Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Οἱ γὰρ κατὰ σάρκα ὄντες, τὰ τῆς σαρκὸς φρονοῦσιν· οἱ δὲ κατὰ πνεῦμα, τὰ τοῦ πνεύματος. τὸ γὰρ φρόνημα τῆς σαρκὸς, θάνατος· τὸ δὲ φρόνημα τοῦ πνεύματος, ζωὴ καὶ εἰρήνη. διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ ἑοῦ, οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται.

Κυρίλλου. τοῦ περὶ τῆς δικαιοσύνης ἁψάμενος λόγου, τὴν περὶ ταύτης εἰσφέρει παραίνεσιν. καὶ εἰρηκὼς “ τοῖς μὴ κατὰ “ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα,” ἐπήγαγεν, “ οἱ γὰρ “ κατὰ σάρκα ὄντες, τὰ τῆς σαρκὸς φρονοῦσιν. οἱ δὲ κατὰ πνεῦμα, “ τὰ τοῦ πνεύματος.” οὕτως καὶ ἀλλαχοῦ. “ εἰ πνεύματι ζῶμεν, πνεῦμα δὲ ἐνταῦθα τὴν χάριν λέγει τοῦ Πνεύματος. καὶ διδάσκει ὡς ὁ ταύτῃ ἑπόμενος, τὰ ταύτῃ ἀρέσκοντα φρονεῖ καὶ ποιεῖ. ὁ δὲ τῇ σαρκὶ δουλεύων, τοῖς τοῦ σώματος δηλονότι πάθεσι, τὴν ἐλευθερίαν ἀφῄρηται. οὐκ εἶπε δὲ ἡ γὰρ σὰρξ, θάνατος, ἀλλὰ [*](t I. m. a m. rec. ἀλλὰ μένε φυλάττων τὸν καλὸν τοῦτον θησαυρόν.)

221
“ τὸ φρόνημα τῆς σαρκός.” τουτέστι, τὰ τῶν παθημάτων σκιρτήματα. τῶν γὰρ ἡμαρτηκότων ὁ θάνατος ἐπιτίμιον. ὁ δὲ πνευματικῶς, φησι, ζῶν, τῆς πρὸς Θεὸν μεταλαγχάνει. μεταλαγχάνει. ἐκπεπολέμωται δὲ πρὸς Θεὸν τὸ φρόνημα τῆς σαρκός. τουτέστιν, ἡ τῶν παθῶν δυναστεία. οὐδὲ γὰρ οἷόν τε τὸν τὴν παθῶν δυναστείαν καταδεξάμενον, τοῦ Θεοῦ τὴν θεραπείαν ἀσπάσασθαι, ἔτι τῇ ἁμαρτίᾳ δουλεύειν αἱρούμενον.

Κυρίλλου. Θάνατον μὲν οὖν εἶναί φησι τὸ τῆς σαρκὸς φρόνημα, καὶ μάλα ὀρθῶς. τὸ δέ γε τοῦ πνεύματος, ζωὴν καὶ εἰρήνην. θανάτου μὲν γὰρ ἀληθῶς, ἡ φιλοσαρκία πρόξενος. ζωῆς δὲ τῆς εἰς αἰῶνα καὶ τῶν ἄνωθεν ἀγαθῶν, τὸ διαβιοῦν ἑλέσθαι πνευματικῶς. εἰ γὰρ “ τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεὸν,” ὡς οὐκ ἀνεχόμενον τοῖς θείοις ὑπείκειν νόμοις· οὐ δὲ γὰρ δύναται. πῶς γὰρ ἀρέσει Θεῷ μυσαρὰ καὶ βέβηλος ἡδονή ; πάντως ὁ καθαρὸς ῥύπου καὶ παθῶν νοῦς, κατὰ τὸ δύνατον τῇ ἀνθρώπου φύσει, πρὸς Θεὸν εἰρηνεύει.

Μεθοφίου. Τὸ φρόνημα φησὶ τῆς σαρκὸς οὐχ ἡ σάρξ, ἀλλὰ τὸ πρὸς ἀκρασίαν αὐτῆς ὅρμημα.

