Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ Θεῷ; μὴ γένοιτο. τῷ γὰρ Μωϋσῇ λέγει, Ἐλεήσω ὃν ἃν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἃν οἰκτείρω. ἄρα οὖν αὐτοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ, ὅτι εἰς τοῦτο ἐξήγειρά σε, ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. ἄρα οὖν ὃν ἃν θέλῃ ἐλεεῖ· ὃν δὲ θέλει, σκληρύνει. ἐρεῖς οὖν μοι, τί ἔτι μέμφεται; τῷ γὰρ θελήματι αὐτοῦ τίς ἀνθέστηκε; μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, τί με ἐποίησας οὕτως; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;

Χρυσοστόμου. Ὥσπερ φησὶν ἐπὶ τοῦ Ἡσαῦ καὶ τοῦ Ἰακὼβ,

334
οὐκ ἔχει τις εἰπεῖν ἀδικίαν τὸ γεγονὸς, οὕτως οὐδὲ ἐφ’ ἡμῶν καὶ τῶν Ἰουδαίων. εἶτα ἐπάγει ἕτερον τούτου σαφέστερον. ποῖον δὴ τοῦτο; τῷ γὰρ Μωϋσῇ λελάληκεν ὁ Θεὸς, “ ἐλεήσω ὃν ἃν ἐλεῶ, “ καὶ οἰκτειρήσω, ὃν ἃν οἰκτείρω.” καὶ πάλιν αὔξει τὴν ἀντίθεσιν. διὰ μέσου διακόπτων αὐτὴν καὶ λύων, καὶ ἑτέραν πάλιν ἀπορίαν ποιῶν. ἵνα δὲ σαφέστερον γένηται τὸ λεγόμενον, ἑρμηνεῦσαι αὐτὸ ἀναγκαῖον. εἶπε, φησὶν, ὁ Θεὸς, ὅτι μείζων δουλεύσει πρὸ τῆς ὠδῖνος x. τί οὖν; μὴ ἄδικος ὁ Θεός; μὴ γένοιτο. οὐκοῦν ἄκουε καὶ τῶν ἑξῆς. ἐκεῖ μὲν γὰρ, κἂν ἡ ἀρετὴ, καὶ ἡ κακία διέκρινεν, ἐνταῦθα δὲ ἓν τὸ ἁμάρτημα πάντων ἦν Ἰουδαίων, τὸ τῆς μοσχοποιΐας. καὶ ὅς, οἱ μὲν, ἐκολάσθησαν· οἱ δὲ, οὔ. διὸ καὶ ἔλεγεν, ἐλεήσω ὃν ἃν ἐλεῶ. οὐ γὰρ σόν ἐστιν, εἰδέναι, φησὶ, ὦ Μωϋσῆ, τίνες ἄξιοι φιλανθρωπίας. ἐμοὶ παραχώρει τούτου. εἰ δὲ Μωϋσέος οὐκ ἦν εἰδέναι, πολλῷ μᾶλλον ἡμῶν. διὰ γὰρ τοῦτο οὐδὲ ἁπλῶς τέθεικε τὸ εἰρημένον, ἀλλὰ καὶ πρὸς τίνα εἶπεν, ἐμνημόνευσε. τῷ γὰρ Μωϋσῇ φησιν λέγει. ἵνα καὶ τῷ ἀξιώματι τοῦ προσώπου τὸν ἀντιλέγοντα ἐντρέψῃ. εἰπὼν τοίνυν τὴν λύσιν τῶν ἀπορουμένων, διὰ μέσου διακόπτει, πάλιν ἑτέραν ἀντίθεσιν εἰσάγων, καὶ λέγων. “ἄρα “ οὖν οὐ τοῦ τρέχοντος, οὐδὲ τοῦ θέλοντος, ἀλλὰ τοῦ εὐδοκοῦντος “ Θεοῦ· λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ, ὅτι εἰς αὐτὸ τοῦτο ἐξή- “ γειρά σε. ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου. καὶ ὅπως “ διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.” ὥσπερ γὰρ ἐκεῖ, φησιν, οἱ μὲν, ἐσώθησαν. οἱ δὲ, ἐκολάσθησαν. οὕτω καὶ ἐνταῦθα, οὗτος εἰς αὐτὸ τοῦτο ἐτηρεῖτο. εἶτα πάλιν ἀντίθεσιν ἐπάγει. “ ἄρα οὖν “ ὃν ἂν θέλῃ ἐλεεῖ. ὃν δὲ θέλει σκληρύνει. ἐρεῖς οὖν μοί, τι ἔτι “ μέμφεται; τῷ γὰρ βουλήματι τοῦ Θεοῦ τίς ἀνθέστηκεν;”

Ορᾷς πῶς ἐσπούδασεν αὐτὸ ποιῆσαι διὰ πάντων ἄπορον. καὶ οὐδὲ τὴν λύσιν εὐθέως ἐπάγει. συμφερόντως τοῦτο ποιῶν. ἀλλ’ ἐπιστομίζει πρῶτα τὸν ζητοῦντα, λέγων οὕτως. “ μενοῦν γε, ὦ “ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ;” ποιεῖ δὲ τοῦτο, τὴν ἄκαιρον περιεργίαν ἀναστέλλων· καὶ παιδεύων εἰδέναι, τί μὲν Θεὸς, τί δὲ ἄνθρωπος. καὶ πῶς ἀκατάληπτος αὐτοῦ ἡ πρόνοια, καὶ πῶς ἅπαντα αὐτῷ πείθεσθαι δεῖ. καὶ ὅταν τοῦτο κατασκευάσῃ [*](x τῷ ἐλάσσονι a m. rec. superscript.)

335
παρὰ τῷ ἀκροατῇ· καὶ καταλεάνῃ αὐτοῦ τὴν γνώμην, τότε μετὰ πολλῆς εὐκολίας ἐπάγων τὴν λύσιν, εὐπαράδεκτον αὐτῷ ποιήσει τὸ λεγόμενον. καὶ οὐ λέγει ὅτι ἀδύνατον τὰ τοιαῦτα λύειν, ἀλλ’ ὅτι παράνομον τὰ τοιαῦτα ζητεῖν. δεῖ γὰρ πείθεσθαι τοῖς ὑπὸ τοῦ Θεοῦ γινομένοις, καὶ μὴ περιεργάζεσθαι, κἂν τὸν λόγον αὐτῶν ἀγνοῶμεν. διὸ φησίν· “ σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; εἶδες πῶς ἐξηυτέλισε· πῶς κατήνεγκε τὸ φύσημα; σὺ τίς τίς εἶ; κοινωνὸς εἶ τῆς ἀρχῆς; ἀλλὰ δικαστὴς ἐκάθισας τῷ Θεῷ. πρὸς γὰρ τὴν ἐκείνου σύγκρισιν, οὐδὲ εἶναί τι δύνασαι· οὐ τόδε ἣ τόδε, ἀλλ’ οὐδὲ εἶναί τι. τοῦ γὰρ εἰπεῖν οὐδὲν εἶ, πολὺ τὸ εἰπεῖν τίς οὐδαμινώτερον. καὶ ἄλλως πλείονα τὴν ἀγανάκτησιν ἐνδείκνυται τῆ ἐρωτήσει. καὶ οὐκ εἶπε, σὺ τίς εἶ, ὁ ἀποκρινόμενος τῷ Θεῷ; ἀλλ’ “ ὁ ἀνταποκρινόμενος.” τουτέστιν, ὁ ἀντιλέγων, ὁ ἐναντιούμενος. τὸ γὰρ εἰπεῖν ὅτι οὕτως ἔδει, καὶ οὐχ οὕτως ἔδει, ἀνταποκρινομενου ἐστιν.

Κυρίλλου. Ἐπειδὴ τοίνυν εἰκὸς ἦν τῶν φιλεγκλημόνων οἴεσθαι τινὰς ῥοπῆς θελημάτων ἀβασανίστου τυχὸν τοῦ Ἰακὼβ καὶ τοῦ Ἡσαῦ· καὶ τὸν μὲν, ἠγαπῆσθαι, ἰδίᾳ χάριτι κατανεύοντος τοῦ Θεοῦ, τὸν δὲ, μισεῖσθαι, προαναιρῶν ἀναγκαίως ὁ Ἀπόστολος, ὡς ὀλέθριον τὴν ἐπὶ τούτῳ διάληψιν, ταῖς ἄνωθεν ψήφοις πειρᾶται συνηγορεῖν, τοῖς αὐτοῦ λόγοις τὸ ἀντιφέρεσθαι δοκοῦν οἱονεί πὼς ἀνθιστάς. εἰ γὰρ δή, φησι, καὶ πρίν τι δράσαι τὰ βρέφη, ὁ μὲν, τῆς ἀγάπης ἠξίωται, ὁ δὲ, μεμίσηται, τέτακτο δὲ καὶ εἰς δοῦλον τῷ ἐλάσσονι, τάχα που καὶ ἄδικος ὁ Θεός. εἶτα πῶς, φησιν, τοῦτο οὐκ ἀπόπληκτον; εἰ μὲν γὰρ οὐ γέγονεν ἀνὴρ ἀγαθὸς ὁ Ἰακὼβ, εἰ μὴ πονηρὸς ὁ Ἡσαῦ, φαίη τίς ἃν εἰκότως πεπλανῆσθαι τάχα που τὴν πρόγνωσιν· καὶ ῥοπῆς εἰκαίας, καὶ θελημάτων οὐκ ἀσφαλῶν ἔργον γενέσθαι, τὰ ἐπ’ ἀμφοῖν ὡρισμένα. ἐπειδὴ δὲ σκαιὸς μὲν λίαν ἦν ὁ Ἡσαῦ, σοφὸς δὲ ὁ Ἰακὼβ, ἀδικήσειεν ἃν ἡ τοῦ Θεοῦ πρόγνωσις τὸ σύμπαν οὐ χαριζομένη καὶ πρὸ καιροῦ, τῷ μὲν ἀγαθῷ τοὺς τρόπους, τὸ ἀγαπᾶσθαι, τῷ δὲ μὴ τοιούτῳ, τὸ κατακρίνεσθαι. ἀνεξικακῆσαι μὲν γὰρ τὸν Θεὸν, καὶ τὸν τῶν δρωμένων περιμεῖναι καιρὸν, χαλεπὸν οὐδέν. ἵνα ἐξ αὐτῶν ἑκάτερος διαφαίνοιτο τῶν πραγμάτων.

