Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Χριστὸς ὁ ἀποθανὼν, μᾶλλον δὲ καὶ ἐγερθεὶς, ὃς καὶ ἔστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ημων.

Χρυσοστόμου. τίς, φησιν, ἡμᾶς καταδικάσει, τοῦ Χριστοῦ δι’ ἡμᾶς σφαγέντος· καὶ μετὰ τὴν σφαγὴν, καὶ ὑπὲρ ἡμῶν ἐντυγχάνοντος; καὶ γὰρ ἐπὶ τῆς οἰκείας ἀξίας φανεὶς, οὐ κατέλυσε τὴν ὑπὲρ ἡμῶν πρόνοιαν. ἀλλὰ καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν· καὶ τὴν αὐτὴν ἀγάπην μένει διατηρῶν. οὐδὲ γὰρ ἠρκέσθη τῇ σφαγῇ μόνον, ὅπερ μεγίστου μάλιστά ἐστι φίλτρου, τὸ μὴ μόνον τὰ εἰς αὐτὸν ἥκοντα ποιεῖν, ἀλλὰ καὶ ἕτερον ὑπὲρ τούτου παρακαλεῖν. τοῦτο γὰρ μόνον διὰ τοῦ ἐντυγχάνει, δηλῶσαι ἠβουλήθη, ἀνθρωπικώτερον διαλεχθεὶς καὶ συγκαταβατικώτερον· ἵνα τὴν ἀγάπην ἐνδείξηται. ἐπεὶ καὶ τὸ, “ οὐκ ἐφείσατο,,” ἐὰν μὴ μετὰ ταύτης τῆς ἐννοίας, πολλὰ τὰ ἄτοπα ἕψεται. καὶ ἵνα μάθῃς ὅτι τοῦτο ἐστιν ὃ κατασκευάσαι βούλεται, πρότερον εἰπὼν ὅτι ἔστιν ἐν δεξιᾷ, τότε ἐπήγαγεν, ὅτι ἐντυγχάνει ὑπὲρ ἡμῶν, ὅτε τὴν ὑμοτιμίαν ἔδειξε καὶ τὴν ἰσότητα. ἵνα λοιπὸν τὸ, ἐντυγχάνει, μὴ ἐλαττώσεως, ἀλλὰ ἀγάπης φαίνηται ὄν. ὁ γὰρ αὐτοξωὴ ὣν, καὶ πηγὴ τῶν ἀγαθῶν ἁπάντων, καὶ μετ’ ἐξουσίας τῆς αὐτῆς τῷ Πατρὶ, καὶ νεκροὺς ἐγείρων καὶ ζωοποιῶν, καὶ τὰ ἄλλα πάντα ποιῶν, πῶς ἂν ἐντεύξεως ἐδεήθη εἰς τὸ ὠφελῆσαι ἡμᾶς, ὁ ἀπεγνωσμένους καὶ καταδεδικασμένους, καὶ ἐξ οἰκείας ἐξουσίας, καὶ τῆς καταδίκης ἐκείνης ἀπαλλάξας, καὶ δικαίους υἱοὺς ποιήσας, καὶ πρὸς τὰς ἀνωτάτω τιμὰς ἀγαγὼν, καὶ τὰ μηδέποτε ἐλπισθέντα εἰς ἔργον ἀγαγὼν, πῶς ἂν μετὰ τὸ κατορθῶσαι πάντα, καὶ τὴν φύσιν τὴν ἡμετέραν δεῖξαι, ἐπὶ τοῦ θρόνου τοῦ βασιλικοῦ, πρὸς τὰ εὐκολώτερα, ἐντυχίας ἐδεῖτο; ὁρᾷς πῶς πανταχόθεν δείκνυται, ὅτι τὸ, ἐντυγχάνει δι’ οὐδὲν ἕτερον εἴρηκεν, ἀλλ’ ἵνα τὸ θερμὸν καὶ ἀκμάζον τῆς περὶ ἡμᾶς ἀγάπης ἐνδείξηται. ἐπεὶ καὶ ὁ Πατὴρ

285
φαίνεται παρακαλῶν ἀνθρώπους καταλλαγῆναι αὐτῷ. “ ὑπὲρ “ Χριστοῦ γὰρ πρεσβεύομεν,” φησὶν, “ ὡς τοῦ “ λοῦντος δι’ ἡμῶν.” ἀλλ’ ὅμως καὶ Θεοῦ, καὶ ἀνθρώπων Χριστοῦ πρεσβευομένων, οὐδὲν ἀνάξιον ἐννοοῦμεν ἐντεῦθεν τῆς ἀξίας ἐκείνης, ἀλλ’ ἓν μόνον ἐκ τῶν εἰρημένων ἁπάντων συλλέγομεν, τὴν τῆς ἀγάπης ἐπίτασιν. τοῦτο δὴ καὶ ἐνταῦθα ποιῶμεν. εἰ τοίνυν καὶ “ τὸ Πνεῦμα ἐντυγχάνει στεναγμοῖς ἀλαλήτοις,” καὶ ὁ Χριστὸς ἀπέθανε καὶ ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν, καὶ ὁ Πατὴρ τοῦ ἰδίου Υἰοῦ οὐκ ἐφείσατο διὰ σὲ, καὶ ἐξελέξατό σε καὶ έδικαίωσέ σε, τί λοιπὸν δέδοικας τοσαύτης ἀπολαύων ἀγάπης;

