Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Καὶ ὅτε ἤνοιξε.

Συχνῶς ὁ ἀριθμὸς τῶν ζ΄ ἁγίων τούτων παραλαμβάνεται, ὡς τῷ αἰῶνι τούτῳ καὶ τῷ σαββατισμῷ καὶ ἀναπαύσει τῶν ἁγίων σύστοιχος. διὸ κἀνταῦθα ἐπὶ τῇ λύσει τῆς ἑβδόμης σφραγῖδος ἡ λύσις τῆς γηίνης πολιτείας διασημαίνεται, ἑπτὰ Ἀγγέλων διακονούντων ταῖς κατὰ τούτων παιδείαις ἣ κολάσεως δεομένων ἀνθρώπων μάστιξιν.

Καὶ ἐγένετο σιγή.

Ἡ σιγὴ δηλοῖ τήν τε ἀγγελικὴν εὐταξίαν καὶ εὐλάβειαν, τὸ τε περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας καὶ Ἀγγέλοις ἄγνωστον. τὸ δὲ ἡμιώριον, τὸ τοῦ καιροῦ ἐμφαίνει βραχὺ, ἐν ᾧ τῶν πληγῶν ἐπαγομένων, καὶ τῶν ἐπὶ γῆς συντελουμένων, ἡ τοῦ Χριστοῦ βασιλεία φανήσεται.

Καὶ ἄλλος Ἄγγελος.

Εἰ καὶ σχηματίζονται εἰς ὕλας καὶ χρώματα τὰ τοῖς ἁγίοις ὁρώμενα, εἴτε θυσιαστήριον, εἴτε ἕτερόν τι, ἀλλὰ ἀόρατα καὶ νοητὰ τυγχάνουσιν. ἐπὶ τούτου τοίνυν στὰς ὁ Ἄγγελος, καὶ τὸν λιβανωτὸν, δηλαδὴ τὸ τὸν λίβανον δεχόμενον θυμιατήριον κρατῶν, τὰς εὐχὰς τῶν ἁγίων ὡς θυμιάματα τῷ Θεῷ προσέφερεν, δι’ ὧν ᾐτοῦντο διὰ τῆς παγκοσμίου συντελείας, ταῖς μὲν τιμωρητικαῖς μάστιξιν τῶν δυσσεβῶν καὶ παρανόμων ἐλαττῶσαι τὴν ἐν τῷ μέλλοντι κόλασιν· τῇ δὲ οἰκείᾳ παρουσίᾳ τοὺς μισθοὺς διανεῖμαι τοῖς κοπιάσασι· τοῦτο δὲ ἐκ τῶν ἑξῆς δείκνυται.

Καὶ ἐδόθη αὐτῷ θυμιάματα.

Τὸ θυσιαστήριον τοῦτο ὁ Χριστός ἐστιν, ἐν ᾧ πᾶσα λειτουργικὴ καὶ ἁγία συνέστηκε δύναμις, καὶ· αἱ μαρτυρικαὶ θυσίαι προσκομίζονται· οὗ ἦν τύπος τὸ ἐν τῇ σκηνῇ θυσιαστήριον. τὰ δὲ θυμιάματα, αἱ προσευχαὶ τῶν ἁγίων ὡς εὐώδεις τῷ Θεῷ καταλέλεκται. ἐνώπιον δὲ τοῦ Χριστοῦ τοῦ θρόνου δηλαδὴ τῶν ὑπερτάτων ἁγίων δυνάμεων εἴρηκεν, διὰ τὴν χύσιν τῆς ἐν αὐτοῖς ἐμπύρου θείας ἀγάπης, καὶ τῆς ἀκραιφνοῦς σοφίας τε καὶ γνώσεως, ὅπερ ἐμφαίνει ἡ ἑρμηνεία τῶν ὀνομάτων τῶν τῷ Θεῷ πλησιαζουσῶν ὑπερτάτων δυνάμεων.

524

Καὶ εἴληφεν ὁ Ἄγγελος.

Αἱ διακονηθεῖσαι δι’ Ἀγγέλου τῶν ἁγίων προσευχαὶ προσδεχθεῖσαι, καὶ τοῦ τιμωρητικοῦ πυρὸς τὸν λιβανωτὸν πληρώσασαι, ἐπὶ τὴν γῆν ἐκχεθῆναι πεποιήκασιν. τοῦ δὲ Ἀγγέλου τούτου τύπον ἐπέχει ἕκαστος ἱεράρχης, ὡς μεσίτης Θεοῦ καὶ ἀνθρώπων, καὶ τῶν μὲν τὰς δεήσεις ἀνάγων, τῶν δὲ τὸν ἱλασμὸν κατάγων, τοὺς δὲ τῶν ἁμαρτανόντων ἐπιστρέφων, ἢ λόγῳ ἢ παιδείαις αὐστηροαὐστηροτέραις.