Χρυσοστόμου. Καὶ οὐδὲ τοῦτο διαβολὴ τῆς σαρκός. ἕως μὲν γὰρ ἂν τὴν οἰκείαν φυλάττῃ τάξιν, οὐδὲν ἄτοπον γίνεται. ὅταν δὲ αὐτῇ πάντα ἐπιτρέπομεν, καὶ τοὺς οἰκείους ὑπερβᾶσα ὀροὺς κατεξανασταίη τῆς ψυχῆς, τότε πάντα ἀπόλλυσι καὶ διαφθείρει. οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀμετρίαν καὶ τὴν ἐκ ταύτης ἀταξίαν. “ τὸ γὰρ φρόνημα,” φησὶ, “ τῆς σαρκός.” οὐκ εἶπεν ἡ τῆς σαρκὸς φύσις, οὐδὲ ἡ οὐσία τοῦ σώματος, ἀλλὰ τὸ φρόνημα. ὅπερ διορθωθῆναι δύναιτ’ ἃν καὶ ἀναιρεθῆναι. τοῦτο δὲ λέγει, οὐ τῇ σαρκὶ διδοὺς λογισμὸν ἴδιον, ἄπαγε· ἀλλὰ τὴν παχυτέραν τῆς διανοίας ὁρμὴν ἐνδεικνύμενος, καὶ ἀπὸ τοῦ χείρονος αὐτὴν καλῶν. ὥσπερ οὖν καὶ σάρκα πολλάκις, ἄνθρωπον ὁλόκληρον, καὶ ψυχὴν ἔχοντα εἴωθε καλεῖν· φρόνημα δὲ τοῦ πνεύματος, τὴν πνευματικὴν διάνοιαν λέγει. ὅπερ οὖν καὶ προιὼν φησὶ, “ ὁ “ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος.” καὶ δείκνυσι πολλὰ τὰ ἐκ ταύτης ἀγαθὰ, καὶ ἐν τῷ παρόντι καὶ ἐν τῷ μέλλοντι. τῶν γὰρ κακῶν ὧν τὸ φρόνημα εἰσάγει τὸ σαρκικὸν, πολλῷ πλείονα ἀγαθὰ παρέχει τὸ πνευματικόν. ἅπερ ἐδή-

222
λωσεν εἰπὼν, “ ζωὴ καὶ εἰρήνη.” τὸ μὲν, πρὸς ἀντιδιαστολὴν τοῦ προτέρου· “τὸ γὰρ φρόνημα,’ φησὶ, “τῆς σαρκὸς, θάνατος· τὸ δὲ, πρὸς ἀντιδιαστολὴν τοῦ ἑξῆς. εἰπὼν γὰρ εἰρήνη, ἐπήγαγε, “διότι “τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν.” ὃ τοῦ θανάτου χεῖρον ἐστίν. εἶτα δείκνυσι, πῶς καὶ θάνατος καὶ ἔχθρα. “τῷ γὰρ νόμῳ του Θεοῦ οὐχ ὑποτάσσεται οὐδὲ γὰρ δύναται.

