Catena in epistulam Juda (catena Andreae) (e cod. Oxon. coll. nov. 58)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Ὑμεῖς δὲ, ἀγαπητοὶ, τῇ ἁγιωτάτη ἡμῶν πίστει ἐποικοδομοῦντες ἑαυτοὺς, ἐν Πνεύματι Ἁγίῳ προσευχόμενοι, ἑαυτοὺς ἐν ἀγάπη Θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ζωὴν αἰώνιον· καὶ οὓς μὲν ἐλεεῖτε διακρινόμενοι.

Tουτέστι τοὺς διακρινομένους ἀπὸ τῆς ἀληθείας ἐκ τῶν λόγων τῆς ψευδοῦς διδασκαλίας· περὶ δὲ τῶν διακρινομένων ὁ Ἰάκωβος [*](i μεμψίμωροι B. k οἶονταί B. 1 καὶ B. m πᾶσι B. n ἐαυτοῖς B.)

169
φησὶν ὅτι “ ἐοίκασι κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ διὰ τὸ τῆς ψυχῆς ἄστατον. οὗτοι οὖν καὶ ἐλεεινοί εἰσι καὶ ἄθλιοι, παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενοι.

Οὕς δὲ ἐν φόβῳ σώζετε, ἐκ τοῦ πυρὸς ἁρπάζοντες.

Εἴτις τοὺς ἤδη ἐν τῷ ἀπὸ τῶν πεπυρωμένων τοῦ διαβόλου βελῶν ἐξαφθέντι πυρὶ γινομένους, καὶ ἔν τινι ἀπηγορευμένῃ πυρώσει κεκρατημένους, δύναται λόγῳ Θεοῦ ἀνιμησάμενος, ὀξύτατα ἅρπασαι ἀπὸ τοῦ πυρός· οὗτος ἁρπάσαι μὲν ἀνθηκότως o οὐχὶ ἅρπαξ χρηματίσηται p τῶν ὑπὸ τοῦ Ἀποστόλου κατηγορουμένων.

Εἰ δέ τινες εἰσὶν ἐξ αὐτῶν δυνάμενοί, φησι, τὴν ἀλήθειαν δέξασθαι, ταύτην αὐτοῖς ὑποβάλλοντες, ἐκ τοῦ μέλλοντος αὐτοὺς παραλαμβάνειν πυρός.

Τουτέστι τὸν φόβον αὐτοῖς ὑποβάλλοντες καὶ ὑποτιθέντες, ἐλέους ἀξίους ὁρᾶσθαι μετανοοῦντας παρασκευάζετε.

Μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.

Ερώτησισ q Μαξίμου. τίς ὁ ἀπὸ τῆς σαρκὸς χιτὼν ;

Ἀπόκρισισ. Ὁ πολλοῖς πλημμέλημα τῶν ἐκ τῆς σαρκὸς παθημάτων κεκηλιδωμένος βίος, χιτών ἐστιν ἐσπιλωμένος, ὡς ἔκ τινος γὰρ ἐνδύματος τῆς κατὰ τὸν βίον ἀναστροφῆς ἕκαστος τῶν ἀνθρώπων διαφαίνεσθαι πέφυκεν, εἴτε δίκαιος εἴτε ἄδικος· ὁ μὲν χιτῶνα καθαρὸν ἔχων, τὸν ἐνάρετον βίον, ὁ δὲ πονηροῖς ἐσπιλωμένην ἔργους τὴν ζωὴν κεκτημένος· ἣ μᾶλλον ἐσπιλωμένος ἀπὸ τῆς σαρκὸς ἔστι χιτὼν, ἡ κατὰ συνείδησιν μορφοῦσα διὰ τῆς μνήμης τῶν ἐκ τῆς σαρκὸς πονηρῶν κινημάτων τὲ καὶ ἐνεργημάτων τὴν ψυχὴν, ἕξις τε καὶ διάθεσις· ἣν ὁρῶσα διὰ παντὸς καθάπερ χιτῶνά τινα περὶ ἑαυτὴν δυσωδίας πληροῦται παθῶν· ὡς γὰρ ἀπὸ τοῦ Πνεύματος διὰ τῶν ἀρετῶν ἀλλήλαις κατὰ λόγον συνυφαινομένων ἀφθαρσίας γίνεται τῇ ψυχῇ χιτὼν, ὃν ἐνδυσαμένη γίνεται καλὴ καὶ ἐπίδοξος· οὕτω καὶ ἐπὶ τῆς σαρκὸς τῶν παθῶν ἀλλήλοις [*](o ἀνθηκότος B. an leg. καθηκόντως ? P χρηματίσαι N.C. q Hoc Sch. non habet B.)

170
κατὰ τὴν ἀναλογίαν συνυφαινομένων, γίνεται τις χιτὼν ἀκάθαρτος καὶ ἐσπιλωμένος, ἐξ αὐτοῦ γνώριμον δεικνὺς τὴν ψυχὴν, μορφὴν ἄλλην αὐτῇ καὶ εἰκόνα περὶ τὴν θείαν θέμενος.