Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν, καὶ γνώρισαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν· καὶ ἵνα γνωρίση τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν αὐτοῦ, οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν.

Τοῦ Χρυσοστόμου. Ἐπιστομίσας τὴν ἄκαιρον τῶν ἀντιλεγόντων φιλονεικίαν, μετὰ τῆς προσηκούσης ὑπερβολῆς, ἐπάγει λοιπὸν καὶ τὴν λύσιν. τίς οὖν ἡ λύσις ; σκεῦος ὀργῆς ἦν Φαραώ· τουτέστιν ἄνθρωπος, τοῦ Θεοῦ τὴν ὀργὴν ἀνάπτων, διὰ τῆς οἰκείας σκληρότητος. πολλῆς γὰρ ἀπολαύσας μακροθυμίας, οὐκ ἐγένετο βελτίων, ἀλλ’ ἀδιόρθωτος ἔμενε. διὸ οὐδὲ σκεῦος ὀργῆς αὐτὸν ἐκάλεσε μόνον, ἀλλὰ “ κατηρτισμένον εἰς ἀπώλειαν.” τουτέστιν, ἀπηρτισμένον· οἴκοθεν μέντοι καὶ παρ’ ἑαυτοῦ. οὔτε γὰρ ὁ Θεὸς ἐνέλιπέ τι τῶν εἰς τὴν διόρθωσιν ἡκόντων τὴν ἐκείνου, οὔτε αὐτὸς ἐνέλιπέ τι τῶν ἀπολλύντων αὐτὸν, καὶ πάσης ἀποστερούντων συγγνώμης. ἀλλ’ ὅμως καὶ ταῦτα εἰδὼς ὁ Θεὸς, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ· βουλόμενος αὐτὸν εἰς μετάνοιαν ἀγαγεῖν. ἐπεὶ δὲ οὐκ ἐθέλησεν ἐκεῖνος εἰς μετάνοιαν τῇ μακροθυμίᾳ χρήσασθαι, ἀλλὰ ἀπήρτισεν ἑαυτὸν εἰς ὀργὴν, ἐχρήσατο αὐτῷ εἰς τὴν ἑτέρων διόρθωσιν· διὰ τῆς εἰς ἐκεῖνον κολάσεως, ἑτέρους σπουδαιοτέρους ποιῶν· καὶ τὴν δύναμιν αὐτοῦ, ταύτῃ δεικνύς.

Ὁτι δὲ οὐ βούλεται ὁ Θεὸς οὕτως αὐτοῦ γνωρίσαι τὸ δυνατόν· ἀλλὰ δι’ ὧν εὐεργετεῖ, καὶ τοῦτο διὰ πάντων ἐδήλωσεν ἄνωθεν. ἀλλ’ ἐπειδὴ ἐμακροθύμησε μὲν, εἰς μετάνοιαν ἵνα ἀγάγῃ· οὐ μετενόησε δὲ ἐκεῖνος, ἤνεγκεν αὐτὸν ἐπὶ πολὺν χρόνον· ὁμοῦ μὲν τὴν αὐτοῦ χρηστότητα ἐπιδεικνύμενος, ὁμοῦ δὲ καὶ τὴν δύναμιν, εἰ μὴ βουληθείη τι κερδάναι ἀπὸ τῆς πολλῆς μακροθυμίας. ὥσπερ