336

Ἐπειδὴ δὲ ἦν ἀναγκαῖον τῆς κατ’ ἐκλογὴν χάριτος, καὶ τῆς ἐν προγνώσει δωρεᾶς προανατυποῦσθαι τὸ μυστήριον, ταύτῃ τοι χρησίμως ὁ τῶν τοιούτων ἡμῖν ἀριστοτέχνης Θεὸς, μονονουχὶ καὶ ἐπεδράττετο τοῦ καιροῦ, καὶ ἐν τῇ τῶν παίδων γενέσει πεπληροφόρηκε τὸν Ἰσαάκ. ὡς εἷς τὲ καὶ μόνος ὑπάρχων ἐξ Ἀβραὰμ, ἀναριθμήτων ἔσται πατὴρ ἐθνῶν τῶν ἐξ ἐπαγγελίας, ὡς καὶ ἐν πίστει κληρωθησομένων. εἰ δὲ δὴ κατὰ γνῶσιν, οὓς ἃν ἕλοιτο τυχὸν, μᾶλλον δὲ καὶ οἷς ἂν εἰκότως τὸ ἐλεεῖσθαι πρέποι, οἰκτείρει· ἔφη γάρ που πρὸς Μωσέα, “ καὶ οἰκτειρήσω ὃν ἃν οἰκτείρω,” πῶς οὐχ ἁπάσης διαβολῆς τυχὸν ἐκτὸς ἔσται τὸ χρῆμα; προαναθρήσας δὲ οἶμαι σαφῶς ὁ Ἀπόστολος, ὡς τάχα που οἰήσονται τινὲς νεύμασι τοῖς θείοις, τοὺς μὲν, εἶναι ἀγαθοὺς, τοὺς δὲ, ἀπειθεῖς, ἀναγκαίως αὐτὸς ἀνθυποφέρει τὰ ἐκ τῆς ἐκείνων ἀμαθίας, καὶ φησὶν, “ ἄρα “ οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος “Θεοῦ.” εἰ γὰρ μεμίσηται μὲν ὁ Ἡσαῦ, καὶ πρίν τι δράσαι τῶν φαύλων· τετίμηται δὲ καὶ πρὸ τῆς εἰς τὸ εἶναι παρόδου ὁ Ἰακώβ. ἐλεεῖ δὲ πάλιν οὓς ἐλεεῖ, πῶς οὐκ ἐκεῖνο λοιπὸν περινοεῖν ἄξιον, ὡς οὐδὲν ὀνίνησιν ὁ τρέχων ἣ θέλων; τουτέστιν, ὁ δράσαι τί τῶν ἀγαθῶν προθυμούμενος. ἀπήρτηται δὲ πάντα τὰ καθ’ ἡμᾶς τῶν παρὰ Θεοῦ νευμάτων. εἶτα τούτοις ἐπισωρεύει καὶ τὰ προσεμπεδοῦν δυνάμενα τὴν ἐπὶ τῷδε δόξαν· καὶ φησὶν, “ λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ, ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε. ὅπως ἐνδείξω- “ μαι ἐν σοὶ τὴν δύναμίν μου.” προσεπάγει δὲ τούτοις τὸ οἱονεὶ συμπέρασμα τοῦ παντὸς προβλήματος, καὶ φησίν. “ ἄρα οὖν ὃν “ ἂν θέλῃ ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. ἐρεῖς οὖν μοι τί ἔτι “ μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ, τίς ἀνθέστηκε;”

Τίς οὖν ἄρα γέγονεν αὐτῷ τῆς ἀπολογίας ὁ τρόπος; ἀσυμφανὴς μὲν λίαν, καὶ τοῖς παρ’ ἐκείνων προβλήμασι τάχα που καὶ ἐπαμύνειν δοκῶν. πλὴν ἀποχρῶν εἰς πληροφορίαν, ὡς οὐκ ἂν γένοιτό τι τῶν ἔξω λόγου τοῦ πρέποντος παρὰ Θεοῦ. διανέμει γὰρ ἑκάστῳ τὸ πρέπον αὐτῷ. κατοικτείρει γὰρ καὶ ἐλεεῖ τοὺς οἷς ἃν ἁρμόσῃ τὸ ἐλεεῖσθαι δεῖν. ὑποφέρει δὲ δίκαις οὐκ εὐθὺς καὶ κατὰ πόδας τῶν αἰτιαμάτων τὰς τιμωρίας· προλαβούσης μᾶλλον μακρᾶς ἀνεξικακίας. ὡς οἴεσθαι που τινὰς καὶ ἀφειδῆσαι μᾶλλον τῶν ἐπὶ

337
γῆς τὸν Θεόν. ἀντεξάγει δὴ οὖν ὁ Παῦλος, καὶ τοῖς ἐκεῖνα λέγουσιν ἀντανίσταται· τοῦ λόγου τὴν δύναμιν ἐπαφεὶς τῷ προσώπῳ τῶν παρενηνεγμένων, Ἡσαῦ φημὶ καὶ Φαραώ. ἔφη τοίνυν ὡς πρὸς ἑκάτερον τῶν ὠνομασμένων, “ ὦ ἄνθρωπε, μενοῦνγε σὺ τίς εἶ ὁ “ ἀνταποκρινόμενος τῷ Θεῷ; μὴ, ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, “ τί με ἐποίησας οὕτως ;” ἀποφαίνει μὲν γὰρ ὡς ἐκ παραδείγματος ἐναργοῦς, ὅτι παγχάλεπον τὸ θείοις κρίμασιν ἐπιτιμᾶν. εἰ γὰρ δή τις ἕλοιτο τὰ εἰκότα φρονεῖν, ἀναδήσει μὲν τῷ πάντα εἰδότι Θεῷ τό γε κρίνειν ἕκαστα, καθ’ ὃν αὐτὸς εἰδείη τρόπον. ἐνδοιάσει δὲ κατ’ οὐδὲν ὡς ἔστιν ὅσιον, ὅπερ ἃν ἕλοιτο δρᾶν, διαπλάττων ἐπ’ ἐξουσίας τὰ ἐφ’ ἑκάστου τυχόν. οὐκοῦν αἰτιᾶται λίαν τοὺς τοῖς θείοις νεύμασιν ἐνιέντας ὅλως τὸν βασανίζοντα νοῦν, πότερα καλῶς ἢ οὐχ οὕτως ἔχει· ἔδει γάρ φησιν ἀπομιμεῖσθαι μᾶλλον αὐτοὺς τὸ διὰ χειρὸς κεραμέως πλαττόμενον, καὶ μετὰ σιγῆς ὑπομένειν τὰ παρὰ Θεοῦ. οὐ γὰρ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, τί με ἐποίησας οὕτως;~

Ἀλλ’ ἴσως καὶ πρός γε τοῦτο τινὲς ἐκεῖνο φασίν· εἰ κεραμέως δίκην καθ’ ὃν ἃν βούλοιτο τρόπον διαπλάττει Θεὸς, ὡς τὸ μὲν, εἰς τιμὴν ποιῆσαι σκεῦος. τὸ δὲ, εἰς ἀτιμίαν· πῶς οὐχ ἁπαστισοῦν ἀναπείθει λόγος, τὸ γεγονὸς οἴεσθαι πάντη τὲ καὶ πάντως τοιοῦτον ἔχειν ’τον τρόπον, καθ’ ὂν καὶ πεποίηται. ὥστε ο μὲν τις ἐστὶν εἰς ἀτιμίαν γεγονὼς, καὶ φύσιν τοιαύτην ἀπεκληρώσατο. πεποίηται δέ τις ἕτερος, ἤγουν ἐξεγήγερται σκληρός· ἵνα, ὡς αὐτὸς φησὶν, διαγγελῇ τὸ ὄνομα αὐτοῦ ἐν πάσῃ τῇ γῇ. ποία τοίνυν ἐστὶ τοῖς πταίουσιν ἡ γραφή. γεγόνασι γὰρ εἰς τοῦτο. πρὸς δὴ τὰ τοιαῦτα φαίη τίς ἃν, ὅτι μάλιστα μὲν οὐκ ἃν ἔχοιεν εἰπεῖν, ὅτι φύσεων διαφορὰς ἐν τούτοις ἡμῖν ἡ τῶν νοημάτων δύναμις ὑπεσήμηνεν. οὐ γὰρ ἔφη πεποιῆσθαι τινὰς ὠμοὺς καὶ ἀπεσκληκότας, ἤγουν εἰς σκεύη ἀτιμίας· οὐδὲ φύσει αὐτοῖς τὴν τοιαύτην ἐκνενέμηκεν ὅλως. ἐκεῖνο δὲ μᾶλλον ἀναπείθει φρονεῖν, ὅτι διαπλάττονται τινὲς οἷά περ σκεύη κεραμεικά· ἃ μὲν εἰς τιμήν· ἃ δὲ εἰς ἀτιμίαν. καὶ τόν γε τοῦ παραδείγματος τρόπον ἐκ προφητικῶν ὑμῖν πεποίηται λόγων. τίνα οὖν τρόπον ἄρα διαπλάττονται τινες οἷά περ ἐκ κεραμέως, οἱ μὲν, εἰς τιμήν· οἱ δὲ, εἰς ἀτιμίαν, καὶ ἐπὶ ποίαις αἰτίαις, εἰδείη τίς ἃν, τοῖς Ἱερεμίου λόγοις ἐντυχών.

