
ἐπιβάτας δὲ τοὺς τούτων κατάρχοντας· ἔθος γὰρ τούτοις οὐ μόνον ἀλλήλοις ὑπηρέταις, ἀλλὰ καὶ πονηροῖς ἀνθρώποις ὀργάνοις πρὸς τὴν τῶν ὁμοφύλων ἐπιβουλὴν κεχρῆσθαι. τοὺς δὲ πυρίνους καὶ ὑακινθίνους πυρώδεις θώρακας, τῆς ἀερίου τῶν πονηρῶν πνευμάτων οὐσίας, καὶ τῆς κακίστης ἐνεργείας εἰναι σημαντικοὺς φαμέν. αἱ δὲ κεφαλαὶ τῶν λεόντων τὸ φονικὸν αὐτῶν καὶ θηριῶδες αἰνίττεται. τὸ δὲ ἐκπορευόμενον πῦρ σὺν καπνῷ καὶ θείῳ ἐκ τοῦ στόματος αὐτῶν, δι’ οὗ τὸ τρίτον τῶν ἀνθρώπων ἀποκτείνεσθαι ἠπείληται, ἢ τὰς τῶν ἰοβόλων αὐτῶν προσβολῶν καὶ εἰσηγήσεων ἁμαρτίας τοὺς καρποὺς τῆς καρδίας φλογιζούσας αἰνίττεται, ἣ τὰς ἐκ τῶν βαρβαρικῶν χειρῶν ἐπαγομένας πυρπολήσεις ταῖς πόλεσι καὶ αἱματεκχύσεις κατὰ θείαν συγχώρησιν, δι’ ὧν τὸ τρίτον μέρος τῶν ἀνθρώπων ἠφάνισται. καλῶς δὲ τὰς οὐρὰς αὐτῶν ὁμοίας φησὶν ὄφεσιν. τὰ γὰρ βέλη τῶν δαιμονικῶν ὑποσπορῶν ἰοβόλος ἁμαρτία καὶ ψυχικὸς θάνατος.

Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων.

Καὶ τοῦτο τῶν προηγουμένων ἤρτηται· εἰπὼν γὰρ ἀνωτέρω ἀπὸ τῶν τριῶν πληγῶν τούτων ἀποκτανθῆναι τὸ τρίτον τῶν ἀνθρώπων, καὶ ἐν τῷ μεταξὺ παρενθεὶς τινὰ ἐπήγαγε, “ καὶ οἱ λοιποὶ τῶν “ ἀνθρώπων,” ὅσοι φειδοῦς ἀξιωθέντες καὶ ταῦτα μὴ πεπονθότες ἀμετανόητοι μεμενήκασι, μήτε εἰδωλολατρίᾳ μήτε τοῖς φόνοις καὶ ταῖς πορνείαις καὶ τοῖς κλέμμασιν αὐτῶν καὶ ταῖς γοητείαις ἀποταξάμενοι τοῖς αὐτοῖς ὑποκείσονται. δηλοῦται δὲ ἐκ τούτων παγκόσμιον τὴν ὀργὴν ἐπάγεσθαι. ποικίλη γὰρ πλάνη βακχεύει ἐν τοῖς μὴ ἐπεγνωκόσι τὴν ἀλήθειαν ἔθνεσι, τοῖς μὲν εἴδωλα προσκυνοῦσι, τοῖς δὲ κτίσιν ἀντὶ τοῦ κτίσαντος, κἀν τὰ μάλιστα καὶ τοῖς τὸν Θεὸν ὁμολογοῦσιν εἰδέναι, ἀρνουμένοις δὲ δι’ ἔργων· καὶ τὴν μὲν μόρφωσιν τῆς εὐσεβείας περικειμένοις, τὴν δὲ δύναμιν αὐτῆς ἀρνουμένοις.