Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Τί οὖν ἐροῦμεν ; ὅτι τὰ ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβε δικαιοσύνην, δικαιοσύνην δὲ, τὴν ἐκ πίστεως· Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασε· διατί; ὅτι οὐκ ἐκ πίστεως, ἀλλ’ ὡς ἐξ ἔργων νόμου.

Χρυσοστόμου. Ἡ σαφεστάτη λύσις, ἐνταῦθα λοιπόν. ἐπειδὴ γὰρ καὶ ἀπὸ τῶν πραγμάτων ἔδειξεν· οὐ γὰρ πάντες, φησὶ, οἱ ἐξ Ισραὴλ, οὗτοι Ἰσραήλ· καὶ ἀπὸ τῶν προγόνων τοῦ Ἡσαῦ καὶ τοῦ Ιακώβ, καὶ ἀπὸ τῶν προφητῶν. καὶ τὴν κυριωτάτην ἐπάγει λύσιν ἐκ τοῦ Ὠσηὲ καὶ τοῦ Ἡσαίου· πρότερον τὴν ἀπορίαν αὐξήσας. καὶ γὰρ δύο ἐστὶ τὰ ζητούμενα. ὅτι καὶ τὰ ἔθνη ἐπέτυχε· καὶ μὴ διώκοντα ἐπέτυχε· τουτέστι, μὴ σπουδάσαντα. καὶ πάλιν ἐπὶ τῶν Ἰουδαίων ὁμοίως τὰ δύο ἄπορα. καὶ Ἰσραὴλ οὐκ ἐπέτυχε, καὶ σπουδάζων οὐκ ἐπέτυχε. διὸ καὶ ταῖς λέξεσιν ἐμφαντικώτερον κέχρηται. οὐδὲ γὰρ εἶπεν ὅτι ἔσχε δικαιοσύνην, ἀλλ’ ὅτι κατέλαβε. τὸ γὰρ καινὸν μάλιστα καὶ παράδοξον, τοῦτό ἐστιν. ὅτι ὁ διώκων, οὐ κατέλαβεν· ὁ δὲ μὴ διώκων, κατέλαβε. καὶ δοκεῖ μὲν αὐτοῖς χαρίζεσθαι τῷ λέγειν, διώκων. ὕστερον δὲ καιρίαν ἐπάγει τὴν πληγήν. ἐπειδὴ γὰρ ἔχει ἰσχυρὰν λύσιν ἐπαγαγεῖν, οὐδὲν δέδοικε χαλεπωτέραν ποιῶν τὴν ἀντίθεσιν. διὰ τοῦτο οὐδὲ περὶ πίστεως διαλέγεται, καὶ τῆς ἐντεῦθεν δικαιοσύνης. ἀλλὰ δείκνυσι καὶ πρὸ τῆς πίστεως καὶ ἐν τοῖς οἰκείοις ἡττηθέντας αὐτοὺς καὶ καταδεδικασμένους. σὺ μὲν γὰρ, ὦ Ἰουδαῖε, φησὶν, οὐδὲ τὴν ἐκ τοῦ νόμου δικαιοσύνην εὗρες. παρέβης γὰρ αὐτὸν, καὶ ὑπεύθυνος γέγονας τῇ ἀρᾷ. οὗτοι δὲ οἱ μὴ διὰ τοῦ νόμου ἐλθόντες, ἀλλ’ ἑτέραν ὁδὸν, μείζονα πάντες εὗρον δικαιοσύνην, τὴν ἀπὸ τῆς πίστεως. ὅπερ καὶ ἀνωτέρω ἔλεγεν. εἰ γὰρ Ἁβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ’ οὐ πρὸς τὸν Θεόν. δεικνὺς ὅτι αὕτη ἡ δικαιοσύνη μείζων ἐκείνης ἐστίν. ἔμπροσθεν μὲν οὖν ἔλεγεν ὅτι δύο ἐστὶ τὰ ἀπορούμενα. νυνὶ δὲ καὶ τρία τὰ ζητούμενα γέγονεν. ὅτι τὰ ἔθνη, καὶ εὗρε δικαιοσύνην, καὶ μὴ διώκοντα εὗρε, καὶ μεί-