338
γέγραπται δὲ οὕτως· “ ἀνάστηθι καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ “ κεραμέως· καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου. καὶ κατέβην εἰς “ τὸν οἶκον τοῦ κεραμέως. καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν “ λίθων. καὶ ἔπαισε x τὸ ἀγγεῖον, ὃ αὐτὸς ἐποίει ἐν ταῖς χερσὶν “ αὐτοῦ. καὶ πάλιν αὐτὸς ἐποίει ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν “ αὐτῷ τοῦ ποιῆσαι. καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων, εἰ “ ὡς ὁ κεραμεὺς οὗτος, οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς οἶκος “ Ἰσραήλ; ἰδοὺ ὡς πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστὲ, ἐν ταῖς χερσί “ μου. πέρας λαλήσω ἐπὶ ἔθνος ἣ ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐ- “ τούς. καὶ ἐπιστρέψουσι τὸ ἔθνος ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν “ αὐτοῦ. καὶ μετανοήσω περὶ τῶν κακῶν ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς.

Ὁρᾷς πῶς πλάττονται τινὲς εἰς τιμὴν τὲ καὶ ἀτιμίαν; οὐ φύσιν λαχόντες τὴν ὦδε πεποιημένην, ἀλλ’ οἷς δράσειαν τὴν ἰσοπάλη καὶ πρέπουσαν ἀντίδοσιν κομιζόμενοι; οὐκοῦν εἰ κολάζοι τῶν ὅλων ὁ ποιητὴς, τὸν ἐκ τρόπων ἀγαθῶν πρὸς τὰ αἰσχίω μεταφοιτῶντα· καὶ τὸν ἐκ τῶν αἰσχιόνων μεταχωροῦντα πρὸς τὰ βελτίω, τιμαῖς στεφανοῖ, πῶς οὐκ ἀληθὲς εἰπεῖν, ὡς ἥκιστα μὲν κατὰ φύσιν γεγόνασι φαῦλοι τινὲς, ἤγουν διαπλάττονται δι’ αὐτοῦ. σκεύη δὲ μᾶλλον γεγόνασιν ἀτιμίας; ὅτι καίτοι μετὸν αὐτοῖς εὐδοκιμεῖν ἑλέσθαι παρὰ Θεῷ, ἐθελούσιον ἠρρωστήκασι τὴν εἰς τὰ φαῦλα τιμήν. ἀλλ’ ἐσκλήρυνε, φησὶν, αὐτὸς τὴν καρδίαν Φαραώ· καὶ δὴ καὶ ἔφασκε πρὸς αὐτὸν, “ εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε· “ ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου.” οὐκοῦν εἰ καὶ σκληρύνει τινὰς, καὶ ἐξανίστησιν αὐτοὺς ὀργῆς ὄντας σκεύη, καὶ κατηρτίσθαι λεγόμενα εἰς ἀπώλειαν, “ τί ἔτι μέμφεται; τῷ γὰρ “ βουλήματι αὐτοῦ, τίς ἀνθέστηκε ;” πῶς δ’ ἃν γέγονεν ἀγαθὸς παρ’ αὐτοῦ σκλυρυνόμενος; τί οὑν ἔχομεν πρὸς ταῦτα εἰπεῖν; ἀπόχρη πρός γε τὸ εἰδέναι τὸ ἀληθὲς, τὸ διακεῖσθαί τε καὶ φρονεῖν ὡς οὐκ ἃν γένοιτο τῶν φαύλων δημιουργὸς, πάντα γὰρ ὅσα ἐποίησε, καλὰ λίαν. εἰ μὲν οὖν οὐκ ἄνθρωπον εἶναι διατείνονται τὸν Αἰγύπτιον, καὶ τῆς αὐτῆς ἡμῖν φύσεως μεταλαχεῖν, ἀποδεικνύντων, καὶ ἡμεῖς σιωπήσομεν. εἰ δὲ ἢν καθ’ ἡμᾶς, ἣ τῆς θείας [*](x Ι. m. ἔπεσε.)

339
ἐναργῶς καταγορευόντων φωνῆς, ὡς οὐ τὸ καλὸν ὁρώσης καὶ τὸ μὴ τοιοῦτον· ἣ εἰ τοῦτο πεφρίκασιν, ὁμολογούντων εἶναι καλὰ τὰ παρ’ αὐτοῦ πρὸς ὕπαρξιν παρενηνεγμένα. οὕτω γὰρ τὴν προβλεπεστάτην ἀποκρούσονται δόξαν. τὸ δὲ “ εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε,” πρὸς τὸν Φαραὼ εἰρημένον, κατασημαίνει, οὐ τὸ, ἔκτισα ἣ δεδημιούργκα· κέκληκα δὲ μᾶλλον, εἰς τὸ θελῆσαι δεῖν ἀντιπράττειν ἐμοί· καὶ οὐκ ἐν ἀρχῇ τῆς γεννήσεως, ἀλλ’ ὅτε Μώσης ἀπεστέλλετο λυτρωσόμενος τὸν Ἰσραήλ.

Θεοδωρήτου. Ἢ τὸ, “ ἐξήγειρά σε,” ἀντὶ τοῦ, συνεχώρησά σε τῆς βασιλείας τυχεῖν. καὶ κωλῦσαι δυνάμενος, οὐκ ἐκώλυσα. τὴν ἐντεῦθεν τοῖς ἄλλοις γενησομένην προορῶν ὠφέλειαν. ἀναγκαίως δὲ καὶ τοῦ Μώσεως ἐμνήσθη ἐν τῷ, “ τῷ γὰρ Μωϋσῇ λέγει. ἐλεήσω ὃν ἂν ἐλεῶ. ἵνα καὶ διὰ τοῦ εἰρηκότος, καὶ διὰ τοῦ ἀκηκοότος, δείξῃ τῶν εἰρημένων τὸ ἀξιόπιστον. εἶτα ἐπισυλλογίζεται· “ ἄρα οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος.” καὶ τὴν λύσιν οὐκ ἐπάγει· ἀλλ’ ἐπιτείνει τῇ τῶν ἐπιφερομένων προσθήκῃ τὴν ζήτησιν. λέγει γάρ, φησιν, ἡ γραφὴ τῷ Φαραώ. εἶτα συλλογιστικῶς ἐπάγει. “ ἄρα οὖν ὃν ἂν θέλῃ ἐλεεῖ· ὃν δὲ θέλει σκλη- “ ρύνει.” σά, φησιν, ταῦτα τὰ γράμματα. οὐ γὰρ ἑτέρωθεν αὐτὰ συλλέξας προσφέρω. αὐτοῦ ἤκουσα τοῦ Θεοῦ εἰρηκότος, “ ἐλεήσω “ ὃν ἃν ἐλεῶ· καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω.” αὐτοῦ πάλιν ἐστὶ τὰ περὶ τοῦ Φαραώ. αὐτὸς καταλιπὼν τὸν Ἰσμαὴλ καὶ τοὺς ἀπὸ τῆς Χεττούρας, τὸν Ἰσαὰκ ἐξελέξατο. αὐτὸς καὶ τὸν Ἰακὼβ τοῦ Ησαυ προτεθεικε· τι τοίνυν θαυμαστὸν, εἰ καὶ νῦν ταὐτὸ τοῦτο πεποίηκε; καὶ τοὺς ἐξ ὑμῶν πεπιστευκότας ἐδέξατο, τοὺς δὲ τὴν ἀκτῖνα ταύτην μὴ δεξαμένους ἀπώσατο; ἀλλὰ τοῦτο μὲν τέως οὐ λέγει. αὔξει δὲ τῶν ζητημάτων τὴν ἀπορίαν· καὶ φησίν· “ ἐρεῖς “ οὖν μοι τί ἔτι μέμφεται; εἰ γὰρ ὃν θέλει ἐλεεῖ καὶ ὃν θέλει σκληρύνει, τῆς αὐτοῦ βουλῆς ἐξήρτηται τῶν ἀνθρώπων ἡ γνώμη. εἰ δὲ τοῦθ’ οὕτως ἔχει, οὐκ ἐνδίκως τοῖς ἁμαρτάνουσιν ἐπιφέρει τὰς τιμωρίας. ἀντιστῆναι γὰρ τοῖς αὐτῷ δοκοῦσιν οὐχ οἷόν τε. οὕτω τὰς ἀντιθέσεις πάσας προτεθεικὼς, ἐπήγαγε, “ μενοῦν γε ὦ “ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ ;” ἐπειδὴ φησὶν, “ τῷ βουλήματι αὐτοῦ τίς ἀνθέστηκε.” σὺ τίς εἶ; οὐκ ἄνθρωπος; πῶς οὖν ἀνταποκρίνῃ καὶ περιεργάζῃ τὰς θείας οι'κονο-

340
μιᾶς; εἰ γὰρ οὐκ αὐτεξούσιος ἦσθα, οὐδὲ γνώμῃ τὸ πρακτέον ᾑροῦ, ἀλλὰ τῇ τοῦ θείου βουλήματος ἀνάγκῃ ἐδούλευες, παραπλησίως ἃν τοῖς ἀνθρώποις ἐσίγησας, τὰ οἰκονομούμενα στέργων. ἐπειδὴ δὲ λόγῳ τετίμησαι, καὶ τὰ δοκοῦντά σοι καὶ λέγεις καὶ πράττεις, οὐκ ἀγαπᾷς τὰ γινόμενα, ἀλλὰ τῶν θείων οἰκονομιῶν τὰς αἰτίας ἐπιζητεῖς; ἀπόβλεψον εἰς τὸν τοῦ κεραμέως πηλόν· ὃς οὐκ ἀντιλέγει τῷ πλάττοντι. ἀλλὰ κἂν εἰς ἀτίμου σκεύους ἐργασίαν ἀφορισθῇ, σιγῇ τὸ γενόμενον δέχεται. σὺ δὲ ἀντιτείνεις καὶ ἀντιλέγεις. οὐ τοίνυν φυσικαῖς ἀνάγκαις προσδέδεσαι, οὐδὲ παρὰ γνώμην παρανομεῖς· ἀλλ’ ἑκὼν ἀσπάζῃ καὶ τὴν πονηρίαν, καὶ τοὺς τῆς ἀρετῆς πόνους. ὀρθὴ οὖν ἄρα καὶ δικαία τοῦ Θεοῦ τῶν ὅλων, ἡ ψῆφος. ἐνδίκως γὰρ κολάζει τοὺς ἁμαρτάνοντας, ὡς γνώμῃ τοῦτο ποιοῦντας. ἔχει δὲ καὶ ἡ φιλανθρωπία τὸ δίκαιον. πρόφασιν γὰρ λαμβάνουσα, ὀρέγει τὸν ἔλεον.