Θεοδωρήτου. Τί τούτων μεῖζον ζητεῖς; ὑπὲρ ἡμῶν ἀπέθανεν ὁ δεσπότης Χριστός· καὶ ἀναστὰς, τῷ Πατρὶ συνεδρεύει. καὶ οὐδὲ οὕτως τῆς περὶ ἡμῶν ἐπαύσατο προμηθείας. ἀλλ’ ἣν ἐξ ἡμῶν ἀνέλαβε δεικνὺς ἀπαρχὴν, καὶ τὸ ταύτης ἄμωμον ἐπιδεικνὺς τῷ Πατρὶ, δι’ ἐκείνης ἡμῖν τὴν σωτηρίαν αἰτεῖ. καὶ τοῦτο μέντοι κατὰ τὸ ἀνθρώπινον τέθεικεν. ὡς γὰρ Θεὸς οὐκ αἰτεῖ, ἀλλὰ Χορηγεῖ. γεῖ. εἰ δὲ καὶ κατὰ τὴν θεότητα φήσαιεν οἱ αἱρετικοὶ τοῦτο ποιεῖν τὸν Υἱὸν, οὐδὲ οὕτως αὐτοῦ τὴν δόξαν ἐλάττονα δείξουσι. δῶμεν γὰρ δύο βασιλεῖς ἰσοτίμους εἶναι, τὴν αὐτὴν ἔχοντας ἐξουσίαν. ὕπαρχον δέ τινα ἣ στρατηγὸν ἀμφοτέροις προσκεκρουκέναι. καὶ τούτων ’τον ἕτερον πρότερον του προσκεκρουκότος τὰς ἱκετείας δεξάμενον, αἰτεῖν παρὰ τοῦ κοινωνοῦ τῆς βασιλείας τὰς πρὸς τοῦτον καταλλαγάς· ἄρα τοῦτο σμικρύνει τὴν τοῦ αἰτοῦντος ἀξίαν; οὐδαμοῦ· ἀλλ’ ἐνταῦθα οὐδὲ τοῦτο ἔστιν εἰπεῖν. τὰ γὰρ δοκοῦντα τῷ Υἱῷ, καὶ τῷ Πατρὶ συνδοκεῖ. ἐσχημάτισται δὲ οὕτως τῷ Ἀποστόλῳ ὁ λόγος, ἵνα δείξῃ τὴν τῆς κηδεμονίας ὑπερβολήν.

Σευηριανοῦ. Δῆλόν γε μὴν ὅτι ταῦτα ἐντυγχάνει ἅπερ καὶ ἡνίκα συνῆν ἀνθρώποις κατὰ σάρκα. ᾔτει γὰρ τὸν Πατέρα λέγων, θέλω ἴνα ὀποῦ εἰμὶ ἐγὼ, ἐκεῖ καὶ αὐτοὶ μετ’ ἐμοῦ ὦσιν. οὔτε δὲ ὡς ἀγνοοῦντα τὸν Πατέρα, τὰ καθ’ ἡμᾶς διδάσκει ἐντυγχάνων· οὔτε ὡς μὴ βουλόμενον. ἃ γὰρ βούλεται ὁ Πατὴρ, βούλεται καὶ ὁ Υἱός. τί οὖν βούλεται ἡ πρεσβεία; τὴν μέλλουσαν ἀσέβειαν Σαβελλίου προεκκόπτει ὁ λόγος· διδάσκων ὡς εἰ καὶ μία ἐστὶ τῆς τριάδος ἡ φύσις, ἀλλ’ οὐχὶ μία καὶ ἡ ὑπόστασις. διὰ γὰρ

286
τῆς ἐντεύξεως, ἕτερος ὁ αἰτῶν, καὶ ἕτερος ὁ αἰτούμενος δείκνυται. οὐκ ἄτοπον γὰρ, τὸν μὲν Υἱὸν, αἰτεῖν, τὸν δὲ τέρα Χαρίζεσθαι· ὅπως ἃν ἁρμόζουσα τάξις ἐπ’ ἀμφοτέρων τῶν προσώπων φυλάττηται. ἣ οὐκ ἄτοπον ἦν, εἰδότα τοῦ Πατρὸς τὴν γνώμην φθάνειν τὸν Υἱὸν τοῦ Πατρὸς τὴν δωρεάν; καὶ ὑφαρπάζοντα διδόναι τὴν χάριν; οὕτω γοῦν καὶ πάντα μὲν διὰ τοῦ Υἱοῦ ἐδημιουργήθη, βουλήσει δὲ Πατρός. ἵνα δι’ ὅλου τὸ πρέπον ἐπ’ ἀμφοτέρων τῶν προσώπων φυλάττηται. διδάσκει οὖν ὁ λόγος ἡμᾶς τὴν τοῦ Πατρὸς καὶ Υἱοῦ ἀσύγχυτον τάξιν. ἐὰν δὲ καὶ τὸν ἐν σαρκὶ Χριστὸν λογίσῃ αἰτοῦντα, πολλῷ σοι μᾶλλον ὁ λόγος φανεῖται εὐσυνοπτότερος.