352
οὖν τοῦτον ἀδιόρθωτον μείναντα κολάσας, ἔδειξεν αὐτοῦ τὴν δύναμιν· οὐτῶ τοὺς πολλὰ ἁμαρτήσαντας καὶ μετανοήσαντας ἐλεήσας, ἐδήλωσεν αὐτοῦ τὴν φιλανθρωπίαν. ἀλλ’ οὐκ εἶπε τὴν φιλανθρωπίαν, ἀλλὰ τὴν δόξαν. δεικνὺς ὅτι τοῦτο μάλιστα δόξα Θεοῦ· καὶ τοῦτο πρὸ τῶν ἄλλων ἐσπούδακεν. ὅταν δὲ λέγῃ “ ἃ προητοίμασεν “ εἰς δόξαν,” τοῦ Θεοῦ τὸ πᾶν εἶναι φησί. ἐπεὶ δὲ τοῦτο ἦν, οὐδὲν ἐκώλυεν ἁπάντας σώζεσθαι. ἀλλὰ πάλιν αὐτοῦ τὴν πρόγνωσιν δείκνυσιν· ἀναιρεῖ τὲ τὸ μέσον Ἰουδαίων καὶ ἐθνῶν. καὶ οὐ μικρὰν ἐντεῦθεν τῷ λόγῳ κατασκευάζει πάλιν ἀπολογίαν. οὐδὲ γὰρ μόνον ἐπὶ τῶν Ἰουδαίων, οἱ μὲν, ἀπώλοντο, οἱ δὲ, ἐσώθησαν. ἀλλὰ καὶ ἐπὶ τῶν ἐθνῶν τοῦτο γέγονε. διόπερ οὐ λέγει τὰ ἔθνη πάντα, ἀλλ’ “ ἐξ ἐθνῶν.” οὐδὲ Ἰουδαίους πάντας, ἀλλὰ “ τοὺς ἀπὸ Ἰουδαίων. ὥσπερ οὖν ὁ Φαραὼ σκεῦος ὀργῆς γέγονεν, ἀπὸ τῆς οἰκείας παρανομίας, οὕτω καὶ οὗτοι σκεύη ἐλέους, ἀπὸ τῆς οἰκείας εὐγνωμοσύνης. εἰ γὰρ καὶ τὸ πλεῖστον ἐστὶ τοῦ Θεοῦ, ἀλλ’ ὅμως καὶ αὐτοὶ y συνεισηνέγκαμεν. διὸ οὐδὲ εἶπε σκεύη κατορθωμάτων, οὐδὲ σκεύη παρρησίας, ἀλλὰ “ σκεύη ἐλέους.” δεικνὺς, ὅτι τὸ πᾶν ἐστὶ τοῦ Θεοῦ. καὶ γὰρ τὸ, “ οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος,” εἰ καὶ ἐν τάξει ἀντιθέσεως εἴρηται, ἀλλ’ ὅμως καὶ παρὰ τοῦ Παύλου λεγόμενον, ἀπορίαν οὐδεμίαν φέρει. ὅταν γὰρ εἴπῃ, “ οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος,” οὐ τὴν ἐξουσίαν ἀναιρεῖ· ἀλλὰ δείκνυσιν ὅτι οὐ τὸ πᾶν αὐτοῦ ἐστιν, ἀλλὰ δεῖται τῆς ἄνωθεν χάριτος. ἔδει μὲν γὰρ καὶ θέλειν καὶ τρέχειν· θαρρεῖν δὲ μὴ τοῖς οἰκείοις πόνοις, ἀλλὰ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ.

Καὶ καλῶς εἶπεν “ ἃ προητοίμασεν εἰς δόξαν.” ἐπειδὴ γὰρ τοῦτο ὠνείδιζον, ὅτι χάριτι ἐσώθησαν· καὶ καταισχύνειν αὐτοὺς ’νόμιζον· ἐκ πολλῆς τῆς περιουσίας ταύτην ἀναιρεῖ τὴν ὑπόνοιαν. εἰ γὰρ τῷ Θεῷ δόξαν τὸ πρᾶγμα ἤνεγκε, πολλῷ μᾶλλον ἐκείνοις. δι’ ὧν καὶ ὁ Θεὸς ἐδοξάσθη. σκόπει δὲ αὐτοῦ σοφίαν ἄφατον. δυνάμενος γὰρ μὴ τὸν Φαραὼ παρενεγκεῖν εἰς τὸν περὶ τῶν κολαζομένων λόγον, ἀλλ’ ἐξ Ἰουδαίων τοὺς ἡμαρτηκότας, καὶ σαφέστερον μᾶλλον ποιῆσαι τὸν λόγον, καὶ δεῖξαι ὅτι ἔνθα οἱ αὐτοὶ πατέρες, ἔνθα τὰ αὐτὰ ἁμαρτήματα, οἱ μὲν, ἀπώλοντο, οἱ δὲ, [*](y I. marg. a m. r. τὶ μικρόν.)