Ἐκ τῆσ ἐκλογῆσ τοῦ Ὠριγένουσ. Ἴδωμεν δὲ καὶ περὶ τοῦ “ ἄρ’ οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος “ Θεοῦ.” τινὲς γὰρ αἰτιώμενοι φασίν· εἰ μὴ τοῦ τρέχοντος οὐδὲ τοῦ θέλοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ· οὐκ ἐκ τοῦ ἐφ’ ἡμῖν τὸ σώζεσθαι, ἀλλ’ ἐκ προαιρέσεως τοῦ, ὅτε βούλεται ἐλεοῦντος, πρὸς οὓς ῥητέον. φησὶν ἐν τῇ βίβλῳ τῶν ψαλμῶν ὁ Σολομῶν· αὐτοῦ γάρ ἐστιν ἡ ᾠδὴ τῶν ἀναβαθμῶν, ἐξ ἧς παραθησόμεθα τὰ ῥητά, “ ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκο- “ δομοῦντες. ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν “ ὁ φυλάσσων.” οὐκ ἀποτρέπων ἡμᾶς ἀπὸ τοῦ οἰκοδομεῖν, οὐ δὲ διδάσκων μὴ ἀγρυπνεῖν ἡμᾶς εἰς τὸ φρουρεῖν τὴν ἐν τῇ ψυχῇ πόλιν, ἀλλὰ παριστὰς ὅτι τὰ χωρὶς Θεοῦ οἰκοδομούμενα, καὶ τὰ μὴ τυγχάνοντα τῆς ἀπὸ τούτου φυλακῆς, μάτην οἰκοδομεῖται, καὶ ἀνηνύτως τηρεῖται. εὐλόγως ἃν ἐπιγραφομένου Κυρίου τῆς οἰκοδομῆς τοῦ Θεοῦ, καὶ ἄρχοντος τῆς φρουρᾶς τῆς πόλεως τοῦ τῶν ὅλων Θεοῦ. ὥσπερ οὖν εἰ λέγομεν, οὐ τοῦ οἰκοδομοῦντος, ἀλλὰ τοῦ Θεοῦ ἐστιν ἔργον, τόδε τὸ οἰκοδόμημα· καὶ οὐ τοῦ φυλάξαντος κατόρθωμα, ἀλλὰ τοῦ ἐπὶ πάντων Θεοῦ, τὸ μηδὲν πεπονθέναι ὑπὸ πολεμίων τήνδε τὴν πόλιν, οὐκ ἃν πταίοιμεν. ὑπακουομένου μὲν, τοῦ καὶ κατὰ τὸν ἄνθρωπον γεγονέναι. τοῦ δὲ ἀνδραγαθήματος εὐχαρίστως ἐπὶ τὸν τελειωτὴν Θεὸν ἀναφερομένου. οὕτως ἐπεὶ

341
οὐκ ἀρκεῖ τὸ ἀνθρώπινον θέλειν πρὸς τὸ τυχεῖν τοῦ τέλους, οὐδὲ τὸ τῶν οἱονεὶ ἀθλητῶν τρέχειν, πρὸς τὸ καταλαβεῖν τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ, ἐν Χριστῷ Ἰησοῦ. Θεοῦ γὰρ συμπαρισταμένον, ταῦτα ἀνύεται. καλῶς λέγεται “ οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεοῦντος Θεοὕ.” ὡς εἰ καὶ ἐπὶ γεωργίας, ὅπερ καὶ γέγραπται, ἐλέγετο, “ ἐγὼ ἐφύτευσα. Ἀπολ- “ λῶς ἐπότισεν. ἀλλ’ ὁ Θεὸς ηὔξησεν. ὥστε οὔτε ὁ φυτεύων ἔστι τι, οὔτε ὁ ποτίζων. ἀλλ’ ὁ αὐξάνων Θεός.” καὶ τὸ τοὺς καρποὺς πλήρεις γεγονέναι, οὐκ ἃν εὐσεβῶς λέγοιμεν ἔργον εἶναι τοῦ γεωργοῦ, ἣ ἔργον τοῦ ποτίσαντος· ἀλλ’ ἔργον τοῦ Θεοῦ. οὕτω καὶ ἡ ἡμετέρα τελείωσις, οὐχὶ μηδὲν πραξάντων γίνεται, οὐ μὴν ἀφ’ ἡμῶν ἀπαρτίζεται. ἀλλ’ ὁ Θεὸς τὸ πολὺ ταύτης ἐνεργεῖ.

Καὶ ἵνα ἐναργέστερον πιστευθῇ τοῦτο εἶναι τὸ λεγόμενον, ἀπὸ τῆς κυβερνητικῆς τὸ παράδειγμα ληψόμεθα. πρὸς γὰρ τὴν τῶν ἀνέμων πνοὴν, καὶ τὴν τῶν ἀέρων εὐκρασίαν, καὶ τὴν τῶν ἀστέρων λαμπρότητα συνεργούντων τῇ τῶν ἐμπλεόντων σωτηρίᾳ, πόστον ἃν ἀριθμὸν ἔχειν λέγοιτο τῆς ἐπὶ τὸν λιμένα καταστάσεως ἡ κυβερνητικὴ τέχνη ; οὐδὲ τῶν κυβερνητῶν αὐτῶν δι’ εὐλάβειαν πολλάκις τολμώντων ὁμολογεῖν τὸ σεσωκέναι τὴν ναῦν, ἀλλὰ Θεῷ τὸ πᾶν ἀναφερόντων. οὐ τῷ μηδὲν αὐτοὺς ἐνηργηκέναι, ἀλλὰ τῷ εἰς ὑπερβολὴν πολλαπλάσιον εἶναι τὸ ἀπὸ τῆς προνοίας, τοῦ ἀπὸ τῆς τέχνης. καὶ ἐπὶ τῆς ἡμετέρας γοῦν σωτηρίας, πολλαπλάσιον ἐστὶν εἰς ὑπερβολὴν τὸ ἀπὸ τοῦ Θεοῦ, τοῦ ἀπὸ τοῦ ἐφ’ ἡμῖν. διόπερ ἡγοῦμαι γεσθαι τὸ, “ οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος· ἀλλὰ τοῦ ἐλεοῦν- “ τος Θεοῦ.” εἰ γὰρ ὡς ἐκεῖνοι ὑπολαμβάνουσι, δεῖ τοῦτο ἐκλαμβάνειν, περισσαὶ αἱ ἐντολαί· καὶ μάτην ὁ Παῦλος αἰτιᾶταί τινας ὡς παραπεπτωκότας, καὶ ἀποδέχεταί τινας ὡς κατωρθωκότας, καὶ νομοθετεῖ ταῖς ἐκκλησίαις. εἰκῆ δὲ ἡμεῖς ἐπιδίδομεν ἑαυτοὺς ἐπὶ τὸ θέλειν τὰ κρείττονα. ἀλλὰ τοῦτο μὲν τοιοῦτον. οἷα δὲ καὶ τὰ περὶ τοῦ Φαραὼ εἰρημένα· ὡς σκληρυνομένου παρὰ Θεοῦ ἵνα μὴ ἀποστείλῃ τὸν λαόν. τί δὲ καὶ τὸ, “ἄρ᾿ οὐν ὃν ἃν θέλῃ ἐλεεῖ ὃν δὲ “ θέλει σκληρύνει ” ἐπεὶ γὰρ χρῶνται τούτοις τινὲς τῶν τὸ αὐτεξούσιον ἀναιροῦντες, διὰ τὸ φύσεις εἶναι λέγειν ἀπολλυμένας, ἀνεπιδέκτους τοῦ σώζεσθαι· καὶ ἑτέρας σωζομένας, ἀδυνάτως

342
ἐχούσας πρὸς τὸ ἀπολέσθαι· τόν τε Φαραὼ φασὶ, φύσεως ὄντα ἀπολλυμένης, διὰ τοῦτο σκληρύνεσθαι ὑπὸ τοῦ Θεοῦ· ἐλεοῦντος μὲν τοὺς πνευματικοὺς, σκληρύνοντος δὲ τοὺς χοικοὺς, φέρε ἴδωμεν ὅτι ποτε καὶ λέγουσι.