364
ζονα εὗρε τῆς ἐκ τοῦ νόμου. τὰ αὐτὰ δὴ ταῦτα καὶ ἐπὶ τῶν Ἰουδαίων διαπορεῖται πάλιν ἐξεναντίας. ὅτι Ἰσραὴλ οὐχ εὗρε, καὶ σπουδάζων οὐχε ὗρε, καὶ τὰ ἐλάττονα οὐχ εὗρεν. ἐμβαλὼν τοίνυν εἰς ἀπορίαν τὸν ἀκροατὴν, ἐπάγει λοιπὸν σύντομον τὴν λύσιν, καὶ τὴν αἰτίαν τίθησι τῶν εἰρημένων ἁπάντων. τίς οὖν ἐστιν ἡ αἰτία ; ὅτι οὐκ ἐκ πίστεως, ἀλλ’ ὡς ἐξ ἔργων νόμου. αὕτη ἡ σαφεστάτη τοῦ χωρίου παντὸς λύσις. ἣν εἰ εὐθέως ἐν προοιμίοις εἰπεν, οὐκ ἂν οὕτως εὐπαράδεκτον ἐγεγόνει. ἐπειδὴ δὲ μετὰ πολλὰς ἀπορίας καὶ κατασκευὰς καὶ ἀποδείξεις αὐτὴν τέθεικε, καὶ προδιορθώσεσι μυρίαις ἐχρήσατο, εὐμαθεστέραν τὲ αὐτὴν λοιπὸν καὶ εὐπαράδεκτον μᾶλλον ἐποίησε. τοῦτο γὰρ αἴτιον, φησὶ, τῆς ἀπωλείας αὐτῶν, ὅτι οὐκ ἐκ πίστεως, ἀλλ’ ὡς ἐξ ἔργων ἠθέλησαν δικαιωθῆναι. καὶ οὐκ εἶπεν ἐξ ἔργων, ἀλλ’ ὡς ἐξ ἔργων νόμου. δεικνὺς ὅτι οὐδὲ ταύτην ἔσχον τὴν δικαιοσύνην.

Μασίμου Ἐκ Τῶν Πρὸσ Θαλάσσιον. Ἰσραὴλ οὖν, φησι, διώκων νόμον δικαιοσύνης, τὸν ἐν σκιαῖς δηλονότι καὶ τύποις, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασε, τὸν ἐν πνεύματι κατὰ Χριστὸν τελειούμενον.

Κυρίλλου. Ἀποδιδοὺς τοίνυν τὰς αἰτίας τοῦ μὴ πάντας σεσῶσθαι Ἰουδαίους, εὐθὺς ἐπιπλέκει τῷ λόγῳ θαῦμα, καὶ φησί· ὦ παραδόξου πράγματος. ἡ τῶν πλανωμένων πληθὺς μὴ ἔχουσα σκοπὸν ὅλως ἀγαθοεργῆσαι, δεδικαίωται. ὁ δὲ Ἰσραὴλ, καίτοι τῷ διὰ Μώσεως νόμῳ πρὸς δικαιοσύνην παιδαγωγούμενος, διήμαρτε τῆς ἐλπίδος, καὶ ἀμέτοχος γέγονε τῆς εἰς τοῦτο δωρεᾶς. τίς οὖν ἡ αἰτία ; σαφής. οὐ γὰρ προσήκαντο τὴν διὰ πίστεως σωτηρίαν, καὶ τὴν ἐν Χριστῷ δικαίωσιν. ἐνόμισαν δὲ αὐτοῖς ἀρκεῖν τὰ ὡς ἐν σκιαῖς αὐχήματα. ἀπαιτεῖς, φησι, λόγους. διατί εἰς σπέρμα Ἁβραὰμ οἱ ἐκ περιτομῆς λογίζονται ; διατὶ ὁ οὐ λαὸς ἐγένετο λαός ; καὶ οἱ ἐκ περιτομῆς ἐκβάλλονται ; εἶπον μὲν πολλά. ὅτι οὐδόλως σε χρὴ ταῦτα λογοθετεῖν. ὅτι καὶ παρὰ σοὶ τῷ Ἰουδαίῳ, πολλὰ γεγόνασιν ὧν ἀγνοεῖς τοὺς λόγους. νῦν δέ σοι καὶ τοῦτο προστίθημι. ὅτι διὰ τοῦτο οἱ μὲν ἐξ ἐθνῶν ἐδικαιώθησαν. σὺ δὲ οὐκέτι. διότι ἐκεῖνοι ἐκ πίστεως κατέλαβον τὴν δικαίωσιν, καὶ τὴν σωτηρίαν τὴν ἐκ πίστεως. σὺ δὲ φυσιούμενος δικαιωθῆναι διὰ

