Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Μαξίμου. Καὶ ἄλλως δὲ σάρξ ἁμαρτίας ἐστὶν ἡ ἐκ σπορᾶς ἀνδρὸς τὴν γένεσιν ἔχουσα. κατὰ ταὐτὸν γὰρ ἔχει δυνάμει τὴν ἁμαρτίαν, καὶ τὴν φθορὰν κατὰ φύσιν. τὴν μὲν, ἀρχήν· τὴν δὲ, τέλος ἔχονσαν τῆς οἰκείας γενέσεως· ἡ δὲ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ἐστὶ σὰρξ, ἡ δίχα σπορᾶς ἀνδρὸς συστᾶσα τοῦ Κυρίου [*](r I. marg. a m. rec. ὁρᾶς πανταχοῦ τὴν ἁμαρτίαν καταδικαυμἑνην, οὐχὶ τὴν σᾶμα, ἀλλὰ ταύτην στεφανομένην καὶ τὴν ἀπόφασιν κατ’ αὐτῆς ἐκφέρουσαν; s Leg. ἀθάνατον.)

218
σάρξ· κατὰ φύσιν μὲν ἔχουσα τὴν φθορὰν, καθ’ ἣν ἡμῖν ὅμοιος ἦν· κατὰ δύναμιν δὲ φύσεως τὴν ἀναμαρτησίαν, καθ’ ἣν ἡμῖν ἀνόμοιος ἢν.

Κυρίλλου. Εἰ δὲ ἠσθένησεν ὁ νόμος κατακρῖναι τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· κατέκρινε δὲ ὁ Χριστὸς, δεκτικὴν αὐτὴν ἀποδείξας Πνεύματος Ἁγίου· ὡς δύνασθαι λέγειν ἡμᾶς, οὐκ ἐσμὲν ἐν σαρκὶ ἀλλ’ ἐν Πνεύματι, καὶ κατὰ τοῦτο ἄρα κρείττων τῶν Ἀγγέλων, δι’ ὧν ὁ νόμος λελάληται.

Γενναδίου. Καὶ οὕτως δὲ τίς ἄνωθεν διεξῆλθε περὶ τῶν προκειμένων. ἣν ὁ νόμος δικαίωσιν ὑπαγορεύων, ἠτόνει διὰ τῆς ἡμετέρας σαρκὸς ἐν ἡμῖν κατορθῶσαι, ταύτην ἐν Χριστῷ παρέσχεν ἡμῖν ὁ Θεός. τὸν γὰρ Υἱὸν πέμψας τὸν αὐτοῦ, σάρκα τὴν αὐτὴν ἡμῖν ἔχοντα, παθητὴν τὲ καὶ ἁμαρτητικὴν, οὐχὶ τῷ ἁμαρτεῖν, ἀλλὰ τῷ ἱκανὴν εἶναι ὑποδέχεσθαι. ὁμοίωμα γὰρ σαρκὸς ἁμαρτίας, τὴν ἐνδεχομένην ἁμαρτῆσαι σάρκα φησί. ὡς καὶ τὸ “ ἐν ὁμοιώματι “ἀνθρώπου γενόμενος,” ἀντὶ τοῦ, γενόμενος ἄνθρωπος. ταύτην οὖν ἔχοντα τὴν σάρκα, φησὶ, “ ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας “ περὶ ἁμαρτίας,” τουτέστιν, ἐφ’ ᾧ τὴν ἁμαρτίαν καταγωνίσασθαι, “ κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.” ἀνέπαφον αὐτῇ καὶ ἀνάλωτον παντελῶς διαφυλάξας αὐτήν.