Πευσόμεθα γὰρ αὐτῶν· εἰ χοικῆς φύσεως ὁ Φαραὼ ἦν, ἀποκρινομένοις δὲ, ἐροῦμεν, ὅτι ὁ τῆς χοικῆς φύσεως πάντως ἀπειθεῖ τῷ Θεῷ. εἰ δὲ ἀπειθεῖ, τίς χρεία σκληρύνεσθαι αὐτοῦ τὴν καρδίαν; καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ πολλάκις. εἰ μὴ ἄρα, ἐπεὶ δυνατὸν ἦν πείθεσθαι αὐτὸν, καὶ πάντως ἐπείσθη ἄν, ἅτε οὐκ ὢν χοικὸς, ὑπὸ τῶν τεράτων καὶ σημείων δυσωπούμενος. χρήζει δὲ αὐτοῦ ὁ Θεὸς, ὑπὲρ τοῦ ἐνδείξασθαι ἐπὶ σωτηρίᾳ τῶν πολλῶν τὰ μεγαλεῖα, ἐπὶ πλεῖον ἀπειθοῦντος· διὰ τοῦτο αὐτοῦ σκληρύνει τὴν καρδίαν. ταῦτα δὲ λελέξεται πρῶτον πρὸς αὐτοὺς εἰς τὸ ἀνατραπῆναι ὃ ὑπολαμβάνουσιν· ὅτι φύσεως ἦν ἀπολλυμένης ὁ Φαραώ. τὸ δ’ αὐτὸ καὶ περὶ τοῦ παρὰ τῷ Ἀποστόλῳ εἰρημένου, λεκτέον πρὸς αὐτούς. τίνας γὰρ σκληρύνει ὁ Θεός ; τοὺς ἀπολλυμένους ; ὡς τί πεισομένους εἰ σκληρυνθεῖεν ; ἢ δηλονότι σωθησομένους, τῷ μὴ εἶναι αὐτοὺς φύσεως ἀπολλυμένης. τινας δὲ ἐλεεῖ; ἆρα τοὺς σωθησομένους ; καὶ πῶς χρεία ἐλέου δευτέρου αὐτοῖς, ἅπαξ κατασκευασθεῖσι σωθησομένοις, καὶ πάντως διὰ τὴν φύσιν μακαρίοις ἐσομένοις ; εἰ μὴ ἄρα ἐπεὶ ἐπιδέχονται ἀπώλειαν, εἰ μὴ ἐλεηθεῖεν, ἐλεοῦνται. ἵν ὅπερ ἐπιδέχονται, μὴ λάβωσι τὸ ἀπολέσθαι. ἀλλὰ γένωνται ἐν χώρᾳ σωζομένων. καὶ ταῦτα μὲν πρὸς ἐκείνους. ἐπαπροητέον δὲ πρὸς τοὺς νομίζοντας νενοηκέναι τὸ, ἐσκλήρυνε. τί δή ποτε λέγουσι τὸν Θεὸν ἐνεργοῦντα σκληρύνειν καρδίαν ; καὶ τί προτιθέμενον τοῦτο ποιεῖν ; τηρείτωσαν γὰρ καὶ ἔννοιαν Θεοῦ. κατὰ μὲν τὸ ὑγιὲς, δικαίου καὶ ἀγαθοῦ· εἰ δὲ μὴ βούλονται, ἐπὶ τοῦ παρόντος αὐτοῖς συγκεχωρήσθω δικαίου. καὶ παραστησάτωσαν, πῶς ὁ ἀγαθὸς καὶ δίκαιος. ἢ ὁ δίκαιος μόνον, φαίνεται δικαίως σκληρύνων καρδίαν, τοῦ διὰ τὸ σκληρύνεσθαι ἀπολλυμένου· καὶ πῶς ὁ δίκαιος αἴτιος ἀπωλείας γίνεται καὶ ἀπειθείας, τῶν ὑπ’ αὐτοῦ διὰ τὸ σκληρύνεσθαι καὶ ἀπειθῆσαι αὐτῷ κολαζομένων ; τί δὲ αὐτῷ καὶ μέμφεται λέγων, “ σὺ δὲ οὐ βούλει ἐξαποστεῖλαι τὸν λαόν μου. ἰδοὺ πατάσσω πάντα τὰ πρωτότοκα ἐν Αἰγύπτῳ, καὶ

343
“ τὸν πρωτότοκόν σου,” καὶ ὅσα ἄλλα ἀναγέγραπται, ὣ τοῦ Θεοῦ λέγοντος διὰ Μωὑσέος τῷ Φαραώ;

Αναγκαῖον γὰρ τὸν πιστεύοντα ὅτι ἀληθεῖς αἱ γραφαὶ, καὶ ὅτι ὁ Θεὸς δίκαιος, ἐὰν ἀγνώμων ἦ, ἀγωνίζεσθαι πῶς ἐν ταῖς τοιαύταις λέξεσι δικαίως τρανῶς νοηθῇ. εἰ μὲν γὰρ ἀπογραψάμενός τις γυμνῇ τῇ κεφαλῇ ἵσταται πρὸς τὸ πονηρὸν εἶναι τὸν Θεὸν, ἄλλων ἔδει λόγων πρὸς αὐτόν. ἐπεὶ δὲ φασὶν διακεῖσθαι περὶ αὐτοῦ ὡς περὶ δικαίου, καὶ ἡμεῖς ὡς περὶ ἀγαθοῦ ἅμα καὶ δικαίου, σκοπήσωμεν, πῶς ἃν ὁ ἀγαθὸς καὶ δίκαιος σκληρύνοι τὴν καρδίαν Φαραώ. ὅρα τοίνυν, εἰ διά τινος παραδείγματος ὃ Ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους ἐχρήσατο, δυνάμεθα παραστῆσαι πῶς μιᾷ ἐνεργείᾳ ὁ Θεὸς, ὃν μὲν ἐλεεῖ, ὃν δὲ σκληρύνει· οὐ προτιθέμενος σκληρύνειν, ἀλλὰ διὰ προθέσεως χρηστῆς, ᾖ ἐπακολουθεῖ διὰ τὸ τῆς κακίας ὑποκείμενον τοῦ παρ’ ἑαυτοῦ τὸ σκληρύνεσθαι· σκληρύνειν λεγόμενος τὸν σκληρυνόμενον. “ γῆ,” φησὶν, “ ἡ πιοῦσα τὸν ἐπ’ “ αὐτῆς ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις “ δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ὑπὸ τοῦ Θεοῦ. “ ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας “ ἐγγύς. ἧς τὸ τέλος, εἰς καῦσιν.” οὐκοῦν, μία ἐνέργεια ἡ κατὰ τὸ ὑετόν. μιᾶς δὲ οὔσης αὐτῆς, ἡ μὲν γεωργηθεῖσα γῆ, καρποφορεῖ· ἡ δὲ ἀμεληθεῖσα καὶ χέρσος, ἀκανθοφορεῖ. καὶ δύσφημον μὲν ἃν δόξαι εἰναι τὸ λέγειν τὸν ὕοντα, ἐγὼ τοὺς καρποὺς ἐποίησα, καὶ τὰς ἀκάνθας τὰς ἐν τῇ γῇ. ἀλλ’ εἰ καὶ δύσφημον, ἀλλὰ ἀληθές. ὑετοῦ γὰρ μὴ γενομένου, οὔτ’ ἃν καρποὶ, οὔτ’ ἄκανθαι ἐγεγόνεισαν. τούτου δὲ εὐκαίρως καὶ μεμετρημένως ἐπιρρέοντος, ἀμφότερα γεγένηται. οὐκοῦν τὸ μὲν ἀγαθὸν τοῦ ὑετοῦ, καὶ ἐπὶ τὴν χείρονα γῆν ἐλήλυθε· τὸ δὲ ὑποκείμενον ἠμελημένον καὶ ἀγεώργητον τυγχάνον, ἀκάνθας καὶ τριβόλους ἐβλάστησεν.

Οὕτω τοίνυν καὶ τὰ γινόμενα ὑπὸ τοῦ Θεοῦ τεράστια· οἱονεὶ ὑετὸς ἐστιν. αἰ δὲ προαιρέσεις αἱ διάφοροι, οἱονεὶ ἡ γεωργημένη γῆ ἐστι καὶ ἡ ἠμελημένη. μία τῇ φύσει ὡς γῆ τυγχάνουσα. ὥσπερ δὲ εἰ καὶ ὁ ἥλιος ἔλεγε, φωνὴν προιέμενος, ἐγὼ τήκω καὶ ξηραίνω. ἐναντίων ὄντων τοῦ τήκεσθαι καὶ τοῦ ξηραίνεσθαι. οὐκ ἃν ψεῦδος ἔλεγε, παρὰ τὸ ὑποκείμενον· ἀπὸ τῆς μιᾶς θερμότητος

344
τηκομένου μὲν τοῦ κηροῦ, ξηραινομένου δὲ τοῦ πηλοῦ. οὕτως ἡ μία ἐνέργεια ἡ διὰ Μώσεως γινομένη, σκληρούμενον μὲν ἤλεγχε τὸν Φαραὼ, διὰ τὴν κακίαν αὐτοῦ. πειθὼ δὲ, τὴν τῶν ἐπιμίκτων Αἰγυπτίων συνεξορμησάντων τοῖς Ἑβραίοις· καὶ τὸ κατὰ βραχὺ δὲ ἀναγεγράφθαι οἱονεὶ μαλάσσεσθαι τὴν καρδίαν Φαραὼ λέγοντος, “ ἀλλ’ οὐ μακρὰν ἀποτενεῖται· τριῶν γὰρ ἡμερῶν πορεύεσθε· “ καὶ τὰς γυναῖκας ὑμῶν καταλείψετε·” καὶ ὅσα ἄλλα κατὰ βραχὺ ἐνδιδοὺς πρὸς τὰ τεράστια ἔλεγε, δηλοῖ ὅτι ἐνήργει μέν τι καὶ εἰς αὐτὸν τὰ σημεῖα, οὐ μὴν τὸ πᾶν κατειργάζετο. οὐκ ἂν δὲ οὐδὲ ταῦτα ἐγίνετο, εἰ τὸ νοούμενον ὑπὸ τῶν πολλῶν “ σκληρυνῶ “ τὴν καρδίαν Φαραὼ,” ὑπ’ αὐτοῦ ἐνηργεῖτο.

