Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Οἰκουμενίου. Ἢ τὸ, συντελῶν δηλοῦ, ὅτι πέρας ἔχουσι πάντες λόγοι γνώσεως καὶ πίστεως Θεοῦ. καὶ οὐκ ἔσται ἕτερος μετὰ τοῦτον τὸν νῦν κηρυττόμενον. ὥσπερ ἦν τὰ Ἰουδαίων, καὶ μετέπεσεν εἰς τὰ νῦν. ἀλλ’ ἐπὶ συντελεία πάσης πίστεως, καὶ παντὸς λόγου, δέδοται ὁ νῦν τῆς πίστεως λόγος. ὁ μὲν γὰρ Μωσαϊκὸς

361
νόμος ἐδόθη, προδιατυποῦντος τοῦ Θεοῦ καὶ προδιαγράφοντος τὸν τῆς χάριτος. τὸν δὲ εὐαγγελικὸν δίδωσι, συντελῶν καὶ συντέμνων. τουτέστιν, ἀπαρτίζων ἅπαντα, καὶ εἰς τέλος ἄριστον ἄγων. τὸ δὲ “ λόγον συντελῶν,” ὡς αἰτίαν τῶν προειρημένων ἀπέδωκεν. ἐπειδὴ γὰρ εἶπε, “ καλέσω τὸν οὐ λαόν μου λαόν μου·” ἵνα μή τις εἴπῃ καὶ τι τοῦτο ; ὥσπερ γὰρ ἐγένοντο ἐκ λαοῦ τινὲς οὐ λαός· οὕτω κἂν ἐξ οὐ λαοῦ λαὸς γένηται, οὐδὲν κωλύει καὶ τούτους πάλιν γενέσθαι οὐ λαόν. οὐχ οὕτω φησὶν, λόγον συντελῶν. ἐκεῖνα μὲν γὰρ, μετέπιπτεν ἐπὶ τὸ κρεῖττον· πάντων ὠφειλόντων μεταρρυθμίζεσθαι· νῦν δὲ, οὐκέτι. ὅτι τετελειωμένη ἐστὶν ἡ νῦν κλῆσις, καὶ ἡ πνευματικὴ νομοθεσία. ἄλλως τε ἐπειδὴ εἶπεν, “ ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν “ υἱῶν Ἰσραήλ,” καὶ τὰ ἑξῆς. ἵνα μὴ εἴπωσιν, ὅτι πολλάκις ἐπαγγελιῶν πολλῶν ἀκούσαντες, ἣ οὐδόλως ἐτύχομεν, ἣ μετὰ μικρὸν χρόνον· καὶ γὰρ πολλῶν ἐξέπιπτον διὰ τὴν ἀχαριστίαν καὶ ἀγνωμοσύνην αὐτῶν· οὐχ οὕτω καὶ νῦν φησὶν, ἀλλ’ ἐὰν βούλησθε, τελεία καὶ σύντομος ἐπὶ χεῖρας ὑμῶν ἐστιν ἡ σωτηρία.

Χρυσοστόμου. Μῆ οὖν νομίζετε, ὦ Ἰουδαῖοι, ὅτι ἡ εὐαγγελικὴ νομοθεσία ὥσπερ ἡ Μωσαϊκὴ παυθήσεται. ἐκείνη τύπος ἦν. πρὸς ἄλλην ἔβλεπε τελειότητα. ἡ δὲ δεσποτικὴ νομοθεσία, τετελειωμένη ἐστί. πρὸς ταύτην ἔβλεπεν ἡ Μωσαϊκή· ταύτης τύπος ἦν. ἐν αὐτῇ γάρ ἐστιν ἡ ἀληθινὴ καὶ τελεία δικαίωσις ἡμῶν καὶ σωτηρία. καὶ μετὰ ταύτην, οὐκ ἔστιν ἄλλη. αὕτη δὲ, ἀεὶ ἔσται. ταῦτα δὲ δηλονότι φησὶ, προτρέπων εἰς τὴν εἰς Χριστὸν πίστιν καὶ τὴν πολιτείαν τὴν κατὰ τὸ εὐαγγέλιον. Καὶ καθὼς προείρηκεν Ἠσαίας, εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.

Χρυσοστόμου. Πάλιν ἐνταῦθα ἄλλο τι δείκνυσιν· ὅτι οὐδὲ αὐτοὶ οἱ ὀλίγοι οἴκοθεν διεσώθησαν. καὶ γὰρ οὗτοι ἀπώλοντο ἃν, καὶ τὰ Σοδόμων ἔπαθον. τουτέστι, πανωλεθρίαν ὑπέμειναν. καὶ γὰρ καὶ ἐκεῖνοι πρόρριζον πάντες ἀπώλοντο, καὶ οὐδὲ τὸ τυχὸν σπέρμα αὐτῶν κατέλιπον. καὶ οὗτοι οὑν φησι, ὡς ἐκεῖνοι ἃν ἐγένοντο, εἰ μὴ πολλῇ ὁ Θεὸς ἐχρήσατο τῇ ἀγαθότητι, καὶ διετήρησε

362
διὰ τῆς πίστεως αὐτούς. τοῦτο δὲ καὶ ἐπὶ τῆς αἰσθητῆς γέγονεν αἰχμαλωσίας. οἱ μὲν γὰρ πλείους ἀπήχθησαν καὶ ἀπώλοντο, ὀλίγοι δὲ διεσώθησαν.

