Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ, ἠλευθέρωσε με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.

Χρυσοστόμου. Δείκνυσι πόθεν δυνατοὶ γεγόναμεν νῦν, μὴ κατὰ σάρκα περιπατεῖν· “ ὁ νόμος,” φησὶ, “τοῦ Πνεύματος, “ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας.” νόμον Πνεύμα- τος, τὸ Πνεῦμα καλῶν. ὥσπερ γὰρ νόμον ἁμαρτίας τὴν ἁμαρτίαν, οὕτω νόμον τοῦ Πνεύματος, τὸ Πνεῦμα φησίν. καίτοι καὶ τὸν Μώσεως, οὕτως ἐκάλεσέ λέγων· “οἴδάμεν ὅτι ὁ νόμος πνευ- “ματικός ἐστι.” τι οὖν τὸ μέσον; πολὺ καὶ ἄπειρον. ἐκεῖνος

211
μὲν γὰρ πνευματικός. οὗτος δὲ, νόμος Πνεύματος. καί τι τοῦτο ἐκείνου διέστηκεν; ὅτι ὁ μὲν, ὑπὸ Πνεύμάτος ἐδόθη μόνον· οὗτος δὲ καὶ Πνεῦμα ἐχορήγει δαψιλὲς τοῖς ὑποδεχομένοις αὐτόν. διὸ καὶ ζωῆς αὐτὸν νόμον ἐκάλεσε· πρὸς ἀντιδιαστολὴν ἐκείνου τοῦ τῆς ἁμαρτίας· οὐ τοῦ Μωσαϊκοῦ. ὅταν γὰρ λέγῃ, “ἠλευθέρωσέ “με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας,” οὐ τὸ, Μωσαϊκὸν νόμον λέγει ἐνταῦθα. οὐδαμοῦ γὰρ αὐτὸν νόμον ἁμαρτίας καλεῖ. πῶς γάρ; ὃν δίκαιον καὶ ἅγιον πολλάκις ὠνόμασε, καὶ ἁμαρτίας ἀναιρετικόν. ἀλλ’ ἐκεῖνον ’τον ἀντιστρατευόμενον τῳ νόμῳ του νόος. τοῦτον γὰρ τὸν χαλεπὸν κατέλυσε πόλεμον. θανατώσασα τὴν ἁμαρτίαν, ἡ τοῦ Πνεύματος χάρις, καὶ ποιήσασα τὸν ἀγῶνα κοῦφον ἡμῖν, καὶ πρότερον στεφανώσασα. καὶ τότε, μέτα πολλῆς τῆς συμμαχίας, ἐπὶ τὰ παλαίσματα ἑλκύσασα ταῦτα· ὅπερ δὲ ἀεὶ ποιεῖ· ἀπὸ τοῦ Υἱοῦ εἰς τὸ Πνεῦμα μεταβαίνων· ἀπὸ τοῦ Πνεύματος, εἰς τὸν Υἱὸν καὶ τὸν Πατέρα. τῇ Τρίαδι πάντα τὰ ὑπὲρ ἡμῶν \λογιζόμενος· τοῦτο καὶ ἐνταῦθα ἐργάζεται· καὶ γὰρ εἰπὼν, “τίς με “ῥύσεται ἐκ τοῦ σώματος τοῦ P θανάτου τούτου;“ἔδειξε καὶ τὸν Πατέρα διὰ τοῦ Υἱοῦ τοῦτο ποιοῦντα. εἶτα πάλιν τὸ Πνεῦμα τὸ Ἁγιον μετὰ τοῦ Υἱοῦ. “ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς, “ἠλευθέρωσέ με,” φησὶν, “ἐν Χριστῷ Ἰησοῦ.”

Κυρίλλου. Ἢ ὥσπερ καὶ ἁμαρτίας καὶ θανάτου νόμον τὸ σαρκικὸν ὀνομάζει κἀς ἑτέραν ἔννοιαν φρόνημα· πρὸς πᾶν εἶδος φαυλότητος ἀποφέρον ἡμᾶς, οὕτω καὶ νόμος Πνεύματος ζωῆς, τὸ θέλημα τὸ πνευματικόν· τουτέστι, τὴν εἴς γε τὸ ἀγαθὸν τῆς διανοίας ῥοπήν. ἀλλ’ “ὁ μὲν σπείρων εἰς τὴν σάρκα, ἐκ τῆς δαρ- “κὸς θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ Πνεῦμα, ἐκ τοῦ Πνεύ- “μάτος θερίσει ζωὴν αἰώνιον.” οὐκοῦν ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς, τουτέστι τὸ θέλημα τοῦ νοῦ τὸ ἀποφέρον εἰς ζωὴν, ἦν μὲν ἐν ἡμῖν καὶ πάλαι. ἐδουλεύομεν γὰρ τῷ νοῒ, νόμῳ Θεοῦ. ἀλλ’ ἠρρώστησεν, ὡς ἔφην, τὸ ἀδρανὲς εἰς ἀντίστασιν· καὶ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις ἡττώμενος, κατεκρίνετο τῷ νόμῳ. ἐπειδὴ δὲ τὸ νοσεῖν ἀποβαλὼν, ἐρρώσθη διὰ Χριστοῦ· κατεσφραγίσμεθα γὰρ δι’ αὐτοῦ τῷ Ἁγίῳ Πνεύματι, καὶ τὴν ἐξ ὕψους δύναμιν ἠμφιέ- [*](p Ab ead. m. i. marg. γρ. καὶ τοῦ ἀθλίου.)