Καὶ ἐγένετο βρονταί.

Διὰ τούτων ἁπάντων τὰ πρὸ τῆς συντελείας χαρακτηρίζονται φόβητρα. Ἄγγελοι δὲ τούτοις διακονοῦνται, ὡς ἰατροὶ συμπαθεῖς, καυτῆρσι καὶ τομαῖς τοὺς τὴν δεινοτάτην τῆς ἁμαρτίας νόσον ἀσθενοῦντας θεραπεύοντες, ἢ τό γε μετριώτερον τοῖς ῥᾳθυμοτέροις τὴν μέλλουσαν ἐπικουφίζοντες κόλασιν, εἰ ὁπωσοῦν εὐχαρίστως ἐνέγκωσιν.

Καὶ ὁ πρῶτος ἐσάλπιζε.

Ταῦτα τισὶν ἔδοξεν αἰνίττεσθαι τὴν ἐν γεέννῃ τῶν ἁμαρτωλῶν κόλασιν, πολυτρόπως διὰ τῶν αἰσθητῶν ὀδυνηρῶν τροπολογουμένην. ἄλλοι δὲ, διὰ τὸ μάλιστα οὐ τὴν τρίτην μοῖραν εἶναι τῶν κολαζομένων ἐν τῷ μέλλοντι ἐκ τοῦ παντὸς τῶν ἀνθρώπων πληρώματος, ἀλλὰ τὴν πλείονα, τὰς πρὸ τῆς συντελείας μᾶλλον ταῦτα πληγὰς ἐμφαίνειν νομίζουσι· καὶ τὴν μὲν χάλαζαν δηλοῦν τὸ οὐρανόθεν ἥκειν κατὰ δίκαιον κρίμα τὰς τοιαύτας μάστιγας· τὸ δὲ πῦρ σὺν τῷ αἵματι, τὰς ἐκ βαρβαρικῶν χειρῶν γινομένας πυρπολήσεις τε καὶ ἀνδροκτασίας, τοῦ πολέμου, οὐ τοὺς ἀνθρώπους μόνον, ἀλλὰ καὶ τὰ τῆς γῆς ἐκφόρια πάντα καταναλίσκοντος.

Καὶ ὁ δεύτερος Ἄγγελος.

Καὶ τὴν θάλασσαν κατὰ τὸ δόξαν τισὶν σὺν τοῖς ἐν αὐτὴ τῷ καθαρσίῳ πυρὶ καιομένην, τὰ μετὰ τὴν ἀνάστασιν δηλοῦσθαι διὰ τούτων νενόμιστο, εἰ μὴ ἡ τοῦ τρίτου μνήμη ἀνάρμοστος ἡμῖν πρὸς τοῦτο κατεφαίνετο· πλείονες γὰρ τῶν σωζομένων οἱ κολαζόκολαζόμενοί, ὡς φησὶν ὁ Κύριος. κατὰ μέν τοι ἀναγωγὴν οὐδὲν ἀπεικὸς τὸν παρόντα βίον τροπικῶς ὠνομασμένον θάλασσαν, ταῦτα ὑφίστασθαι,

525
καὶ τῶν ἐν αὐτῷ τὸ τρίτον ταῖς πληγαῖς συντελεῖσθαι, διὰ τὴν τῶν θείων κριμάτων ἄβυσσον, ἢ τοὺς μὲν παρὰ πόδας κολάζει, τοῖς δὲ μακροθυμεῖ, πρὸς ἐπιστροφὴν καὶ μετάνοιαν. ὄρος δὲ μέγα ἡγούμεθα νοεῖσθαι τὸν διάβολον, πυρὶ τοῦ καθ’ ὑμῶν θυμοῦ καιόμενον, τῇ δὲ γεέννῃ τηρηθησόμενον, ἐν τῷ καιρῷ αὐτοῦ συγχωρήσεως. τὸ τρίτον τῶν ἐν θαλάσσῃ νήσων τε καὶ πλοίων καἰ νηκτῶν διαφθερεῖ, ὥσπερ πάλαι ἐπὶ τοῦ Ἰὼβ πεποίηκεν. εἰ δὲ καὶ τοῖς ἐν θαλάσσῃ τοῦ βίου δι’ ἔργων ἣ λόγων τὴν τριάδα βλασφημοῦσιν ὁ ψυχικὸς ἐπάγεται θάνατος, οὐδὲν ξένον οὐδὲ τοῦ σκοποῦ ἀπεμφαῖνον.