365
τῶν τοῦ νόμου ἔργων, καὶ τὴν διὰ πίστεως δικαιοσύνην περιορῶν, εἰκότως καὶ τοῦ διὰ πίστεως δικαιωθέντος Ἁβραὰμ ἀλλότριος ὤφθης· καὶ ἀντὶ λαοῦ γέγονας οὐ λαός· καὶ τῆς τῶν πιστῶν σωτηρίας ἐξέπεσες. τι οὖν αἴτιον τοῦ μὴ φθάσαι τὴν δικαιοσύνην ; ὅτι ἐξ ἔργων ἐζήτησας δικαιωθῆναι. τίς δὲ ἐξ ἔργων δικαιοῦται ἄνθρωπος ὢν;

Θεοδώρου Μονάκου. Τί γὰρ εἴποιμεν ἄν ; ὅτι Ἑλλήνων μὲν οὐκ ὀλίγοι τῆς δικαιώσεως ἔτυχον. καίτοι οὐδέποτε εὐσεβείας ἐπιμεληθέντες. πῶς γὰρ, οἱ γε τοῖς εἰδώλοις προσεῖχον ; Ἰουδαίων δὲ ἔξω ταύτης ἐγένοντο οἱ πλεῖστοι· ἄνδρες ἀεὶ τῷ νόμῳ προσέχειν ἐπ’ ἐλπίδι τῆς δικαιώσεως ὑπισχνούμενοι. τὸ μὲν γὰρ νόμον δικαιοσύνης διώκων, περὶ τοῦ Μωσαϊκοῦ λέγει. βουλόμενος εἰπεῖν ὅτι μετήεσαν νόμον, δικαιοσύνην ὑπισχνούμενον, εἴ τις αὐτὸν φυλάττοι. τὸ δὲ “ εἰς νόμον δικαιοσύνης,” κατὰ τὸ οἰκεῖον ἰδίωμα νόμον δικαιοσύνης, τὴν δικαιοσύνην καλῶν. ὡς καὶ νόμον πίστεως, τὴν πίστιν.

Θεοδωρήτου. τινὲς δὲ, οὕτω διελόντες ἀνέγνωσαν. τί οὖν ἐροῦμεν ; κατὰ ἐρώτησιν. εἶτα κατὰ ἀπόκρισιν. “ ὅτι ἔθνη τὰ “ μὴ διώκοντα δικαιοσύνην,” καὶ τὰ ἑξῆς. ἴσθι γάρ, φησι, ὡς ἡ πίστις, αἰτία τοῖς ἔθνεσι τῶν ἀγαθῶν. αὕτη γὰρ αὐτοὺς πάλαι πλανωμένους, καὶ τὴν δικαιοσύνην οὔτε ἔχοντας, οὔτε ζητῆσαι βουληθέντας, τῆς κατὰ χάριν δικαιοσύνης ἠξίωσεν. ὁ δέ γε Ισραὴλ, καίτοι τὸν νόμον κατέχων, καὶ τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου μεταδιώκων, διήμαρτε τοῦ σκοποῦ, καὶ τῆς δικαιοσύνης οὐκ ἔτυχεν. εἶτα πάλιν κατ’ ἐρώτησιν. διατί ; ὅτι ἐνόμισαν ἐξαρκεῖν αὐτοῖς τὴν κατὰ νόμον πολιτείαν, εἰς κτῆσιν δικαιοσύνης, καὶ τῆς πίστεως κατεφρόνησαν. οὐ δὴ χάριν, καὶ τῶν τῆς πίστεως οὐ μετέλαχον δωρεῶν, καὶ τὴν ἐξ ἐκείνης τῆς πολιτείας, οὐκ ἔσχον δικαιοσύνην.