Γρηγορίου Τοῦ Θεολόγου. Ἐντυγχάνει, φησὶν, ὑπὲρ ἡμῶν, εὖγε καὶ λίαν μυστικῶς τὲ καὶ φιλανθρώπως. τὸ γὰρ ἐντυγχάνειν, οὐχ ὡς ἡ τῶν πολλῶν συνήθεια, τὸ ζητεῖν ἐκδίκησιν ἔχει. τοῦτο γάρ πὼς καὶ ταπεινότητος· ἀλλὰ τὸ πρεσβεύειν ὑπὲρ ἡμῶν τῷ λόγῳ τῆς μεσιτείας· ὡς καὶ τὸ Πνεῦμα ὑπὲρ ἡμῶν έντυγχάνειν λέγεται. “ εἷς γὰρ Θεὸς, καὶ εἷς μεσίτης Θεοῦ καὶ “ πων, ἄνθρωπος Ἰησοῦς Χριστός.” πρεσβεύει γὰρ ἔτι καὶ ὡς ἄνθρωπος ὑπὲρ τῆς ἐμῆς σωτηρίας. ὅτι μετὰ τοῦ σώματος ἐστι οὗ προσέλαβεν, ἕως ἃν ἐμὲ ποιήσῃ Θεὸν τῇ δυνάμει τῆς ἐνανθρωπήσεως. κἂν μηκέτι κατὰ σάρκα γινώσκηται, τὰ σαρκικὰ λέγω πάθη, καὶ χωρὶς τῆς ἁμαρτίας ἡμέτερα.

Βασιλείου. Ὅταν δὲ λέγῃ, “ ὅς ἐστιν ἐν δεξιᾷ τοῦ διὰ τοῦ δεξιοῦ, οὐ τὴν κάτω χώραν δηλοῖ, ὡς ὁ λόγος τῶν ἐν τόπῳ ὑπόβασίν τινα νοούντων τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα· ὡς ὑπεράνω μὲν τὸν Πατέρα καθῆσθαι, πρὸς δὲ τὸ ἐφεξῆς εἰς τὸ κάτω τὸν Υἱὸν ἀπεῶσθαι. ἀλλὰ τὴν πρὸς τὸ ἶσον σχέσιν παρίστησιν. οὐ σωματικῶς τοῦ δεξιοῦ λαμβανομένου. οὕτω γὰρ ἄν τι καὶ σκαιὸν ἐπὶ τοῦ θείου εἴη. ἀλλ’ ἐκ τῶν τιμίων τῆς προεδρίας ὀνομάτων τὸ μεγαλοπρεπὲς τῆς περὶ τὸν Υἱὸν τιμῆς παριστῶντος τοῦ λόγου. τί τοίνυν φήσουσιν; ἢ τίνα ἕξουσι δικαίαν ἀπολογίαν ἐπὶ τοῦ φοβεροῦ καὶ κοινοῦ τῆς κτίσεως ἁπάσης δικαστηρίου; εἰ τοῦ Στεφάνου θεασαμένου τὸν Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ· καὶ Παύλου ἐν πνεύματι διαμαρτυρομένου περὶ Χριστοῦ, ὅτι ἔστιν ἐν δεξιᾷ τοῦ Θεοῦ· καὶ τοῦ Πατρὸς λέγοντος, “ κάθου ἐκ δεξιῶν

287
“μου·” καὶ τοῦ Ἁγίου Πνεύματος μαρτυροῦντος, “ὅτι ἐκάθισεν “ἐν δεξιᾷ τῆς μεγαλωσύνης τοῦ Θεοῦ.” αὐτοὶ τὸν σύνθρονον καὶ ὁμότιμον ἀπὸ τῆς πρὸς τὸ ἷσον σχέσεως ἐπὶ τὸ κάτω καταβιβά- ζουσιν· οἷμαι γὰρ, τὴν μὲν στάσιν καὶ τὴν καθίδρυσιν, τὸ πάγιον τῆς φύσεως καὶ πάντη στάσιμον ὑποφαίνειν. καθὸ καὶ Bαροὺχ τὸ ἀκίνητον καὶ ἀμετάθετον τῆς τοῦ Θεοῦ διεξαγωγῆς ἐνδεικνύ- ἐνδεικνύμενος, ἔφη, “σὺ καθήμενος εἰς τὸν αἰῶνα. καὶ ἡμεῖς ἀπολλύ- “μένοι εἰς τὸν αἰῶνα.” τὴν δὲ δεξιὰν χώραν δηλοῖ, τὸ τῆς ἀξίας ὁμότιμον.