353
ἐσώθησαν. καὶ πεῖσαι μηκέτι διαπορεῖν. εἰ καὶ ἐξ ἐθνῶν τινὲς ἐσώθησαν, Ἰουδαίων ἀπολομένων. ἵνα μὴ ποιήσῃ τὸν λόγον φορτικὸν, τὴν μὲν τῆς κολάσεως ἐπίδειξιν, ἀπὸ τοῦ βαρβάρου παράγει. ὥστε μὴ ἀναγκασθῆναι αὐτοὺς σκεύη ὀργῆς καλέσαι. τοὺς δὲ ἐλεουμένους, ἀπὸ τοῦ δήμου τῶν Ἰουδαίων παράγει. πόθεν οὖν οἱ μὲν, σκεύη ὀργῆς, οἱ δὲ ἐλέους ; ἀπὸ προαιρέσεως οἰκείας. ὁ δὲ Θεὸς σφόδρα ἀγαθὸς ὣν, ἐπ’ ἀμφοτέρων τὴν αὐτὴν ἐπιδείκνυται χρηστότητα. καὶ γὰρ οὐχὶ τοὺς σωζομένους ἠλέησε μόνον, ἀλλὰ καὶ τὸν Φαραώ, τε αὐτοῖς μέρος. τῆς γὰρ αὐτῆς μακροθυμίας, καὶ ἐκεῖνοι καὶ οὗτος ἀπήλαυσαν· εἰ δὲ μὴ ἐκεῖνος ἐσώθη, παρὰ την αὐτοῦ γνώμην τὸ πὰν·

Κυρίλλου. Τὸ μὲν οὖν “ ἐξήγειρά σε” πρὸς τὸν Φαραὼ εἰρημένον, οὐ τὸ, ἔκτισα σημαίνει· κέκληκα δὲ, ἕλ’ τὸ θελῆσαι ἀντιπράττειν ἐμοί. καὶ οὐκ ἐν ἀρχῇ τῆς γεννήσεως, ἀλλ’ ὅτε Μώσης ἀπεστέλλετο λυτρωσόμενος τὸν Ἰσραήλ. ἐπὶ ποίοις δέ τισιν, ἢ καὶ ὅτου χάριν, ὁ μέγας ἡμῖν διατρανώσει Παῦλος. “ θέλων γὰρ,” φησι, “ ἐνδείξασθαι τὴν ὀργήν,” καὶ τὰ ἑξῆς. πεπλάνηται γὰρ ἡ σύμπασα γῆ, κάταγε τοὺς ἄνωθεν ἔτι καιρούς. οἱ μὲν γὰρ, τῇ κτίσει λελατρεύκασιν, οἱ δὲ, τὸ δοκοῦν ἐποιοῦντο σέβας. κέκληται δὲ μόλις εἰς ἐπίγνωσιν Ἁβραάμ. ἀνέφυ τὲ οὕτω τὸ ἐξ αὐτοῦ γένος, ταῖς εἰς Θεὸν λατρείαις προσκείμενον. ἐπειδὴ δὲ καὶ αὐτοὶ κατέβησαν εἰς Αἴγυπτον, εἶτα χρόνους ἐν αὐτῇ διατετρίβασι μακροὺς, κατώλισθον εἰς ἀπάτην, καὶ τοῖς ἐγχωρίοις λελατρεύκασι Θεοῖς. ἀλλ’ ἐμέμνητο Θεὸς τῶν τοῖς πατράσιν ἐπηγγελμένων· καὶ προκεχείριστο μὲν εἰς ἀποστολὴν ὁ Μώσης, ἵνα τῆς δουλείας ἀπολύσῃ τὸν Ἰσραήλ. ἀλλ’ ἦν ἀναγκαῖον καὶ τοῖς καλουμένοις εἰς τὴν ὑπ’ αὐτὸν λατρείαν καὶ πᾶσι τοῖς ἐπὶ γῆς, τὸ μὴ πυθέσθαι μόνον, ὅτι πεφανέρωται διὰ χρόνων μακρῶν ὁ τῶν Εβραίων Θεός· ἀλλὰ γὰρ καὶ ταῖς ἄγαν θαυματουργίαις προσεμπεδοῦσθαι εἰς τὴν ὑπ’ αὐτὸν πίστιν καὶ δόξαν· ὅτι μὴ κατὰ τοὺς ἄλλους ἔστι θεοὺς, ἄφωνός τε καὶ ἄναλκις· πηδαλιουχεῖ δὲ μᾶλλον τὸ σύμπαν αὐτός. καὶ ὅτι τοῖς ἀντιπράττουσι τοῖς αὐτοῦ νεύμασι, κατασκήπτουσιν ὀργαί. ἀλλ’ ἔδει πάλιν τερατουργεῖν ἐθέλοντα τὸν Θεὸν, εὐαφόρμως ὁρᾶσθαι πρὸς τοῦτο ἰόντα. ἐξεγήγερται τοίνυν ὁ Φαραὼ πρὸς ἀντίστασιν οἰκονομικῶς· καὶ κατε-