Οὐκ ἄτοπον δὲ καὶ ἀπὸ τῆς συνηθείας τὰ τοιαῦτα παραμυθήσασθαι· πολλάκις τῶν χρηστῶν δεσποτῶν φασκόντων τοῖς διὰ τὴν χρηστότητα καὶ μακροθυμίαν ἐπιτριβομένοις οἰκέταις, τὸ, ἐγώ σε πονηρὸν ἐποίησα· καὶ ἐγώ σοι αἴτιος γέγονα τῶν τηλικούτων ἁμαρτημάτων. δεῖ γὰρ τοῦ ἤθους ἀκοῦσαι καὶ τῆς δυνάμεως τοῦ λεγομένου, καὶ μὴ συκοφαντεῖν, μὴ κατακούοντας τοῦ βουλήματος τοῦ λόγου. ὁ γοῦν Παῦλος σαφῶς ταῦτα ἐξετάσας, φησὶν πρὸς τὸν ἁμαρτάνοντα, “ ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς “ μακροθυμίας καταφρονεῖς ; ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς “ μετάνοιάν σε ἄγει. κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετα- “ νοητὸν καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ “ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ ;” ἃ γὰρ λέγει τὸν ἁμαρτάνοντα ὁ Ἀπόστολος, λεγέσθω πρὸς τὸν Φαραὼ, καὶ πάνυ ἁρμοδίως· κατὰ τὴν σκληρότητα καὶ ἀμετανόητον αὐτοῦ καρδίαν, θησαυρίζοντα ἑαυτῷ ὀργὴν τῆς σκληρότητος. οὐκ ἂν οὕτως ἐλεγχθείσης οὐδὲ φανερᾶς γεγενημένης, εἰ μὴ τὰ σημεῖα ἐγεγόνει. ἔτι πρὸς τὸ μὴ εἶναι ἡμᾶς αὐτεξουσίους δόξει τὸ ἀποστολικὸν ῥητὸν περισπᾶν, ἔνθα φησί. “ μενοῦνγε, ὠ ἄνθρωπε, σὺ “ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ “ πλάσαντι, τί με ἐποίησας οὕτως ; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κερα- “ μεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν, εἰς “ τιμὴν σκεῦος· ὃ δὲ, εἰς ἀτιμίαν ” ἐρεῖ γάρ τις. εἰ ὡς ὁ κεραμεὺς ἐκ τοῦ αὐτοῦ φυράματος ποιεῖ. ὃ μὲν, εἰς τιμὴν σκεῦος· ὃ

345
δὲ, εἰς ἀτιμίαν. οὕτως ὁ Θεός ἃ μὲν εἰς σωτηρίαν, ἃ δὲ εἰς ἀπώλειαν. οὐ παρ’ ἡμᾶς τὸ σώζεσθαι ἣ ἀπόλλυσθαι γίνεται. οὐ γὰρ ἐσμὲν αὐτεξούσιοι.

Λεκτέον δὲ πρὸς τὸν τούτοις οὕτως χρώμενον. εἰ δύναται περὶ τοῦ Ἀποστόλου νοεῖν ὡς μαχόμενα ἑαυτῷ λέγοντος, οὐχ ἡγοῦμαι δὲ ὅτι τολμήσει τίς τοῦτο εἰπεῖν. εἰ τοίνυν μὴ ἑαυτῷ ἐναντία φθέγγεται ὁ Ἀπόστολος, πῶς κατὰ τὸν οὕτως ἐκδεξάμενον εὐλόγως αἰτιᾶται τὸν ἐν Κορίνθῳ πεπορνευκότα ; ἢ τοὺς παραπεπτωκότας καὶ μὴ μετανοήσαντας ; πῶς δὲ εὐλογεῖ ὡς εὖ πεποιηκότας οὓς ἐπαινεῖ. οὐ γὰρ κατὰ τὸν αὐτόν ἐστι ψέγειν ὡς ἄξιον μέμψεως τὸν ἡμαρτηκότα. καὶ ἀποδέχεσθαι ὡς ἐπαινετὸν τὸν αὖ x πεποιηκότα; πάλιν δ’ αὖ ὡς μηδενὸς ὄντος ἐφ’ ἡμῖν φάσκειν παρὰ τὴν αἰτίαν τοῦ δημιουργοῦ εἶναι, τὸ μὲν, εἰς ἀτιμίαν σκεῦος, τὸ δὲ, εἰς τιμήν ; πῶς δὲ καὶ τὸ, πάντας ἡμᾶς παραστῆναι δεῖν ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ· ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, ὑγιές ἐστι ; τῶν τὰ φαῦλα πεποιηκότων διὰ τὸ ἐκτίσθαι αὐτοὺς σκεύη ἀτιμίας, ἐπὶ τοῦτο πράξεων ἐληλυθότων· καὶ τῶν κατ’ ἀρετὴν βιωσάντων, τῷ ἀρχῆθεν αὐτοὺς ἐπὶ τούτω κατεσκευάσθαι, καὶ σκεύη τιμῆς γεγονέναι, τὸ καλὸν πεποιηκότων ; ἔτι δὲ πῶς οὐ μάχεται τῷ ὡς ὑπολαμβάνουσιν ἐξ ὧν παρεθέμεθα ῥητῶν, ἔκτιμον ἣ ἄτιμον σκεῦος γεγονέναι, παρὰ τὴν τοῦ δημιουργοῦ αἰτίαν, τὸ ἀλλαχοῦ λεγόμενον, “ ἐν “ μεγάλη οἰκίᾳ, οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ “ καὶ ξύλινα καὶ ὀστράκινα. καὶ ἃ μὲν εἰς τιμήν· ἃ δὲ, εἰς ἀτι- “ μίαν· ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν, ἔσται σκεῦος εἰς τιμὴν ἡγι- “ ασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ.” εἰ γὰρ ὁ ἐκκαθάρας ἑαυτὸν γίνεται σκεῦος εἰς τιμήν· ὁ δὲ ἀπερικάθαρτον ἑαυτὸν παριδὼν σκεῦος εἰς ἀτιμίαν· ὅσον ἐπὶ ταύταις ταῖς λέξεσιν, οὐδαμῶς αἴτιος ὁ δημιουργός. ποιεῖ μὲν γὰρ ὁ δημιουργὸς σκεύη τιμῆς, καὶ σκεύη ἀτιμίας. ἀλλὰ σκεύη μὲν τιμῆς, τοὺς ἐκκαθάραντας ἑαυτούς· σκεύη δὲ ἀτιμίας, τοὺς ἀπερικαθάρτους ἑαυτοὺς περιιδόντας.

Ἐπεὶ δὲ ὅπου μὲν, ὁ Ἀπόστολος οὐ προσποιεῖται τὸ ἐπὶ τῷ [*](x I. marg. εὖ.)

346
Θεῷ, εἰς τὸ γενέσθαι σκεῦος εἰς τιμὴν ἣ εἰς ἀτιμίαν, ἀλλὰ τὸ πᾶν ἐφ’ ἡμᾶς ἀναφέρει, λέγων, “ ἐὰν οὖν τις ἑαυτὸν ἐκκαθάρῃ, “ ἔσται σκεῦος εἰς τιμήν·” ὅπου δὲ, οὐ προσποιεῖται τὸ ἐφ’ ἡμῖν, ἀλλὰ τὸ πᾶν ἐπὶ τὸν Θεὸν ἀναφέρειν δοκεῖ, φάσκων “ ἐξουσίαν “ ἔχει ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, “ ὃ μὲν, εἰς τιμὴν σκεῦος, ὃ δὲ, εἰς ἀτιμίαν·” καὶ οὐκ ἔστιν ἐναντιώματα τὰ εἰρημένα ὑπ’ αὐτοῦ, συνακτέον ἀμφότερα, καὶ ἕνα λόγον ἐξ ἀμφοτέρων τέλειον ἀποδοτέον. οὔτε τοῦ ἐφ’ ἡμῖν, χωρὶς τῆς ἐπιστήμης τοῦ Θεοῦ, καὶ τῆς καταχρήσεως τοῦ κατ’ ἀξίαν τοῦ ἐφ’ ἡμῖν, ποιοῦντος εἰς τιμὴν ἣ εἰς ἀτιμίαν γενέσθαι τινά· οὔτε τοῦ ἐπὶ τῷ Θεῷ μόνου κατασκευάζοντος εἰς τιμὴν ἣ εἰς ἀτιμίαν γενέσθαι τινὰ, ἐὰν μὴ ὕλην τινὰ διαφορᾶς σχῇ, τὴν ἡμετέραν προαίρεσιν, κλίνουσαν ἐπὶ τὰ χείρονα ἢ τὰ κρείττονα.

Δ, (sic). Ὅτι μὲν γὰρ ὁ Θεὸς πάντα τὰ σκεύη ποιεῖ, τά Τε ἔντιμα καὶ τὰ ἄτιμα, δῆλον. μόνος γὰρ αὐτός ἐστι τῶν ἁπάντων δημιουργός. οὐκ αὐτὸς δὲ τίμια κατασκευάζει ἣ ἄτιμα· ἀλλ’ ἡ οἰκεία ἑκάστου προαίρεσις. καὶ τοῦτο δῆλον ἐξ ὧν ὁ αὐτὸς Ἀπόστολος ἐν τῇ πρὸς Τιμόθεον Ἐπιστολῇ, φησίν. “ ἐν μεγάλῃ οἰ- “ κίᾳ, οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα “ καὶ ὀστράκινα. καὶ ἃ μὲν εἰς τιμήν· ἃ δὲ, εἰς ἀτιμίαν. ἐὰν οὖν “ ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμέ- “ νον καὶ εὔχρηστον τῷ δεσπότῃ. εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμα- “ σμένον.” δῆλον δὲ, ὡς ἑκούσιος ἡ κάθαρσις. “ ἐὰν γάρ τις,” φησὶν, “ ἐκκαθάρῃ ἑαυτόν.” ἡ δὲ ἀκόλουθος ἀντιστροφὴ ἀντιφωνεῖ. ἐὰν δὲ μὴ ἐκκαθάρῃ, ἔσται σκεῦος εἰς ἀτιμίαν, ἄχρηστον τῷ δεσπότῃ, συντριβῆς ἄξιον. τὸ οὖν προκείμενον ῥητὸν, καὶ τὸ, “ συνέκλεισεν “ ὁ Θεὸς πάντας εἰς ἀπείθειαν.” καὶ τὸ, “ ἔδωκεν αὐτοῖς ὁ Θεὸς “ ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν,” καὶ ὅσα τοιαῦτα, οὐχ ὡς ἐνεργήσαντος τοῦ Θεοῦ ἐκληπτέον, ἀλλ’ ὡς παραχωρήσαντος διὰ τὸ αὐτεξούσιον, καὶ τὸ ἀβίαστον εἶναι τὸ καλόν. τὴν γὰρ παραχώρησιν αὐτοῦ, ὡς ἐνέργειαν καὶ ποίησιν αὐτοῦ, σύνηθες λέγειν τῇ γραφῇ.