Ἀλλὰ μὴ θορυβηθῇς ἀκούων, “ οὐ δὲ γὰρ δύναται. καὶ γὰρ εὔκολον ἡ ἀπορία αὕτη τὴν λύσιν ἔχει. φρόνημα γὰρ ἐνταῦθα σαρκὸς φησὶν, τὸν γεώδη λογισμὸν, τὸν παχύν· τὸν πρὸς τὰ βιωτικὰ καὶ τὰς πονηρὰς πράξεις ἐπτοημένον. τοῦτον φησὶ, ἀδύνατον εἶναι ὑποταγῆναι Θεῷ. καὶ ποία ἐλπὶς λοιπὸν σωτηρίας, εἰ ἀδύνατον κακὸν ὄντα γενέσθαι καλόν ; οὐ τοῦτο φησί. ἐπεὶ πῶς ὁ Παῦλος ἐγένετο τοιοῦτος ; πῶς ὁ λῃστὴς, καὶ μυρίοι ἕτεροι; οὐ τοῦτο τοίνυν φησὶ, ὅτι ἀδύνατον τὸν πονηρὸν γενέσθαι καλόν. ἀλλ’ ὅτι ἀδύνατον πονηρὸν μένοντα, ὑποταγῆναι Θεῷ. μεταβαλόμενον μέντοι καλὸν γενέσθαι καὶ ὑποταγῆναι, ῥᾴδιον. οὐ γὰρ εἶπεν, ὅτι ἄνθρωπος οὐ δύναται ὑποταγῆναι Θεῷ, ἀλλ’ ὅτι ἡ πονηρὰ πρᾶξις, οὐ δύναται εἶναι καλή. ὅπερ οὖν καὶ ἐν τῷ εὐαγγελίῳ ἔλεγεν ὁ Χριστὸς, “οὐ δύναται σαπρὸν δένδρον, καλοὺς καρποὺς ποιεῖν,” οὐ τὴν ἀπὸ κακίας εἰς ἀρετὴν μεταβολὴν κωλύων, ἀλλὰ τὴν ἐν τῇ κακίᾳ διατριβὴν λέγων, μὴ δύνασθαι φέρειν καρποὺς καλούς. ἐπεὶ ὅτι δύνατον μεταβληθῆναι, καὶ ἐξ ἄλλης ἔδειξε παραβολῆς. ὅταν εἰσάγῃ τὰ ζιζάνια γινόμενα σῖτον. διὸ καὶ ἐκριζῶσαι αὐτὰ κωλύει. “μήποτε γάρ,” φησι, “σὺν αὐτοῖς ἀνασπάσητε καὶ τὸν “ σῖταον.” τουτέστι, τὸν μέλλοντα γενέσθαι ἐξ αὐτῶν. φρόνημα τοίνυν σαρκὸς, τὴν κακίαν φησίν. καὶ φρόνημα πνεύματος, τὴν χάριν τὴν δεδομένην· καὶ τὴν ἐνέργειαν, τὴν τῇ προαιρέσει κρινομένην τῇ χρηστῇ. οὐδαμοῦ περὶ ὑποστάσεως καὶ οὐσίας ἐνταῦθα διαλεγόμενος, ἀλλὰ περὶ ἀρετῆς καὶ κακίας. ὅπερ γὰρ οὐκ ἴσχυσας ἐν τῷ νόμῳ φησὶν, τοῦτο δυνήσῃ νῦν, ὀρθὰ βαδίζειν καὶ ἀδιάπτωτα, εἰ τῆς τοῦ πνεύματος ἐπιλάβοιο βοηθείας. οὐ γὰρ ἀρκεῖ τὸ μὴ κατὰ σάρκα περιπατεῖν, ἀλλὰ δεῖ καὶ κατὰ Πνεῦμα βαδίζειν. u τοῦτο δὲ ἔσται, ἃν τῷ Πνεύματι τὴν ψυχὴν ἐκδῶμεν, καὶ [*](u I. marg. a m. rec. ἐπειδήπερ οὐκ ἀποχρὴ πρὸς σωτηρίαν ἡμῖν τὸ ἐκκλῖναι ἀπὸ κα ἀλλὰ δεῖ καὶ τὰ ἀγαθὰ ποιεῖν.)

223
τὴν σάρκα πείσωμεν τὴν οἰκείαν τάξιν ἐπιγινώσκειν. οὕτω γὰρ καὶ αὐτὴν ἐργασόμεθα πνευματικήν. ὥσπερ οὖν ἐὰν ῥαθυμῶμεν, καὶ τὴν ψυχὴν ποιήσομεν σαρκικήν x.