212
σμεθα· ταύτῃ τοι καὶ λελυτρώμεθα· καὶ ὑπεζεύγμεθα μὲν οὐκέτι τῷ κακῷ, κεκλήμεθα δὲ, ὡς ἔφην, εἰς ἐλεύθερον ἀξίωμα. οὐκοῦν ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς, τουτέστι τὸ θέλημα τοῦ νοῦ, τὸ νενευκὸς εἰς ἀγαθοεργίαν, καὶ εἰς ζωὴν ἀποφέρον, ὅτε τὴν διὰ Χριστοῦ πεπλούτηκε χάριν, καὶ τῆς ἀσθενείας ἐκείνης ἀπήλλακται τότε τῶν ἐξ ἁμαρτίας ἀλογήσας κακῶν, καὶ τοῦ τῆς σαρκὸς κατευμεγεθήσας νόμου, “ἠλευθέρωσέ με,” φησίν· οὐκ αὐτός που πάντως τὴν ἐλευθερίαν διδούς· γεγονὼς δὲ μᾶλλον ἡμῖν ἐλευθερίας πρόξενος, τῆς διὰ Χριστοῦ. ὥσπερ δὲ τοὺς ὑπὸ νόμον ὄντας τὸν τῆς ἁμαρτίας πᾶσά πὼς ἀνάγκη, καὶ τοῖς τοῦ θανάτου καταδεσμεῖσθαι βρόχοις, οὕτω τοὺς ἔξω γεγονότας αὐτῆς, ἐλευθερωμένους τὲ διὰ Χριστοῦ, δεῖ δὴ πάλιν ἔξω τε εἶναι θανάτου, καὶ ἀμείνους ὁρᾶσθαι φθορᾶς, καὶ ζῆν ἐν ἁγιασμῷ.

Θεοδώρου Μονάχου. Ἣ νόμον Πνεύματος, τὸν εὐαγγελικὸν φησὶ νόμον. οὗτος γὰρ κυρίως τοῦ νεύματος νόμος.

Τοῦ Αὐτοῦ. Διήλεγξε τοίνυν ἀνωτέρω τὴν πρὸς τὸ σῶμα καὶ τὴν ψυχὴν μάχην, ἵνα δείξη τὰ διὰ τῆς σαρκώσεως τοῦ Λόγου γεγονότα ἡμῖν κατορθώματα. τὴν ἕνωσιν καὶ εἰρήνην ψυχῆς καὶ σώματος διὰ τοῦ λουτροῦ τῆς παλινγενεσίας· δι’ ἧς καὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ἐλάβομεν διὰ Πνεύματος Ἄγ’ ἴου. οὐκοῦν ὑπὸ Χριστὸν οἱ ὄντες, οὐκ εἰσὶν ὑπὸ ·κατάκριμα· ἐπειδὴ μὴ δὲ κατὰ σάρκα περιπατοῦσιν· εἰ γὰρ καὶ οἱ πάλαι τῇ μὲν διανοίᾳ ἕτοιμοι ἦσαν πληροῦν τὸν νόμον, ἀνθείλκοντο δὲ ἐπὶ τὴν ἁμαρτίαν διὰ τὸ ἀνέδην τρυφᾶν, καὶ κατὰ σάρκα ζῆν. ἀλλ’ οὐ πάσχουσι τοῦτο καὶ οἱ ἐν Χριστῷ περιπατοῦντες, ὡς μὴ τὸν νόμον φυλάσσοντες τὸν κατακρίνοντα, καταφυγόντες δὲ ἐπὶ τὸν Κύριον τὸν μὴ κατακρίνοντα, ἀλλὰ ῥυόμενον ἀπὸ τῆς κατακρίσεως διὰ τοῦ λουτροῦ· καὶ ὅπερ οὐκ ἴσχυσεν ὁ νόμος ποιῆσαι Μώσεως, ῥύσασθαι ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, τοῦτο ὁ νόμος τοῦ Πνεύματος ἐν Χριστῷ ἐποίησε· τουτέστιν, ἡ χάρις τοῦ Κυρίου ἡ ζωοποιός. νόμον δὲ Πνεύματος μάτος εἶπεν, ἀντιδιαστέλλων πρὸς τὸν νόμον τοῦ γράμματος.

Κυρίλλου ἐκ τῶν Θησαυρῶν. Ἀλλ᾿ ἐν τούτοις ὅρα ὅτι τὸν νόμον ἀνωτέρω καλέσας πνευματικόν· τουτέστι τὸν διὰ τοῦ Πνεύματος, ἐν ἔφη, ἔφη, “οἴδαμεν ὅτι ὁ νόμος πνευματικὸς ἐστὶν,” εὐθὺς αὐτὸν νόμον Θεοῦ ἀπεκάλεσεν, εἰπὼν “συνήδομαι τῷ νόμῳ

213
“τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον.” νῦν δὲ γυμνότερον ὅτι Θεὸς εἴη τὸ Πνεῦμα ἔδειξε, βοῶν, “ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς “ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ Με.” ἵνα μὴ μόνον νομοθετοῦν εὑρίσκηται τὸ Πνεῦμα τὸ Ἅγιον, ἀλλ’ ἤδη καὶ Πνεῦμα ὑπάρχον ζωῆς. καὶ τίς ἡ ζωὴ, ἣ πάντως ὁ λέγων Χριστὸς, “ἐγὼ εἰμὶ ἡ “ἀλήθεια καὶ ἡ ζωή;“νομοθετοῦντος τοιγαροῦν τοῦ Χριστοῦ, ὡς ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ φυσικῶς ὑπάρχον τὸ Πνεῦμα αὐτοῦ νομοθετεῖ.