Καὶ ὁ τρίτος Ἄγγελος.

Τὴν διὰ τοῦ ἀψίνθου δηλουμένην πικρίαν τὴν τοῖς κολαζομένοις ἐν γεέννῃ ἁμαρτωλοῖς ἐγγινομένην ὀδύνην φασὶ τινὲς αἰνίττεσθαι, οὓς διὰ τὸ πλῆθος εἰκὸς καλεῖσθαι ὕδατα. ἡγούμεθα δὲ καὶ διὰ τούτων τὰ κατὰ τὸν δηλωθέντα καιρὸν ἀλγεινὰ σημαίνεσθαι· τὸν δὲ ἀστέρα δηλοῦν, ἣ οὐρανόθεν τοῖς ἀνθρώποις ταῦτα ἐπέρχεσθαι, ἣ τὸν διάβολον διὰ τούτου σημαίνεσθαι· οὗτος γὰρ ἀνατροπὴν θολερὰν καὶ πικρὰν δι’ ἡδονῆς ποτίζων τοὺς ἀνθρώπους, καὶ διὰ ταύτης συγχωρούμενος τὰς τιμωρητικὰς αὐτοῖς ἐπάγειν ἐνταῦθα μάστιγας, οὐ πᾶσι, τῷ δὲ τρίτῳ μέρει διὰ τὴν τοῦ Θεοῦ μακροθυμίαν, καὶ τὸ μὴ ἀπιστεῖσθαι τὴν ἐν τῷ μέλλοντι ἀνταπόδοσιν τοῖς ἀνυπομονήτοις θανάτου ψυχικοῦ καθίσταται αἴτιος· ὅτι δὲ πικρὰ συμβήσεται τοῖς πρὸ τῆς συντελείας εὑρισκομένοις, προλαβὼν ὁ Κύπιος ἐπιστώσατο.

Καὶ ὁ τέταρτος Ἄγγελος.

Ἡγούμεθα συγγενῆ καὶ ταῦτα τοῖς παρὰ τῷ Ἰωὴλd εἰρημένοις περὶ ἡλίου καὶ σελήνης, τοῖς ἤδη προεκτεθεῖσι κατὰ τὴν δεσποτικὴν περὶ τῆς συντελείας ἀπόφασιν. φαμὲν δὲ διὰ τοῦ τρίτου τῶν φωστήρων καὶ ἀστέρων τὸ τρίτον τῆς ἡμέρας καὶ τῆς νυκτὸς δηλοῦσθαι διάστημα, ὡς ἃν γνοίοιμεν, ὅτι οὐδὲ τότε ἄκρατον ὁ Θεὸς ἐπάγει τὴν κάκωσιν, ἀλλὰ τὸ τρίτον τοῦ χρονικοῦ διαστήματος καὶ συγχωρῶν τοὺς πεπληγότας ἀλγύνεσθαι, λεληθότως τούτους [*](d Ἰὼβ Cod.)

526
παρακαλεῖ κατὰ τὸ πλέον μέρος τὸ λειπόμενον· τίς γὰρ οἴσει τὸ ποτήριον τῆς θείας ὀργῆς ἀκήρατον;

Καὶ εἶδον καὶ ἤκουσα.

Καὶ διὰ τούτων τὸ συμπαθὲς καὶ φιλάνθρωπον τῶν θείων Ἀγγέλων δείκνυται, θεομιμήτως οἰκτεῖρον τοὺς παιδευομένους τοὺς πλημμελήσαντας· πολλῷ δὲ πλέον τοὺς μὴ ταῖς μάστιξι πρὸς ἐπιστροφὴν βλέποντας, οἷς καὶ μάλιστα τὸ οὐαὶ ἁρμόζει, ὡς ἐπὶ γῆς οἰκοῦσιν καὶ φρονοῦσι τὰ γήινα. τοῖς γὰρ ἐν οὐρανῷ ἔχουσι τὸ πολίτευμα, ἀφορμὴ τὰ δυσχερῆ στεφάνων καὶ βραβείων γίνονται.