Ωριγένουσ. Ἀφ’ ὧν τοίνυν διδάσκει ὁ Παῦλος μανθάνομεν, τινες εἰσι κατὰ σάρκα οἱ τὰ τῆς σαρκὸς φρονοῦντες. καὶ τίνες εἰσὶ κατὰ πνεῦμα· οἱ τὰ τοῦ πνεύματος φρονοῦντες . τὰ δὲ φρονήματα τῆς σαρκὸς εἰσὶ, πορνεία, ἀσέλγεια, εἰδωλολατρίᾳ, καὶ τὰ ὅμοιαι ὅπερ αὐτὸ τοῦτο θάνατός ἐστι. τὰ δὲ τοῦ πνεύματος, ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, καὶ τὰ τούτοις ἀκόλουθα. ἅπερ ἔστι ζωή. καὶ ἤδη ἐν ζωῇ εἰσὶν οἱ τοιοῦτοι, καὶ ἐν εἰρήνῃ εὐφραίνονται. ἀκόλουθον οὖν, τοὺς μὲν εἰς τὴν σάρκα σπείροντας θερίζειν φθοράν. τοὺς δὲ πνεύματι ζῶντας, σπείρειν εἰς τὸ πνεῦμα. ἀφ’ οὗ ἐστι θερίσαι ζωὴν αἰώνιον. πρὸς δὲ τούτοις, καὶ ἐχθροὶ εἰσὶ τοῦ Θεοῦ, οἱ τοῦ φρονήματος τῆς σαρκός. φρονοῦσι δὲ τὰ τῆς σαρκὸς, καὶ ὅσοι βούλονται πλουτεῖν, ἣ ἐπιθυμοῦσι δόξης. καὶ οἱ κατὰ γράμμα ζῶντες Ἰουδαῖοι, καὶ τὴν ἐν σαρκὶ αὐχοῦντες περιτομὴν, οὗτοι τὰ τῆς σαρκὸς τοῦ νόμου φρονοῦσιν. οἱ δὲ κατὰ πνεῦμα Ἰουδαῖο· οἱ τὴν ἐν καρδίᾳ καὶ πνεύματι περιτομὴν ποιοῦντες, οὗτοι φρονοῦσι τὰ τοῦ πνεύματος. καὶ ἐν μὲν τῷ φρονήματι τῆς σαρκὸς τοῦ νόμου, θάνατόν τις εὑρήσει καὶ ἔχθραν τὴν εἰς Θεόν. ἐν δὲ τῷ φρονήματι τοῦ πνεύματος τοῦ νόμου, ζωὴν καὶ εἰρήνην. οἱ δὲ ἐν τῇ σαρκὶ τοῦ νόμου ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται, ἀλλ’ οἱ ἐν τῳ πνεύματι του νόμου ὄντες. ἀμφότεροι γὰρ ἐπαγγελλόμεθα τὸν Μώσεως νόμον. ἀλλ’ ἐκεῖνοι μὲν, κατὰ σάρκα, ἡμεῖς δὲ, κατὰ πνεῦμα. διὸ ἐκεῖνοι σαρκικὰς ἡγοῦνται τὰς ἐπαγγελίας, ἀκολούθως τῷ σαρκικῷ νόμῳ· ἡμεῖς δὲ πνευματικὰς, ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ, ἐν τοῖς ἐπουρανίοις.

Φωτίου. Καλῶς οὖν φησὶν, ὅτι τὸ φρόνημα τῆς σαρκὸς τῷ νόμῳ τοῦ Χριστοῦ οὐχ ὑποτάσσεται. ἐν ὅσῳ μὲν γάρ ἐστι, δῆλον ὅτι οὐχ ὑποτάσσεται. ἐν ὅσῳ δὲ παρέλθῃ καὶ ἀπογένηται τοῦ ἀνθρώπου, οὐδόλως ἐστίν. ὥστε οὐδ’ ὑποτάσσεται. πῶς γὰρ ἃν τὸ μὴ ὃν, ἣ ἀντιστήσεται, ἣ ὑποταγῇ τινι; τίς οὖν ὑποτάσσεται; ὁ ἄνθρωπος ἐν ᾧ τὸ σαρκικὸν φρόνημα y; ἀλλ’ ἔτι μὲν τοῦ σαρκικοῦ [*](x Plura hic desunt. γ Suppl. οὐκ ἔστι.)

224
παρόντος φρονήματος, οὐδὲ ἐκεῖνος. καταβληθέντος δὲ διὰ μετα- νοίας καὶ ὑποχωρήσαντος, τότε ἐκεῖνος ἀγαθοεργεῖ, καὶ ὐποτάσσεται τῷ νόμῳ τοῦ Θεοῦ.