Catena in epistulam Juda (catena Andreae) (e cod. Oxon. coll. nov. 58)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Τῷ δὲ δυναμένῳ φυλάξαι ὑμᾶς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει, μόνῳ σοφῷ Θεῷ σωτῆρι ἡμῶν, διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, δόξα καὶ μεγαλωσύνη, κράτος καὶ ἐξουσία, πρὸ παντὸς αἰῶνος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. ἀμήν.

Τὴν πορνείαν λέγει καὶ τὴν ἀκαθαρσίαν καὶ τὴν ἀσέλγειαν, ἣν οἱ ἀπὸ Σίμωνος ἐπιτήδευον.

Οὐκ ἐλεήσεις πτωχὸν ἐν κρίσει· ἐλεεῖσθαι μὲν γὰρ δεόμενον καὶ ἀντιβολοῦντα χρή· ἐγκαλοῦντα δὲ καὶ κατηγοροῦντα οὐχί· οὐ 1 γὰρ χάριν ἀπαιτεῖ, ἀλλὰ ἀδικεῖσθαι διαβεβαιοῦται.