354
σκληρύνετο τῆς θείας δυνάμεως. ταύτῃ τοι, ἐκολάζετο οὐκ ἀδίκως. ἀνόσιός τε γὰρ ἦν καὶ εἰδωλολάτρης· κατῄκιζέ τε τῷ πηλῷ καὶ τῇ πλινθείᾳ τὸν Ἰσραήλ· καὶ μισθὸν αὐτοῖς ἐπήρτισε, πόνον. διὸ καὶ σκεῦος ὀργῆς κεχρημάτικεν ἀναγκαίως, καὶ κατήρτιστο εἰς ἀπώλειαν. τουτέστιν, εἰς τοῦτο φαυλότητος διήλασε τρόπων, ὡς σκεῦος εἶναι λοιπὸν ὀργῆς τὲ καὶ ἀπωλείας. τούτῳ Θεὸς προσεχρήσατο πρὸς ἔνδειξιν τῆς ἐνούσης ἰσχύος αὐτῷ, ἵνα διαγγελῇ τὸ ὄνομα αὐτοῦ ἐν πάσῃ τῇ γῇ, καὶ ἵνα παθὼν αὐτὸς, ὁρῷτο τοῦ παθεῖν ἄξιος· ᾦγε τὸ παθεῖν ὠφείλετο διὰ πρώτας ἁμαρτίας, καὶ εἰ μὴ προσκέκρουκε διὰ τῶν δευτέρων. οὐκοῦν λελύσθω πᾶς λόγος καὶ φλυαρία κατὰ τοῦ Θεοῦ. θέλων γὰρ ἐνδείξασθαι τὴν ὀργὴν, καὶ γνωρίσαι τὸ δυνατὸν, ἤνεγκε πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, ἵνα ὠφελήσῃ σκεύη ἐλέους. τουτέστι, τοὺς ἠλεημένους διὰ πίστεως· κεκλήμεθα γὰρ οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν.

Γενναδίου. Βούλεται τοίνυν ὁ Παῦλος εἰπεῖν ἐν τούτοις, λίαν εἴρηται κάλλιστα πρός τε τὸν Μωσέα, “ ἐλεήσω ὃν ἂν ἐλεῶ, “ καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω.” καὶ πρὸς τὸν Φαραὼ, τὸ, “ εἰς “ αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν “ μου.” θέλων γάρ, φησι, ὁ Θεὸς γνώριμον ἅπασι τὴν οἰκείαν ἐργάσασθαι δύναμιν. μεθ’ ἧς τοὺς μὲν ὀργῆς ἀξίους, κολάσει. τοὺς δὲ οἰκτιρμῶν, ἐλεήσει· τὰ κατὰ τοὺς Αἰγυπτίους καὶ τοὺς Ἰσραηλίτας ἐπραγματεύσατο. διδασκαλίαν τῆς οἰκείας δικαιοκρισίας, ταύτην κοινὴν τῷ κόσμῳ προθείς. παμπονήρων γὰρ καὶ δυσσεβῶν ὄντων τῶν περὶ τὸν Φαραὼ, καὶ τὴν ἐσχάτην δίκην ὑπομεῖναι δικαίων, μακροθυμίᾳ μὲν τὴν κατ’ αὐτῶν ἀνεβάλετο τιμωρίαν, καὶ συνεχώρησεν ὑψωθῆναι κατὰ τοῦ ἰδίου λαοῦ. περιβλέπτους δὲ καὶ περιβοήτους ἤδη δι’ ὠμότητα καταστάντας, ἐμφανῶς ἀπολώλεκε. καὶ τὸ τῶν Ἰσραηλιτῶν ἐλεήσας, πανδημεὶ διεσώσατο γένος. αὕτη μὲν τῆς ἀποστολικῆς ῥήσεως ἡ διάνοια. ἐνδεῖ δὲ αὐτῇ πρὸς ἀποπλήρωσιν, τὸ τοῦτο μέμφῃ. ἵνα ᾖ τοιοῦτον τὸ πᾶν. εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργήν· καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν. καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν, τοῦτο κατηγορεῖς ; πλη-