Φωτίου. Δυνατὸν γὰρ καὶ οὕτω στίξαντα, ἀναγνῶναι· “ ὁ Θεὸς “ τὸν ἑαυτοῦ πέμψας Υἱὸν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ “ περὶ ἁμαρτίας·” εἶτα ἐπαγαγεῖν, “ κατέκρινε τὴν ἁμαρτίαν ἐν “ τῇ σαρκί.” τουτέστι τὸν Υἰὶν περὶ ἁμαρτίας· ἤγουν ἕνεκα τῆς ἁμαρτίας, τοῦ ἐξᾶραι αὐτήν· καὶ ἐλευθερῶσαι ἡμᾶς ἀπὸ ταύτης. πῶς οὖν ἐξῆρε ; κατακρίνας αὐτήν. οὐ γὰρ ἁπλῶς καὶ ἐξουσιαστικῶς· ἀλλ’ ὑπὸ δίκην ἀγαγὼν αὐτὴν, καὶ δείξας ἁλοῦσαν. πῶς οὖν ἑάλω καὶ ἥττηται ; ἐν τῇ σαρκὶ αὐτοῦ. προσιέναι γὰρ βουληθεῖσα καὶ μὴ ἰσχύσασα, ἑάλω καὶ ἥττηται.

Τοῦ Θεοδόγου. Σὺ δὲ πρὸς τὸν λέγοντα ὅτι ἐλάττων ὁ Υἱὸς τοῦ Πατρός· ἐπέμφθη γὰρ παρ’ αὐτοῦ, ὡς καὶ Παῦλος φησὶ, εἰπὲ, μηδὲν ἐνδοιάσας· ἀπεστάλη μὲν ἀλλ’ ὡς ἄνθρωπος. διπλοῦς γὰρ ἦν, ἐπεὶ καὶ ἐκοπίασε, καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἠγωνίασε καὶ ἐδάκρυσε, νόμῳ σώματος. εἰ δὲ καὶ ὡς Θεὸς, τί τοῦτο ;

219
τὴν εὐδοκίαν τοῦ Πατρὸς ἀποστολὴν εἶναι νόμισον, ἐφ’ ὃν ἀναφέρει τὰ ἑαυτοῦ. καὶ ὡς ἀρχὴν τιμῶν ἄγχρονον, καὶ τοῦ μὴ δοκεῖν εἶναι ἀντίθεος.

Σευηριανοῦ καὶ Θεοδώρου. Τέως δὲ οὐχ ὁ νόμος φησὶ, ἀδύνατα ἔπραττεν, ἀλλ’ ἡ σὰρξ οὐκ ἠδύνατο πληρῶσαι τὴν τοῦ νόμου πολιτείαν, διὰ τὸν ἐμποδίζοντα πονηρόν· ὃν διὰ τῆς ἑαυτοῦ σαρκὸς κατέκρινεν ὁ Χριστός· ἣν ὅταν ἀποβλέψῃ πρὸς τὸ αὐτῆς ἀναμάρτητον καὶ ὅσιον καὶ καθαρὸν, ὁμοίωμα σαρκὸς ὀνομάζει. ἔπεμψεν οὖν, φησι, ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, οὐκ ἐν ὁμοιώματι Ἀγγέλου, ἢ τινὸς ἄλλου, ἀλλ’ ἐν ὁμοιώματι σαρκός. ἵνα σαρκὸς ἡττηθείσης ἐπὶ τοῦ Ἀδὰμ, σὰρξ καταγωνίσηται τὸν πονηρὸν ἐπὶ τοῦ Χριστοῦ. ἀπεστάλη δὲ ὁ Κύριος, διὰ τὴν ἐπικρατήσασαν τῶν ἀνθρώπων ἁμαρτίαν. τοῦτο γὰρ τὸ “ καὶ περὶ ἁμαρτίας·” ἀντὶ τοῦ, διὰ τὴν ἁμαρτίαν. παρέλκει δὲ τὸ “ καί.” ἣν κατέκρινεν ἐν τῇ σαρκὶ αὐτοῦ.