Χρυσοστόμου. Καὶ ὅταν οὖν λέγῃ ὁ Ἀπόστολος, “ μὴ, ἐρεῖ

347
“ τὸ πλάσμα τῷ πλάσαντι, τί με ἐποίησας οὕτως, οὐ τὸ αὐτεξούσιον ἀναιρῶν τοῦτο λέγει· ἀλλὰ δείκνυσι πόσου μέχρι δεῖ πείθεσθαι τῷ Θεῷ. εἰς γὰρ τὸ τὸν Θεὸν ἀπαιτεῖν εὐθύνας, οὐδὲν μᾶλλον τοῦ πηλοῦ διακεῖσθαι δεῖ. οὐ γὰρ δὴ μόνον ἀντιλέγειν οὐ χρὴ, οὐδὲ ζητεῖν, ἀλλ’ οὐδὲ φθέγγεσθαι ὅλως, οὐδὲ ἐννοεῖν· ἀλλ’ ἐοικέναι ἐκείνῳ τῷ ἀψύχῳ, καὶ ταῖς χερσὶν ἑπομένῳ τοῦ κεραμέως, καὶ περιαγομένῳ ὅπου περ ἃν ἐκεῖνος ἐθέλοι. εἰς τοῦτο γὰρ μόνον τὸ ὑπόδειγμα ἔλαβεν· οὐκ εἰς τὴν τῆς πολιτείας ἐπίδειξιν· ἀλλ’ εἰς τὴν ἐπιτεταμένην ὑπακοὴν καὶ σιγήν. καὶ τοῦτο πανταχοῦ δεῖ παρατηρεῖν, ὅτι τὰ ὑποδείγματα οὐ πάντα καθόλου δεῖ λαμβάνειν, ἀλλὰ τὸ χρήσιμον αὐτῶν ἐκλεξαμένους, καὶ εἰς ὃ παρήχθησαν, τὸ λοιπὸν ἅπαν ἐᾶν. ὥσπερ οὖν ὅταν λέγῃ “ ἀναπε- “ σῶν ἐκοιμήθη ὡς λέων.” τὸ ἄμαχον καὶ φοβερὸν ἐκλαμβάνει, οὐ τὸ θηριῶδες, οὐδ’ ἄλλο τι τῶν τῷ λέοντι προσόντων. καὶ πάλιν ὅταν λέγῃ, “ ἀπαντήσομαι αὐτοὺς ὡς ἄρκτος ἀπορουμένη,” τὸ τιμωρητικόν. καὶ ὅταν λέγῃ, “ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον,” τὸ δαπανητικὸν τὸ ἐκ τῆς κολάσεως λέγει. οὕτω καὶ ἐνταῦθα τὸν πηλὸν καὶ τὸν κεραμέα καὶ τὰ σκεύη ἐκλαμβάνειν ἀνάγκη. καὶ ὅταν δὲ λέγῃ “ ἣ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ “ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν, εἰς τιμὴν σκεῦος, ὃ δὲ “ εἰς ἀτιμίαν ” μὴ εἰς δημιουργίας λόγον ταῦτα νόμιζε εἰρῆσθαι τῷ Παύλῳ, μὴ δὲ εἰς γνώμης ἀνάγκην, ἀλλ’ εἰς οἰκονομιῶν ἐξουσίαν καὶ διαφοράν.

Εἰ γὰρ μὴ οὕτως ἐκλάβοιμεν, ἀλλὰ περὶ γνώμης τῶν ἀγαθῶν καὶ οὐ τοιούτων, ἔσται ὁ αὐτὸς δημιουργὸς τούτων, καὶ ὁ ἄνθρωπος, πάσης αἰτίας ἐκτός· φανεῖται δὲ καὶ ὁ Παῦλος αὐτὸς ἑαυτῷ μαχόμενος, ὁ πανταχοῦ τὴν προαίρεσιν στεφανῶν. οὐδὲν τοίνυν ἐνταῦθα ἕτερον κατασκευάσαι βούλεται, ἣ ὅτι ὥσπερ ὁ κεραμεὺς ἐκ τοῦ αὐτοῦ φυράματος ἃ βούλεται ποιεῖ, καὶ οὐδεὶς ὁ ἀντιλέγων· οὕτω καὶ τὸν Θεὸν ἐκ τοῦ αὐτοῦ γένους τῶν ἀνθρώπων, τοὺς μὲν, κολάζοντα, τοὺς δὲ, τιμῶντα, μὴ περιεργάζου, ἀλλὰ προσκύνει μόνον, καὶ μιμοῦ τὸν πηλόν. καὶ καθάπερ ἐκεῖνος ἕπεται ταῖς χερσὶ του κεραμέως, οὐτῶ καὶ σὺ τῇ γνώμῃ του οἰκονομοῦντος ταύτα· καὶ μὴ ἐπειδὴ τὸ αὐτὸ φύραμα τῆς οὐσίας ἡμῶν ἐστι, καὶ τὰς αὐτὰς προαιρέσεις πάντων εἶναι ἀξίου. οὐδὲ γὰρ ἐπὶ τοῦ κερα-

348
μέως, ἐκ τοῦ φυράματος τὸ ἄτιμον καὶ τὸ ἔντιμον· ἀλλὰ ἀπὸ τῆς χρήσεως τῶν μεταχειριζομένων. ὥσπερ οὖν καὶ ἐνταῦθα ἀπὸ τῆς προαιρέσεως.

Οἰκουμενίου. Ἐν δὲ τῶ, “ ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύ- “ ναμίν μου πᾶσαν,” δύναμιν τοῦ Θεοῦ, τὴν μακροθυμίαν ἀπέδωκέ τις. τι γὰρ οὐκ ἃν ἐκπλαγείη τοσοῦτον μακροθυμήσαντος τοῦ Θεοῦ. φησὶν οὖν, εἰς τοῦτο συγκεχώρηκα βασιλεῦσαι σε, ὅπως δειχθῇ, πῶς εἰμὶ μακρόθυμος. Γρηγορίου Νύσσησ. Τὸ δέ γε ἐσκληρύνθαι παρὰ Θεοῦ τὸν Αἰγύπτιον τύραννον, νοητέον, οὐχ ὡς τὴν ἀντιτυπίαν ἐν τῇ ψυχῇ αὐτοῦ τῆς θείας βουλήσεως ἐντιθείσης, ἀλλ’ ὡς τῆς προαιρέσεως, διὰ τῆς πρὸς τὴν κακίαν προσκλίσεως, τὸν ἐκμαλάσσοντα τὴν ἀντιτυπίαν λόγον, οὐ δεχομένης.

Θεοδωρήτου Ἐκ Τῶν Εἰσ Τὴν Ἔσοδον. Μάλα μὲν γὰρ ῥᾴδιον ἦν τῷ Θεῷ, μετὰ τὴν πρώτην ἀπείθειαν πανωλεθρίαν ἐπαγαγεῖν. ἀλλὰ ἀφράστῳ κεχρημένος μακροθυμίᾳ, μετρίας αὐτῷ παιδαγωγίας ἐπήγαγε. ταῦτα δὲ ἀντίτυπον ἐποίει τὴν ἐκείνου καρδίαν. οἰόμενος γὰρ μὴ δύνασθαι τὸν Θεὸν μείζοσι χρήσασθαι τιμωρίαις, τῶν μετρίων κατεφρόνει μαστίγων. ὅτι δὲ ἡ ἀντιτυπία τῆς καρδίας καὶ ἡ σκληρότης ἐξ ἡμῶν αὐτῶν γίνεται, μάρτυς ὁ θεῖος Ἀπόστολος λέγων, “ τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε “ ἄγει. κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, “ θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς.” κἀκεῖνο δὲ σκοπητέον, ὡς εἰ φύσει πονηρὸς ἦν ὁ Φαραὼ, οὐκ ἃν αὐτοῦ τὴν γνώμην ἐνήλλαξε. νῦν δὲ ὁρῶμεν ὑπὸ μὲν τῆς παιδείας αὐτὸν μαλαττόμενον. ὑπὸ δὲ τῆς μακροθυμίας σκληρυνόμενον. παιδευόμενος γὰρ, ἠντιβόλει τὸν νομοθέτην, “ προσεύξασθε,” λέγων, “ περὶ ἐμοῦ.” καὶ πάλιν, “ ὁ Κύριος δίκαιος· ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβής.” τῆς δὲ τιμωρίας παυομένης, ἐβαρύνετο καὶ ἐσκληρύνετο. ἵνα δὲ καὶ ἔκ τινος εἰκόνος τὸ ἀμφιβαλλόμενον λύσωμεν· ὁ ἥλιος τῆ τῆς θέρμης ἐνεργείᾳ, τὸν μὲν κηρὸν, ὑγραίνει, τὸν δὲ πηλὸν ξηραί καὶ τὸν μὲν, μαλάττει, τὸν δὲ, σκληρύνει. ὥσπερ τοίνυν οὗτος, τῇ ἐνεργείᾳ τῇ μιᾷ τὰ ἐναντία ποιεῖ· οὕτως τῇ τοῦ Θεοῦ τῶν ὅλων μακροθυμίᾳ, οἱ μὲν, ὠφέλειαν, οἱ δὲ, βλάβην καρποῦνται. καὶ οἱ μὲν, μαλάττονται, οἱ δὲ, σκληρύνονται. ὥσπερ δὲ οἱ ἰατροὶ,

349
τοὺς ἀνηκέστως διακειμένους, πολλῶν παρόντων τέμνουσιν· οὐκ ἐκείνοις ἐπικουροῦντες, ἴσασι γὰρ αὐτῶν τὴν νόσον ἀνίατον· ἀλλὰ τοὺς φοιτητὰς ’τον τῆς ἰατρείας διδάσκοντες τρόπον. οὐτῶ καὶ ’τον Φαραὼ, ὠμοτάτῃ καὶ θηριώδει χρησάμενον γνώμῃ, ταῖς παντοδαπαῖς τιμωρίαις ὑπέβαλεν ὁ Θεός. πάντας ὡς ἐπίπαν διδάσκων ἀνθρώπους, ὡς αὐτὸς ἰθύνει τὴν κτίσιν· καὶ τοῖς μὲν ἀδικουμένοις ἐπαμύνει δικαίως, κολάζει δὲ τοὺς ἀδικοῦντας ἐνδίκως. τοῦτο γὰρ καὶ πρὸς αὐτὸν ἔφη τὸν Φαραώ. “ ἕνεκεν τούτου διετηρήθη· ἵνα “ ἐνδείξωμαι ἔν σοι τὴν ἰσχύν μου. καὶ ὅπως διαγγελῇ τὸ ὄνομά “ μου ἔν πάσῃ τῇ γῇ.”