355
ῥώσας μέντοι τὰ πρὸς τὴν παροῦσαν ἀντίθεσιν ἄχρι τούτου, πρὸς τὴν τοῦ ζητήματος ἔρχεται λύσιν. ἀκόλουθον τοῖς προκειμένοις τὴν ἀπὸ τῆς παρενθέσεως ἐπάνοδον πρὸς τὰ πρότερα ποιησάμενος. εἰπὼν γὰρ “ ἃ προητοίμασεν εἰς δόξαν,” εἰρημένον περὶ τῶν ἐξ Αἰγύπτου, συνῆψεν, “ οὓς καὶ ἐκάλεσεν ὑμᾶς, οὐ μόνον ἐξ Ἰου- “ δαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν.” ὥστε καὶ νῦν παραπλησίως φησὶ τῇ αὐτοῦ κρίσει τὲ καὶ προγνώσει δικαία τοὺς ἐξ Ἰουδαίων τὲ ἡμᾶς καὶ ἐθνῶν προσδραμόντας αὐτῷ κέκληκεν ὁ Θεός· καταλελοιπὼς τοὺς οὐ βουληθέντας. καὶ καινὸν οὐδὲν παρὰ τὰ πρόσθεν ἐστὶ τὸ συμβὰν ἐφ’ ἡμῶν.

Θεοδωρήτου. Ἔφη δέ τις ὑποστίξαι δεῖν, εἰς τὸ, “ εἰ δέ.” λέγειν εἰπὼν τὸν Ἀπόστολον. εἰ τοῦτο ποθεῖς μαθεῖν, τίνος ἕνεκα πλειόνων ἁμαρτανόντων, τοὺς μὲν, κολάζει, τοὺς δὲ, δι’ ἐκείνων εὐεργετεῖ. καὶ πολλῶν τὴν ἀρετὴν μετιόντων· τοὺς μὲν, περιφανεῖς ἀποφαίνει· τοῖς δὲ, διὰ τούτων ὑποφαίνει τὰς τῶν μελλόντων ἐλπίδας, ἄκουσον τῶν ἑξῆς. “ θέλων γάρ,” φησι, “ ὁ Θεὸς ἐνδεί- “ ξασθαι τὴν ὀργὴν,” καὶ τὰ ἑξῆς. δι’ ὧν τοῦτο ἐμφαίνει, οὐχ ὁ Θεὸς δημιουργὸς τῆς τοῦ Φαραὼ πονηρίας, ἀλλ’ αὐτὸς τῇ μακροθυμίᾳ συνήθως ἐχρήσατο· ἐκεῖνος δὲ ὑπέλαβε τὴν μακροθυμίαν ἀσθένειαν· καὶ διὰ ταύτης τὴν οἰκείαν ηὔξησεν ἀπείθειαν. ἀλλ’ ὅμως σοφὸς ὢν τῶν ὅλων ὁ πρύτανις, καὶ τούτῳ δικαίαν τὴν τιμωρίαν ἐπήγαγε, καὶ ἐκ τῆς τούτου πονηρίας τοῖς ἄλλοις ἀλεξίκακον κατεσκεύασε φάρμακον. οὕτω καὶ ὁ Θεὸς, οὐκ ἠβούλετο μὲν τὸν Φαραὼ τῆς τιμωρίας μεταλαχεῖν. ἐπειδὴ δὲ εἰς πολλὴν ἐκεῖνος θηριωδίαν ἐξώκειλε, παντοδαπὰς μὲν αὐτῷ τιμωρίας ἐπήγαγε· τὴν δὲ οἰκείαν πᾶσιν ἀνθρώποις ἐπέδειξε δύναμιν. σκεύη δὲ ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν καλεῖ, τοὺς αὐθαιρέτῳ γνώμῃ τοῦτο γεγενημένους. τοῦτο γὰρ καὶ Τιμοθέῳ γέγραφεν· “ ἐν οἰκίᾳ “ μεγάλῃ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ “ ξύλινα καὶ ὀστράκινα. καὶ τὰ μὲν, εἰς τιμὴν, τὰ δὲ, εἰς ἀτι- “ μίαν.” καὶ διδάσκων ὡς ἑκών τις τοῦτο γίνεται ἢ ἐκεῖνο, ἐπήγαγεν, “ ἐὰν οὖν τις ἑαυτὸν ἐκκαθάρῃ ἀπὸ τῶν τοιούτων, ἔσται “ σκεῦος εἰς τιμὴν ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ· εἰς “ πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον,” οὕτω καὶ σκεύη ἐλέους ἐκάλεσε, τοὺς τῆς θείας φιλανθρωπίας ἀξίους. τὸ δὲ, “ ἃ προητοί-

