Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοὶ· δουλεύω νόμῳ Θεοῦ, τῇ δὴ σαρκὶ, νόμῳ ἁμαρτίας. οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστοῦ Ἰησοῦ, μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.

Κυρίλλου. Μακρὸς μὲν τῷ Παύλῳ ἐκπεποίηται λόγος· βα- σανίζοντι λεπτῶς ἕκαστα τῶν ἐν ἡμῖν καὶ τῆς πλεονεξίας τοὺς τρόπους, οὓς ὑπομένειν ἔθος τὴν ἀνθρώπου διάνοιαν, ἀντεξάγοντος αὐτῇ τοῦ κακοῦ. διισχυρίζετο δὲ ὡς ἀσχάλλει μὲν ἔσθ’ ὅτε τῶν ἐπιεικεστέρων ὁ νοῦς, τοῖς τῆς σαρκὸς πάθεσι τυραννούμενος. ἀλύει δὲ σφόδρα καὶ ἀσθενῶν αἰσχύνεται· τό γε μὴν ἀποφορτίσασθαι τὴν ἀβούλητον ἁμαρτίαν, οὐδαμόθεν ἴσχει· δεινῶς κατεμπιπτούσης τῆς ἡδονῆς. ταύτῃ τοι καὶ ἀσθενεῖ πρὸς ἀντίστασιν οὐδὲν τὸ παράπαν διά γε τοῦ νόμου πρὸς τοῦτο ἐπικουρούμενος. ἀληθεύει δὴ οὖν ὁ θεσπέσιος Παῦλος· εἰ τῷ μὲν νο·ὶ; δουλεύειν τῷ θειῷ διισχυρίσαιτο νόμῳ· τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας. καὶ τοῦτο οἶμαί ἐστιν ὅπερ ἔφη· “τὸ γὰρ θέλειν παράκειται μοι. τὸ δὲ κατερ- “γάζεσθαι τὸ καλὸν, οὐ.” πάλαι μὲν οὖν, ὡς ἔφην, ἐνυπῆρχεν ἡμῖν τό γε ἧκον εἰς νοῦν, καὶ τὴν ἐν αὐτῷ θέλησιν, τὸ ἑλέσθαι τῷ θείῳ δουλεύειν νόμῳ. κατεβιάζετο δὲ πρὸς ἁμαρτίαν ἡ σὰρξ, τὸ οἰκεῖον ὥσπερ ἀντανιστᾶσα θέλημα. ἦν οὐν ἄρα κατάκριμα τοῖς ἐθέλουσι μὲν ἀποπεραίνειν τὸ ἀγαθὸν, οὐ μὴν ἔτι καὶ δυνα-

210
μένοις διὰ τὸ τυραννεῖσθαι τοῖς πάθεσιν. ἀλλ’ ἐν Χριστῷ πέ- παυται τὸ κατάκρινον· τουτέστιν, ἡ τῶν σαρκικῶν κινημάτων πλεονεξία.

Χρυσοστόμου. Λέγει τοίνυν ὅτι οὐ τῶν προτερῶν ἀπηλλάγημεν μόνον, ἀλλὰ καὶ πρὸς τὸ μέλλον ἀχείρωτοι γεγόναμεν. “οὐδὲν “γάρ,” φησι, “νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ, μὴ κατὰ “σάρκα περιπατοῦσιν·” ἀλλ’ οὐ πρότερον αὐτὸ εἴρηκεν. ἕως ἀνέμνησε πάλιν τῆς προτέρας καταστάσεως· πρότερον γὰρ εἰπὼν, “ἄρα “οὖν αὐτὸς ἐγὼ τῷ μὲν νο·ὶ· δουλεύω, νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ “νόμῳ ἁμαρτίας,” τότε ἐπήγαγεν· “οὐδὲν ἄρα κατάκριμα νῦν “τοῖς ἐν Χριστῷ Ιησοῦ·” εἶτα ἐπειδὴ ἀντέπιπτεν αὐτῷ τὸ πολλοῦς καὶ μετὰ τὸ βάπτισμα ἁμαρτάνειν, διὰ τοῦτο πρὸς αὐτὸ ἐπείγεται, καὶ οὐχ ἁπλῶς φησι, “τοῖς ἐν Χριστῷ Ἰησοῦ,” ἀλλὰ “τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι.” δεικνὺς,ὅτι ἐκ ῥαθυμίας τὸ πᾶν λοιπὸν τῆς ἡμετέρας. δυνατὸν γὰρ νῦν, μὴ κατὰ σάρκα περιπατεῖν· πατεῖν· τότε δὲ δύσκολον ἦν.

Θεοδωρήτου. Οὐ γὰρ περιγίνεται νῦν μὴ βουλομένων ἡμῶν τὰ παθήματα· ἐπειδὴ τοῦ θείου Πνεύματος τὴν χάριν δεδέγμεθα.

Κυρίλλου. Νόμον μὲν οὖν ἁμαρτίας, τὸ ἐν τῇ σαρκὶ πρὸς τὰς ἐκτόπους ἁμαρτίας κίνημα λέγει· Θεοῦ δὲ νόμον, τὴν τοῦ Πνεύματος βούλησιν. πρόδηλον τοίνυν ὅτι Θεὸς τὸ Πνεῦμα τὸ Ἅγιον· τὸ καὶ νόμους ὁρίζον ἐν ἡμῖν. πρέπει δὲ οὐχ ἑτέρῳ νομοθετεῖν· ἀλλὰ μόνῳ Θεῷ.