Βασιλείου ἐκ ἐκ τοῦ ὅτι οὐκ ἔστιν αίτιοσ Θεός. Ἐσκλήρυνεν οὖν αὐτὸν τῇ μακροθυμίᾳ, καὶ τῇ τῆς τιμωρίας ἀναβολῇ· ἐπιτείνων αὐτοῦ τὴν κακίαν· ἵνα εἰς τὸν ἔσχατον ὅρον αὐξηθείσης αὐτοῦ τῆς πονηρίας, τὸ δίκαιον ἐπ’ αὐτῷ τῆς θείας κρίσεως διαφανῇ. διὰ τοῦτο ὑπὸ μικροτέρων πληγῶν ἀεὶ προστιθεὶς, καὶ ἐπιτείνων τὰς μάστιγας, οὐκ ἐμάλαξεν αὐτοῦ τὸ ἀνυπότακτον· ἀλλ’ εὕρισκεν αὐτὸν κα τῆς ἀνοχῆς καταφρονοῦντα, καὶ τοῖς ἐπαγομένοις αὐτῷ δεινοῖς ὑπὸ τῆς συνηθείας ἐμμελητήσαντα. Ὠριγένουσ ἐκ τῶν ἐκλογῶν. τὸ δὲ “ σὺ τίς εἶ ὁ ἀνταποκρι- “ νόμενος τῷ Θεῷ,” τάχα διδάσκει, ὅτι ὁ μὲν παρρησίαν ἔχων πρὸς τὸν Θεὸν, ὡς πιστὸς καὶ εὖ βιοὺς, οὐκ ἂν ἀκοῦσαι, “ σὺ δὲ “ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ ;” ὁποῖος ἦν Μώσης. γὰρ ἐλάλει, “ ὁ δὲ Θεὸς ἀπεκρίνατο φωνῇ.” καὶ ὡς ἀποκρίνεται ὁ Θεὸς πρὸς Μωσέα, οὕτως ἀποκρίνεται καὶ ὁ ἅγιος πρὸς τὸν Θεόν. ὁ δὲ ταύτην μὴ κτησάμενος τὴν παρρησίαν, δηλονότι ἢ ἀπολωλεκὼς, ἣ περὶ τούτων οὐ κατὰ φιλομάθειαν, ἀλλὰ κατὰ φιλονεικίαν ζητῶν, καὶ διὰ τοῦτο λέγων, “ τι ἔτι μέμφεται ; τῷ γὰρ θελή- “ ματι αὐτοῦ τίς ἀνθέστηκεν ;” οὗτος ἃν ἄξιος εἴη τῆς τῆς λεγούσης, “ σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ ;

Γενναδίου. Ἕτερος δὲ τοῦτο οὕτως ἑρμήνευσεν. ἐρωτᾷς με, “ τίς ἀνθέστηκεν αὐτοῦ τῷ βουλήματι ;” ἐγὼ δέ σοι λέγω, σὺ πρὸ πάντων, ὁ ἀνταποκρινόμενος τῷ Θεῷ. τίς μὲν γὰρ εἶ που πάντως· καὶ οὐκ ἃν οὐδεὶς εἶναι ποτὲ καταδέξαιο. ἀντιλέγων δὲ Θεῷ, πῶς οὐκ ἀνθέστηκας ; οὐκοῦν τοῖς αὐτοῦ λόγοις ἑάλως· καὶ οἷς ἀρνῇ, τούτοις ὁμολογεῖς τὴν ἀντίστασιν. καὶ σαυτοῦ, πρὸ

350
ἐμοῦ κατήγορος γέγονας. ζητεῖς μὲν γὰρ, τίς ἀνθέστηκε ; τίς δὲ ὑπάρχεις αὐτός ; εἰ μὲν οὖν ὁμολογεῖς εἶναι μηδεὶς, συγχωρῶ σοι τὸ μέμφεσθαι τοῖς ἀνθρώποις εἰκῆ τὸν Θεόν. εἰ δὲ εἶ τίς, κἂν μυριάκις ἀρνοῖο, δίκαιος ὁ Θεὸς ἀποδέδεικται. καὶ παρὰ σοῦ πρώτου φέρεται τὴν νικῶσαν. ἀλλὰ γὰρ ὃ τινῶν ἐπὶ τοῦ παρόντος τεθαύμακα, τοῦτο καὶ πρὸς σὲ, φίλτατέ μοι Πέτρε, βούλομαι διελθεῖν. ἐπιχειρήσαντες τουτὶ τῆς Ἐπιστολῆς τὸ μέρος ἑρμηνεῦσαι τινές· εἶτα οὐκ ἐξαρκέσαντες, τοῦ ἁγίου Παύλου τὴν οἰκείαν ἀπορίαν οὐκ ὤκνησαν καταψεύσασθαι. οὐ γὰρ ἐπιλυόμενον αὐτὸν τὰ παρὰ τῶν ἐναντίων προβλήματα, τὸ “ μενοῦνγε ὦτ’ ἄνθρωπε, σὺ τίς “ εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ,” ἔφησαν εἰρηκέναι, ἀλλ’ ἐπιτιμῶντα καὶ ἐπιπλήττοντα, καὶ μονονοὺ βεβαιοῦντα τὸ τῷ Θεῷ παρ’ ἐκείνων ἐπαγόμενον κατηγόρημα. εἰ γὰρ οὐκ ἀποδίδωσι λόγον τοῦ πράγματος, ἀλλὰ τὰ τῆς ἐξουσίας χρηστοῦ τοῦ Θεοῦ προτεινόμενος, ἐπιστομίζει τὸν ἀντιλέγοντα· τῷ ἐκείνου λόγῳ συντρέχων, σαφῶς ἐλέγχεται συνομολογεῖν οὐ δικαίως, ἀλλ’ αὐθεντίᾳ τὸν Θεὸν τὰ ἀνθρώπινα πράττειν. τοῖς δὲ, προσήκειν ἡσυχῆ στέργειν ὅπως ἃν ἔχοι τὰ κατ’ αὐτούς· ἐοικότας τοῖς ὑπὸ τῶν κεραμέων πλαττομένοις σκεύεσιν· οὐ διαδικάζεσθαι πρὸς τὸν δημιουργήσαντα φαύλους· εἶτα διότι φαῦλοι μεμφόμενον. οὓς εἰ μηδὲν ἄλλο τῶν ὅλων, τοῦτο γοῦν ἐχρῆν συνιδεῖν, ὡς εἴπερ ὁ Ἀπόστολος ἠπίστατο μὴ δυνάμενος, κατὰ τὸν λόγον ἐκείνων, ἀπαντῆσαι ταῖς προτάσεσι ταύταις, οὐκ ἃν αὐτὰς προὐβάλετο τὰς ἀρχάς. οὐ γὰρ καὶ τοῦτο δήπουθεν ἠδύνατο· οὐδ’ ἃν αὐτὸς λαβὰς εἰς κατάλυσιν τοῦ ἰδίου κηρύγματος τοῖς ἀντιπάλοις παρείχετο. καθάπερ τὰ ἐκείνων, οὐ τὰ οἰκεῖα προῃρημένος συνιστᾶν. τοῦτο γὰρ οὐδ’ ἃν ἔπαθεν ὁ πάντων εὐηθέστερος. ἀλλ’ οὐχ οὕτως ἔχει. τεθαρρηκὼς δὲ οἶμαι Χριστῷ καὶ τῇ ἀληθείᾳ συνηγορῶν, οὐδεμίαν τοῖς ἐναντίοις ὑπελείπετο πρόφασιν. ἀλλ’ ὥσπερ τῶν ἄλλων ἁπασῶν ἀντιθέσεων, οὕτω καὶ ταύτης ἰσχυροτέραν ἐποιήσατο τὴν ἀναίρεσιν. καὶ τῶν βλασφήμων ἀπορράψας τὰ στόματα, προσεπάγει τούτοις καὶ ἕτερον ἐκ παραδείγματος τῷ πράγματι προσφυοῦς. τὸ μὲν ἐκείνων ἐπὶ πλέον ἀνατρέπων φρόνημα, τὸ δὲ εὐσεβὲς συνιστάς. μὴ, ἐρεῖ, φησὶν, τὸ πλάσμα τῷ πλάσαντι, τί με ἐποίησας οὕτως; οὕτω μέν, φησιν, αὐτὸς ὑφ’ ἑαυτοῦ διηλέγχθης. ἀνθιστάμενος
351
δὲ ἐγκαλεῖς Θεῷ, καὶ λέγεις “ τί ἔτι μέμφεται ;” ταῦτα ταῦτα τοῦτο, “ τῷ γὰρ βουλήματι αὐτοῦ τις ἀνθέστηκεν, ἀντειπὼν, ἑρμηνεύει λοιπὸν καὶ τῶν προτεθεισῶν ῥήσεων τὸν σκοπόν. ὣν ἐν μὲν τῇ πρὸς τὸν Μωϋσέα δηλοῦται φιλάνθρωπος· ἐν δὲ τῇ πρὸς τὸν Φαραὼ, τιμωρητικὸς ὁ Θεός * * *