Χρυσοστόμου. Τί οὖν πρός με s τοῦτο φησί; εἰ ταῦτα ἐν ἐκείνῃ τῇ σαρκὶ γέγονε, πρὸς σὲ μὲν οὖν μάλιστα· διὸ καὶ ἐπήγαγεν, “ ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ “ κατὰ σάρκα περιπατοῦσι.” τί ἐστι “ τὸ δικαίωμα ;” τὸ τέλος, ὁ σκοπὸς, τὸ κατόρθωμα. τι γὰρ ἐκεῖνος ἐβούλετο ; καὶ τί ποτε ἐπέταττεν ; ἀναμάρτητον εἶναι. τοῦτο τοίνυν κατόρθωται νῦν ἡμῖν διὰ τοῦ Χριστοῦ. καὶ τὸ μὲν ἀντιστῆναι καὶ περιγενέσθαι, γέγονεν ἐκείνου. τὸ δὲ ἀπολαῦσαι τῆς νίκης, ἡμέτερον. οὐκοῦν οὐχ ἁμαρτησόμεθα λοιπόν ; οὐχ ἁμαρτησόμεθα, ἃν μὴ σφόδρα ὦμεν ἐκλελυμένοι καὶ ἀναπεπτωκότες. διὸ καὶ προσέθηκε “ τοῖς μὴ “ κατὰ σάρκα περιπατοῦσιν.” ἵνα γὰρ μὴ ἀκούσας ὅτι ἐρρύσατο ὁ Χριστὸς τοῦ πολέμου τῆς ἁμαρτίας, καὶ ὅτι τὸ δικαίωμα τοῦ νόμου πεπλήρωται ἐν σοί· τῆς ἁμαρτίας κατακριθείσης ἐν τῆ σαρκὶ, καταλύσῃς τὴν παρασκευὴν ἅπασαν. διὰ τοῦτο καὶ ἐκεῖ εἰπὼν “ οὐδὲν ἄρα κατάκριμα· τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι.” καὶ ἐνταῦθα λέγων, “ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν,” τὸ αὐτὸ τοῦτο ἐπήγαγε. μᾶλλον δὲ ούχί τοῦτο μόνον, άλλὰ καὶ πολλῷ πλέον. εἰπὼν γὰρ “ τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν,” [*](s I. m. a m. rec. πρός μ.)

220
ἐπήγαγεν, ἀλλὰ “ κατὰ Πνεῦμα.” δεικνὺς ὅτι οὐ κακῶν δεῖ μόνον ἀπέχεσθαι, ἀλλὰ καὶ ἐν ἀγαθοῖς κομᾷν. τὸ μὲν γὰρ δοῦναι σοι τὸν στέφανον, ἐκείνου. τὸ δὲ κατασχεῖν δοθέντα, σόν. καὶ γὰρ ὅπερ ἦν δικαίωμα νόμου, τὸ μὴ γενέσθαι ὑπεύθυνον τῇ ἀρᾷ, τοῦτο ἤνυσέ σοι ὁ Χριστός. μὴ τοίνυν προδῷς τὴν τοσαύτην δωρεάν t. δείκνυσι γὰρ ἐνταῦθά σοι, ὅτι οὐκ ἀρκεῖ τὸ λουτρὸν ἡμῖν εἰς σωτηρίαν, ἃν μὴ μετὰ τοῦ λουτροῦ ἄξιον ἐπιδειξώμεθα βίον τῆς δωρεᾶς. ὥστε πάλιν τῷ νόμῳ συνηγορεῖ ταῦτα λέγων. καὶ γὰρ καὶ μετὰ τὸ πεισθῆναι τῷ Χριστῷ, πάντα δεῖ ποιεῖν καὶ πραγματεύεσθαι. ὥστε τὸ ἐκείνου δικαίωμα μένειν ἐν ἡμῖν, ὅπερ ἐπλήρωσεν ὁ Χριστὸς, καὶ μὴ διαφθαρῆναι.

Σευηριανοῦ καὶ Θεοδώρου. Τινὲς δὲ τὸ “ μὴ κατὰ σάρκα “ περιπατοῦσιν,” ἀντὶ τοῦ κατὰ τὸν νόμον εἶπον· εἶχε γὰρ ὁ νόμος παρατηρήσεις σαρκικάς· σαρκικὸν δὲ ἦν καὶ τὸ παραχωρῆσαι τρυφᾶν.

Θεοφωρήτου. Καὶ “ δικαίωμα νόμου,” τὸ δικαίους ἀποφῆναι τοὺς δεξαμένους τὸν νόμον.