Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Τίς ἐγκαλέσειε κατὰ ἐκλεκτῶν Θεοῦ ; Θεὸς ὁ δικαίων. τίς ὁ κατακρίνων ;

Χρτσοστόμου. ταῦτα πρὸς τοὺς λέγοντας ὅτι οὐδὲν ἡ πίστις ὠφελεῖ, καὶ ἀπιστοῦντας τῇ ἀθρόᾳ μεταβολῇ. καὶ ὅρα πῶς τά-

283
χεως αὐτοὺς ἐπεστόμισεν, ἀπὸ τοῦ ἀξιώματος τοῦ ἐκλεξαμένου· καὶ οὐκ εἶπε, τίς ἐγκαλέσει κατὰ τῶν δούλων τοῦ Θεοῦ; οὐδὲ κατὰ τῶν πιστῶν τοῦ Θεοῦ; ἀλλὰ “ κατὰ τῶν ἐκλεκτῶν Θεοῦ;“ἡ γὰρ ἐκλογὴ, ἀρετῆς σημεῖον ἐστίν· εἰ γὰρ, ἐπειδὰν πωλοδάμνης πώλους ἐκλέξηται πρὸς δρόμον ἐπιτηδείους, οὐδεὶς ἐπισκῆψαι δυνήσεται, ἀλλὰ καταγέλαστος γίνεται, κἂν ἐγκαλέσῃ τίς, πολλῷ μᾶλλον ὅταν ὁ Θεὸς ἐκλέγηται ψυχὰς, καταγέλαστοι οἱ ἐγκαλοῦντες. οὐκ εἶπε δὲ Θεὸς ὁ ἀφεὶς ἁμαρτήματα· ἀλλ’ ὃ πολλῷ μεῖζον ἦν, “ Θεὸς ὁ δοκαιῶν.” ὅταν γὰρ ἡ δικαστοῦ ψῆφος, δίκαιον ἀποφήνῃ, καὶ δικαστοῦ τοιούτου, τίνος ἄξιος ὁ κατηγορῶν; οὐκοῦν οὔτε τοὺς πειρασμοὺς φοβεῖσθαι δικαιον ὑπὲρ ἡμῶν γάρ ἐστιν ὁ Θεός. καὶ ἐδήλωσεν ἐξ ὧν ἐποίησεν.) οὔτε τὰς φλυαρίας τὰς Ἰουδαικάς. καὶ γὰρ καὶ ἐξελέξατο ἡμᾶς καὶ ἐδικαίωσε. καὶ τὸ δὴ θαυμαστὸν, ὅτι καὶ διὰ τῆς σφαγῆς τοῦ παιδὸς, ἐδικαίωσε. τίς οὖν ἡμᾶς κατεδίκασεν;

Φωτίου. Ἐν τοῖς ἔμπροσθεν δὲ εἰπὼν τοὺς πειρασμοὺς τοὺς διὰ θλίψεων καὶ βασάνων, ἐν τῷ εἰπεῖν “ τις καθ᾿ ἡμῶν;” νῦν ἕτερον εἶδος πειρασμῶν λέγει· τοὺς ὀνειδισμοὺς, τὰς μέμψεις, τὰς λοιδορίας, ἃς κατέχεον οἱ ἄπιστοι τῶν πιστῶν. καὶ τοῦτο δηλοῖ διὰ τοῦ λέγειν, “ τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ;” καὶ ἀποδεί- κἀνταῦθα, ὥσπερ καὶ ἐπὶ τῶν εἰρημένων, ὅτι Θεοῦ δικαισῦντος, εἰς μάτην γλωσσαλγοῦσιν οἱ αἰτιώμενοι καὶ κατακρίνοντες.

Κυρίλλου. Τάχα δὲ καὶ οἰκονομικῶς ὁ Παῦλος οὐκ ἐᾷ τὸν νοῦν τῶν κεκλημένων εἰς ἀμηχανίαν ἐμπεσεῖν, ἀλλὰ διδάσκει, ὅτι τῶν μὲν ἀρχαίων ἁμαρτιῶν ἐλευθερωθήσονται, δικαιωθήσονται δὲ, Θεοῦ κατανεύοντος. εἰ γὰρ καὶ πᾶσα ἁμαρτία, τοῦ θείου νόμου παράβασιν ἔχει, καὶ κατακρίνει τὸν ῥαθυμοῦντα· ἀλλ’ εἰ αὐτὸς ὁ τοῦ νόμου κύριος συγχωρεῖ, τίς ὁ κατακρίνων τὸν ἡμαρτηκοτα;

Ωριγένουσ. Δόξειε δ’ ἃν τοῦτο καὶ ἐπὶ τὸν διάβολον ἀναφέρεσθαι, ὄντα κατήγορον καὶ τῶν ἐκλεκτῶν. οὐδεὶς γάρ ἐστιν, οὗ ἐκεῖνος μὴ κατηγορήσει, καὶ ᾧ οὐκ ἐγκαλέσει, εἰ μὴ μόνος ὁ Ιῃσοῦς, “ ὃς ἁμαρτίαν οὐκ ἐποίησε.” καὶ διὰ τοῦτο ἔλεγεν, “ ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐκ ἔχε οὐδέν.”

284
διὰ τοῦτο οὖν ἐκεῖνος ἐξευτελίζεται, ἐγκαλῶν καὶ κατὰ ἐκλεκτῶν τοῦ Θεοῦ. τοῦ γὰρ Θεοῦ δικαιοῦντος, τίς κατακρίναι δύναται; κἂν ὁ κατήγορος φέρῃ εἰς μέσον τὰ ἀπειλημένα, ἐφ’ οἷς κατεκρίθη ἂν, εἰ μὴ ἀπήλειπτο. ἐδικαίωσε δὲ, ὡς νεφέλην ἀπολείψας τὰς ἀνομίας αὐτῶν, καὶ ὡς γνόφον τὰς ἁμαρτίας αὐτῶν.