356
“ μασεν εἰς δόξαν,” τὴν πρόγνωσιν τὴν θείαν παραδηλοῖ. τοῦτο γὰρ καὶ ἐν τοῖς πρόσθεν εἴρηκεν. “ οὓς προέγνω, καὶ προώ- “ρισεν.”

Βασιδείου Ἐκ Τοῦ, Ὅτι Οὐκ Ἔστιν Αἴτιοσ Τῶν Κακῶν ὁ Θεός. Ὥστε κἂν λέγῃ ὁ Ἀπόστολος “ σκεύη ὀργῆς κατηρτι- “ σμένα εἰς ἀπώλειαν,” μὴ κατασκευήν τινα πονηρὰν οἰηθῶμεν, τοῦ Φαραὼ εἶναι. οὕτω γὰρ ἐπὶ τὸν κατασκευάσαντα δικαιότερον ἡ αἰτία μετενεχθήσεται. ἀλλ’ ὅταν ἀκούσῃς “ σκεύη,” νόει, ὅτι ἕκαστος ἡμῶν πρός τι χρήσιμος πεποίηται. καὶ ὥσπερ ἐν τῇ μεγάλῃ οἰκίᾳ, τὸ μέν ἐστι σκεῦος χρυσοῦν· τὸ δὲ, ἀργυροῦν, τὸ δὲ ὀστράκινον· τῆς προαιρέσεως ἑκάστου τὴν πρὸς τὰς ὕλας ὁμοιότητα παρεχομένης. καὶ χρυσοῦν μέν ἐστι σκεῦος, ὁ καθαρὸς τὸν τρόπον καὶ ἄδολος· ἀργυροῦν δὲ, ὁ ὑποδέστερος ἐκείνου κατὰ τὴν ἀξίαν· ὀστράκινον δὲ, ὁ τὰ γήινα φρονῶν καὶ πρὸς συντριβὴν ἐπιτήδειος. καὶ ξύλινον, ὁ εὐκόλως διὰ τῆς ἁμαρτίας καταρρυπτούμενος, καὶ ὕλη γινόμενος τῷ αἰωνίῳ πυρί. οὕτω καὶ ὀργῆς σκεῦος ὁ πᾶσαν τὴν τοῦ διαβόλου ἐνέργειαν ὥσπερ ἀγγεῖον χωρήσας, καὶ διὰ τὴν ἐγγενομένην αὐτῷ ἐκ τῆς φθορᾶς δυσωδίαν, οὐκέτι ἀχθῆναι πρὸς χρῆσιν δυνάμενος. ἀλλ’ ἀφανισμοῦ μόνου καὶ ἀπωλείας ὣν ἄξιος. διόπερ ἐπειδὴ ἔδει συντριβῆναι αὐτὸν, ὁ φρόνιμος καὶ πιστὸς τῶν ψυχῶν οἰκονόμος, διῳκήσατο αὐτὸν περιφανῆ γενέσθαι καὶ πᾶσιν ἐξάκουστον. ἵνα ἄλλοις γοῦν ὠφέλιμος διὰ τοῦ πάθους γένηται. ἐπειδὴ αὐτὸς ὑπὸ τῆς ἄγαν κακίας ἀνίατος ἦν.