Θεοδωρήτου. Οὓς τοίνυν ἄνω κατάλειμμα προσηγόρευσε, τούτους ὠνόμασε σπέρμα. δι’ οὓς ὁ προφήτης ἔφη τὰ Σοδόμων καὶ Γομόρρων μὴ παθεῖν Ἰουδαίους· ἐκεῖνοι γὰρ πανωλεθρίαν ὑπέμειναν.

Κυρίλλου, Διὰ δὲ τούτων δειδίττεται καὶ ἐπιτιμᾷ αὐτοῖς. ὡς εἰ μὴ πάντως τινὲς πιστεύσουσι τῷ Χριστῷ ἀπ’ αὐτῶν, Σοδόμων καὶ Γομόρρας οὐδὲν ἃν διενηνοχότες εἴητε, εἰ καὶ ἐπὶ τῇ συγγενείᾳ τοῦ Ἁβραὰμ ἐναβρύνεσθε. ἣ μᾶλλον πρὸς τὸ, ποιήσει τὸν συντετμημένον λόγον λόγον ἐκληπτέον τὴν προφητικὴν ῥῆσιν. εἰ μὴ ἐποίησε, φησὶν, τοῦτο ὁ Κύριος, καὶ ἔδωκεν ἡμῖν τὸν τέλειον τοῦ εὐαγγελίου νόμον, διὰ τοῦ υἱοῦ αὐτοῦ, εἰς δικαίωσιν καὶ σωτηρίαν ἡμῶν, πάντες ἃν ὡς Σόδομα ἐγενήθημεν. τὸ γὰρ σπέρμα, τὸν εὐαγγελικὸν νόμον σημαίνει· ὡς καὶ ὁ Κύριος φησίν· “ ἐξῆλθεν “ ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ.” τὸ δὲ ἐγκατέλιπεν, ὅτι οὐ μόνον φησὶ ἔσπειρεν, ἀλλ’ οὐδὲ εἴασεν αὐτὸ ἀναρπασθῆναι ὑπὸ τῶν πετεινῶν ἢ διαφθαρῆναι ὑπὸ ἑτέρων τινῶν ἀκαθάρτων πνευμάτων ἢ λογισμῶν. ἀλλὰ καὶ ἔσπειρε καὶ διετήρησεν, ὥστε ἐγκαταλειφθῆναι ἡμῖν, καὶ εἰς γεωργίαν καὶ καρπὸν προελθεῖν. δύναιο δ᾿ ἃν σπέρμα καὶ τοὺς Ἀποστόλους ἐκλαβεῖν. οἳ ἐκ πάντων τῶν Ἰουδαίων ὡς σπέρμα ἀφαιρεθέντες, τῇ οἰκουμένῃ ἐγκατελείφθησαν. καὶ τὰ ἔθνη πάντα τῆς ἐκκλησίας ἐγεώργησαν. καὶ γὰρ ἐν τῷ εὐαγγελίῳ ἡ τῆς ζύμης παραβολὴ, καὶ αὐτοῖς ἐφαρμόζουσα τοῖς πατράσιν ἡμῶν, οὐκ ὀλίγοις παρείληπται. ὅσον οὖν, φησι, εἰς τὴν Ἰουδαίων ἧκεν ἀπιστίαν, ὡς Σόδομα καὶ ὡς Γόμορρα ἂν ἐγενήθημεν. ἀλλὰ τὸ ἀπὸ Κυρίου Σαβαὼθ ἐγκαταλειφθὲν ἡμῖν σπέρμα οἱ Ἀπόστολοι καὶ τὰ ἔθνη καρποφορήσαντες, καὶ πολύχουν τὸ γεώργιον δείξαντες, τὰς εἰς τὸν Ἁβραὰμ γεγενημένας ἐπαγγελίας ἐπ’ αὐτῶν ἀληθευούσας καὶ τελειουμένας δεικνύουσιν.

Τοῦ Θεοδόγου Ἐκ Τοῦ Περὶ Υἱοῦ Β΄ Λόγος. Ἐγκατέλιπε δὲ σπέρμα, διά τε τὴν αὐτοῦ χάριν καὶ τὴν τῶν καταλειφθέντων εὐγνωμοσύνην. “ Κύριος Σαβαὼθ,” τουτέστι, δυνάμεων ἣ στρατιωτων η κυριευόντων.

363

Οἰκουμενίου. Δύνασαι σπέρμα ἐνταῦθα καλέσαι καὶ τὸν Χριστόν· ὡς καὶ τῷ ἁγίῳ Κυρίλλῳ δοκεῖ.