Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

τῇ γὰρ ἐλπίδι ἐσώθη μὲν. ἐλπὶς δὲ βλεπομένη, οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τίς, τί καὶ ἐλπίζει ; εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι’ ὑπομονῆς ἀπεκδεχόμεθα.

Χρυσοστόμου. Ἐπειδὴ τῇ τῶν μελλόντων ἐνδιέτριψεν ὑπο- σχέσει. ἐδόκει δὲ τοῦτο λυπεῖν τὸν ἀσθενέστερον ἀκροατήν. εἴ γε ἐν ἐλπίσι τὰ ἀγαθά· πρότερον κατασκευάσας, ὅτι τῶν παρόντων καὶ ὁρωμένων ἐστὶ σαφέστερα· καὶ πολλὰ περὶ τῶν ἤδη δεδομέ- δεδομένων δωρεῶν διαλεχθεὶς, καὶ δείξας, ὅτι καὶ ἀπαρχὴν ἐκείνων ἐλά- βομεν τῶν ἀγαθῶν, ἵνα μὴ πάντα ἐνταῦθα ζητῶμεν, καὶ τὴν εν̓γέ. νειαν ἡμῶν προσδῶμεν τὴν ἀπὸ τῆς πίστεως, φησὶ, ** τῇ γὰρ ἐλ- πίδι ἐσώθημεν. ὃ δὲ λέγει, τοῦτό ἐστιν. οὐ δεῖ πάντα ζητεῖν, ἀλλὰ καὶ ἐλπίζειν. τοῦτο γὰρ μόνον εἰσηνέγκαμεν τῷ Θεῷ δῶρον, τὸ πιστεῦσαι αὐτῷ τὰ μέλλοντα ἐπαγγειλαμένῳ. καὶ διὰ ταύτης μόνον ἐσώθημεν τῆς ὁδοῦ. ἃν τοίνυν αὐτὴν ἀπολέ-

256
σωμεν P. εἰ τοίνυν αὕτη σε ἔσωσε, ταύτην κάτεχε καὶ νῦν. ἡ γὰρ τοσαῦτά σοι παρασχοῦσα ἀγαθὰ, εὔδηλον ὅτι οὐδὲ περὶ τῶν μελλόντων σε ψεύσεται. εἰ γὰρ ἐχθρὸν λαβοῦσα, φίλον ἐποίησε, καὶ υἱὸν καὶ κληρονόμον, πῶς μετὰ τὴν τοσαύτην σε οἰκείωσιν, προήσεται ἐν τοῖς ἑξῆς; ἃν δὲ ἐνταῦθα πάντα ἀπαιτῇς, ἀπώλεσάς σου τὸ κατόρθωμα· δι’ οὗ λαμπρὸς ἐγένου. διὸ ἐπάγει, “ ἐλπὶς “ βλεπομένη, οὐκ ἔστιν ἐλπίς. ὃ γὰρ βλέπει τίς, τί ἐλπίζει; “ εἰ δὲ ὃ οὐ βλέπομεν, ἐλπίζομεν, δι’ ὑπομονῆς εἰ πάντα ἐνταῦθα μέλλεις ζητεῖν, τίς χρεία ἐλπίδος; τι οὖν ἐστιν ἐλπίς; τὸ τοῖς μέλλουσι θαρρεῖν· τί γὰρ μέγα αἰτεῖ παρὰ σοῦ ὁ Θεός; αὐτὸς ὁλόκληρα οἴκοθεν διδοὺς τὰ ἀγαθὰ, ἓν αἰτεῖ παρὰ σοῦ μόνον. ἐλπίδα. ἵνα ἔχῃς τί καὶ αὐτὸς συνεισενεγκεῖν εἰς τὴν σὴν σωτηρίαν. ὅπερ οὐν καὶ αἰνιττόμενος, ἔλεγεν. “ εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι’ ὑπομονῆς ἀπεκδεχόμεθα.· ὥσπερ γὰρ ’τον πονοῦντα καὶ ταλαιπωρούμενον καὶ μυρία κάμνοντα, οὕτω καὶ τὸν ἐλπίζοντα ὁ Θεὸς στεφανοῖ. τὸ γὰρ τῆς ὑπομονῆς ὄνομα, ἱδρώτων ἐστὶν ὄνομα καὶ καρτερίας πολλῆς. ἀλλ’ ὅμως ἐχαρίσατο καὶ τοῦτο τῷ ἐλπίζοντι· ἵνα παραμυθήσηται τὴν ἀποκαμοῦσαν ψυχήν.