Δ(??), (sic). Εἰ δὲ λέγεις, τίνος ἕνεκεν προγινώσκων ὁ Θεὸς τοὺς τοιούτους ἁμαρτάνειν μέλλοντας καὶ μὴ μετανοεῖν, ἔκτισεν, ἄκουσον. ὁ Θεὸς δι’ ἀγαθότητα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει τὰ γινόμενα· καὶ τῶν πάντων ἐσομένων προγνώστης ἐστίν. εἰ μὲν οὖν μὴ ἔμελλον ἔσεσθαι, οὐδ’ ἂν κακοὶ ἔμελλον ἔσεσθαι. πρῶτον γὰρ τὸ εἶναι, καὶ τότε τὸ, καλὸν ἢ κακὸν εἶναι. εἰ δὲ μέλλοντας ἔσεσθαι διὰ τὴν τοῦ Θεοῦ ἀγαθότητα, τὸ κακοὺς ἐξ οἰκείας προαιρέσεως μέλλειν ἔσεσθαι, ἐκώλυσεν αὐτοὺς γενέσθαι, ἐνίκα ἂν τὴν τοῦ Θεοῦ ἀγαθότητα. ποιεῖ τοιγαροῦν ὡς Θεὸς ἀγαθὰ ἅπαντα, ἃ ποιεῖ. ἕκαστος δὲ ἐξ οἰκείας προαιρέσεως, καλός τε καὶ κακὸς γίνεται. εἰ καὶ τοίνυν ἔφη ὁ Κόριος, “ συνέφερε τῷ

357
“ἀνθρώπῳ ἐκείνῳ εἰ οὐκ ἐγεννήθη,” οὐ τὴν οἰκείαν κτίσιν κακίζων ἔλεγεν, ἀλλὰ τὴν ἐξ οἰκείας προαιρέσεως καὶ ῥαθυμίας ἐπιγενο- μένην τῷ κτίσματι αὐτοῦ κακίαν. ἡ γὰρ τῆς οἰκείας γνώμης ῥαθυμία, ἄχρηστον αὐτῷ τὴν τοῦ δημιουργοῦ εὐεργεσίαν ἐποίησεν. ὥσπερ ἃν εἴ τις πλοῦτον καὶ ἀρχὴν παρὰ βασιλέως ἐγχειρισθεὶς, τυραννήσῃ τὸν εὐεργέτην. ὃν ἀξίως χειρωσάμενος τιμωρήσεται, εἰ μέχρι τέλους τῇ τυραννίδι αὐτὸν κατίδοι ἐναπομένοντα.

Οἰκουμενίου. Οὐκ ὀργῆς δὲ πάθει ἥλω ὁ Θεός. ἄπαγε. ἀλλ’ ἐπειδὴ ταῦτα ἐποίησεν ἃ ἡμεῖς ὀργιζόμενοι ποιοῦμεν, ὀργὴν τὸ πρᾶγμα ἐκάλεσεν ἐκ τοῦ ἡμῖν γνωρίμου.

Σευηριανοῦ. τινές γε μὴν ἕτεροι, εἰς τὸ, “εἰ δὲ θέλων ὁ “Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν,” καὶ τὰ ἑξῆς, τὸ, τί οῃας ; ἀπέ- δωκαν, ἔξωθεν ἐλλιπῶς νοούμενον. καὶ τὸ, “ἐν πολλῇ μακροθυμίᾳ.” ἀντὶ τοῦ μετὰ πολλὴν μακροθυμίαν, ἐπήνεγκε τὴν ὀργήν.