Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Χρυσοστόμου. Ἀλλ᾿ οὔπω μέγα εἰς ἐντροπὴν τὸ τὴν κτίσιν

254
στενάζειν. διὸ καὶ ἐπήγαγεν, “ οὐ μόνον δὲ, ἀλλὰ καὶ αὐτοὶ “ ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες, ἐν ἑαυτοῖς στενάζομεν.” τῶν μελλόντων ἤδη γευσάμενοι. κἂν σφόδρα λίθινός τις ᾐ φησιν, ἱκανὰ τὰ δοθέντα ἤδη διαναστῆσαι τε αὐτὸν, καὶ τῶν παρόντων ἀπαγαγεῖν, καὶ πρὸς τὰ μέλλοντα πτερῶσαι διπλῆ· καὶ τῷ μεγάλα εἶναι τὰ δεδομένα· καὶ τὰ τοσαῦτα καὶ τηλικαῦτα ἀπαρχὴν εἶναι. εἰ γὰρ ἡ ἀπαρχὴ τοσαύτη, ὥστε δι’ αὐτῆς καὶ ἁμαρτημάτων ἀπαλλαγῆναι, καὶ δικαιοσύνης ἐπιτυχεῖν καὶ ἁγιασμοῦ· τοὺς δὲ τότε, καὶ δαίμονας ἐλαύνειν, καὶ νεκροὺς ἐγείρειν διὰ σκιᾶς καὶ ἱματίων· ἐννόησον τὸ ὅλον ἡλίκον. εἶτα ἵνα μὴ δῷ τοῖς αἱρετικοῖς λαβὴν, καὶ δόξῃ τὰ παρόντα διαβάλλειν, στενάζομεν φησί· οὐ τῶν παρόντων κατηγοροῦντες, ἀλλὰ τῶν μειζόνων ἐφιέμενοι. τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, “ υἱοθεσίαν τί λέγεις; ἄνω καὶ κάτω ἔστρεφες ὅτι ἤδη γεγόναμεν υἱοί· καὶ νῦν ἐλπίσι τιθεῖς τουτὶ τ᾿ ἀγαθόν; γράφων ὅτι ἐκδέχεσθαι αὐτὴν δεῖ; τοῦτο τοίνυν διορθούμενος τῇ ἐπαγωγῇ, λέγει, “ τὴν “ τρῶσιν τοῦ σώματος ἡμῶν.” τουτέστι, τὴν ἀπηρτισμένην δόξαν. νῦν μὲν γὰρ ἐν ἀδήλῳ τὰ ἡμέτερα ἕστηκεν, ἕως ἐσχάτης ἀναπνοῆς· ἃν δὲ μετὰ χρηστῆς καταλύσωμεν ἐλπίδος, τότε ἀκίνητος ἡ δωρεά· οὐκέτι τὴν ἀπὸ τοῦ θανάτου καὶ τῆς ἁμαρτίας δεδοικυῖα μεταβολήν. τότε οὖν βεβαία ἔσται ἡ χάρις· ὅταν καὶ τὸ σῶμα ἡμῶν ἀπαλλαγῇ θανάτου καὶ τῶν μυρίων παθῶν. τοῦτο γάρ ἐστιν ἀπολύτρωσις. οὐχ ἁπλῶς λύτρωσις, ἀλλ’ ὥστε μηκέτι πάλιν ὑποστρέψαι ἐπὶ τὴν προτέραν αἰχμαλωσίαν. ἵνα γὰρ μὴ ἀπορῇς δόξαν ἀκούων συνεχῶς καὶ μηδὲν σαφῶς ἐπιστάμενος, ἐκ μέρους σοι παρανοίγει τὰ μέλλοντα. τὸ σῶμά σοι μεταβάλλων, καὶ τὴν κτίσιν αὐτῷ συμμεταβάλλων ἅπασαν.

Κυρίλλου. Τὸ γοῦν ἐφ’ ἡμῖν γίνεσθαι πεφυκὸς, δέχεται πρὸς ἀπόδειξιν τῶν εἰρημένων. “ αὐτοὶ γὰρ ἡμεῖς,” φησι, “ οἱ “ ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν “ βαρυνόμενοι. υἱοθεσίαν ἀπεκδεχόμενοι τὴν ἀπολύτρωσιν τοῦ “ μάτος ἡμῶν.” ἀληθὲς γὰρ ὅτι φθαρτὸν σῶμα, βαρύνει ψυχήν. καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα. γεγονότος δὲ ἅπαξ ἐν ἡμῖν τοῦ Ἁγίου Πνεύματος, καὶ μεταστοιχειοῦντος ἡμᾶς

255
εἰς ἔφεσιν ἀρετῆς, ἀντεξάγει ὥσπερ ἡ φιλοσαρκία· καὶ ὁ τοῖς μέλεσιν ἡμῶν ἐγκατασκήψας νόμος, ἀεὶ καταθήγων εἰς ἐκτόπους ἡδονὰς, ἀπηνῶς ἀντανίσταται. ταύτῃ τοι στενάζομεν, τὴν τοῦ σώματος ἡμῶν ἀπολύτρωσιν εἰς υἱοθεσίαν καταλογιζόμενοι. δεδι- ψήκαμεν γὰρ οὐ τὴν τῶν σωμάτων ἀπόθεσιν. οὔτε μὴν ταύτην ετͅναι φαμὲν τὴν λύτρωσιν· ἔσεσθαι δὲ προσδοκῶμεν τὸ σῶμα πνευματικόν. τουτέστιν ἀποβεβληκὸς εἰσάπαν φρόνημά τε τὸ σαρκικὸν καὶ γεῶδες, καὶ τῆς ἁμαρτίας τὸ κέντρον. τοῦτο εἶναι φαμὲν τὸ σῶμα τὸ πνευματικόν. εἰ δὲ τῆς υἱοθεσίας ἡ χάρις, τὴν τοῦ σώματος ἡμῶν ἀπολύτρωσιν ἔχει, μὴ δή τινες ὅλως συκοφαν- τείτωσαν ἡμῖν τὴν ἀνάστασιν. μήτε μὴν εἰς τοῦτο ἡκόντων ἀσυνε- σίας, ὡς ἀπόβλητον μὲν ποιεῖσθαι τὴν σάρκα, καὶ ἀφανισθή- σεσθαι λέγειν αὐτὴν πεσοῦσαν εἰς γῆν· ἀντανίστασθαι δὲ ὥσπερ ἕτερόν τι πνευματικόν· ἰσχνὸν φημὶ καὶ ἀερῶδες. νοοῦσι γὰρ ωηε τὸ πνευματικὸν αὐτοὶ.

Θεολωρήτου. Εἰ καὶ ε7πε τοίνυν, ὅτι ἐλάβομεν πνεῦμα υἱοθεσίας. ἀλλ’ ὅμως, διδάσκει σαφέστερον, ὅτι τὸ μὲν ὄνομα νῦν ἐλάβομεν, τοῦ δέ γε πράγματος, τότε μεθέξομεν, ὅταν ἡμῶν ἀπαλ- λαγῇ τὰ σώματα τῆς φθορᾶς, καὶ τὴν ἀθανασίαν ἐνδύσηται.