Ανωθεν δέ τις ἀπὸ τοῦ, “ τὴν υἱοθεσίαν ἀπεκδεχόμενος,” ἀρξάμενος, οὕτως ἔφη περὶ τούτων.

Θωτίου. Τί γὰρ οὐκ ἐλάβομεν ταύτην διὰ τοῦ βαπτίσματος; οὐχὶ καὶ αὐτὸς πρὸ μικροῦ ἔφης, ὅτι πνεῦμα υἱοθεσίας ἐλάβετε; ’ναι φησιν. ποίαν οὖν ἀπεκδεχόμεθα; τὴν φανερουμένην, φησὶν, κατὰ τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν. ἄλλην παρὰ τὴν εἱρημένην; μὴ γένοιτο. ἀλλ’ αὐτὴν ἐκείνην τελειότερον φανερουμένην, καὶ διὰ πείρας αὐτῆς ἐπιγινωσκομένην. μετὰ γὰρ τὴν ἀπολύτρωσιν τοῦ σώματος, τότε ἡ τῶν ἀγαθῶν ἀπόλαυσις. τότε πάντα τὰ τῆς υἱοθεσίας γνωρίσματα καὶ ἀποτελέσματα. καὶ νῦν γὰρ ἐπ’ ἐλπίδι τούτων ἐλάβομεν τὴν υἱοθεσίαν. αὐτὸς δὲ ἐμφαντικώτερον εἰπεν, “ ἐσώθημεν.” πῶς οὖν ἠλπίσαμεν ταῦτα, μὴ τούτων ἤδη, μὴ δ᾿ ὑπ’ ὄψιν ἡμῶν πεσόντων, μὴ δ’ ὑπὸ πεῖραν; καλῶς φησιν καὶ εὐλόγως. εἰ γὰρ ὑπ’ ὄψιν ἡμῶν, καὶ ὑπὸ πεῖραν ἤδη τὰ ἐλπιζόμενα ἀγαθὰ ἐγεγόνει, οὐκ ἃν ἦν ἐλπιζόμενα. ὃ γάρ

257
τις κατέχειν, πῶς οἷόν τε ἐλπίζειν; οὐκοῦν κατὰ φύσιν ἴδιον τῆς ἐλπίδος τοῦτο. τὸ περὶ μελλόντων αὐτὴν, καὶ μήπω παρόντων εἶναι. ὥστε καὶ ἡμᾶς ἃ οὐ βλέπομεν, ἐκεῖνα δέον ἐλπίζειν. εἰ δὲ ἃ οὐ βλέπομεν, ὥσπερ δεῖ, ἐκεῖνα καὶ ἐλπίζομεν, ὑπομένειν δεῖ καὶ ἀπεκδέχεσθαι τὰ προσδοκηθέντα, καὶ μὴ ἀθρόον ἐπιζητεῖν αὐτὰ παραγενέσθαι. μάλιστα τοῦ νεύματος διὰ τῶν ἐνταῦθα χαρισμάτων πιστουμένου τὰ ἐκεῖθεν, καὶ τὴν ἀσθένειαν τῶν λογισμῶν ἡμῶν συναντιλαμβανομένου καὶ θεραπεύοντος. πόσα γὰρ εὐεργετεῖ ἐν αὐταῖς ἡμῶν ταῖς εὐχαῖς; ἵνα νῦν τὰ ἄλλα ἐάσω, διδάσκον ὅπως χρὴ εὔχεσθαι, καὶ πάντα εἰς τὸ ἀγαθὸν συνεργοῦν.