Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Οὐ δὲ γὰρ ἐλάβετε πνεῦμα δουλείας, ἀλλ’ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν ἀββᾶ ὁ πατήρ,

Χρυσοστόμου. Ἐπειδὴ τὸ τῆς υἱότητος ἀξίωμα καὶ τοῖς Ἰουδαίοις ἦν δεδομένον, “ἐγὼ γάρ,” φησι, “εἶπον Θεοὶ ἐστὲ, καὶ “υἱοὶ ὑψίστου πάντες.” καὶ πάλιν· “υἱοὺς ἐγέννησα καὶ ὕψωσα. καὶ, “πρωτότοκός μου Ἰσραήλ.” καὶ ὁ Παῦλος δέ φησιν, “ωτν “ἡ υἱοθεσία,” κατασκευάζει λοιπὸν ὅσον τὸ μέσον ἐκείνης καὶ ταύτης τῆς τιμῆς. εἰ γὰρ καὶ τὰ ὀνόματα τὰ αὐτά φησιν, ἀλλ’ οὐ τὰ πράγματα τὰ αὐτά. καὶ σαφῆ παρέχεται τούτων ἀπόδειξιν, καὶ ἀπὸ τῶν κατορθούντων καὶ ἀπὸ τῶν δεδομένων, καὶ ἀπὸ

238
τῶν μελλόντων ἔσεσθαι τὴν σύγκρισιν εἰσάγων. καὶ πρότερον δείκνυσι, τίνα ἦν τὰ ἐκείνοις δεδομένα. τίνα οὖν ταῦτα ἦν; πνεῦμα δουλείας. εἶτα ἀφεὶς εἰπεῖν τὸ ἀντιδιαστελλόμενον τῇ δουλείᾳ, τουτέστι πνεῦμα ἐλευθερίας, τὸ πολλῷ μεῖζον τέθεικε, τὸ τῆς υἱοθεσίας· δι’ οὗ, κακεῖνο συνεισήγετο εἰπὼν, “ἀλλ’ ἐλάβετε “Πνεῦμα υἱοθεσίας.” ἀλλὰ τοῦτο μὲν δῆλον. τὸ δὲ πνεῦμα τῆς δουλείας τί ποτέ ἐστιν, ἄδηλον. οὐκ ἀσαφὲς δὲ μόνον ἀλλὰ καὶ σφόδρα ἄπορον τὸ εἰρημένον. πνεῦμα γὰρ οὐκ ἔλαβεν ὁ τῶν Ἰουδαίων δῆμος. τί οὖν ἐνταῦθα φησίν; τὰ γράμματα οὕτως ἐκάλεσεν ἐπειδὴ πνευματικὰ ἦν. ὥσπερ οὖν καὶ τὸν νόμον πνευματικὸν καλεῖ. καὶ τὸ ὕδωρ τὸ ἀπὸ τῆς πέτρας, καὶ τὸ μάννα· “πάντες “ γάρ,” φησι, “τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον. καὶ πάντες “τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον.” καὶ τὴν πέτραν δὲ οὕτως ὀνομάζει λέγων, “ἔπινον δὲ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας. ἐπειδὴ γὰρ ὑπὲρ φύσιν πάντα ἦν τὰ τελούμενα, πνευματικὰ αὐτὰ ἐκάλεσεν. οὐκ ἐπειδὴ πνεῦμα ἔλαβον οἱ μετέχοντες αὐτῶν τότε.

Καὶ πῶς τὰ γράμματα ἐκεῖνα, δουλείας ἦν γράμματα; παράγαγε πᾶσαν τὴν πολιτείαν, καὶ τότε εἴσῃ καὶ τοῦτο σαφῶς. καὶ γὰρ αἱ τιμωρίαι παρὰ πόδας αὐτοῖς, καὶ ὁ μισθὸς εὐθέως εἵπετο. σύμμετρός τε ὣν, καὶ ὥσπερ σιτηρέσιόν τι καθημερινὸν διδόμενον οἰκέταις. καὶ πολὺς πανταχόθεν ὁ φόβος, πρὸ τῆς ὄψεως ἀκράζων· καὶ περὶ τὰ σώματα οἱ καθαρμοί· καὶ μέχρι τῶν πράξεων ἡ ἐγκράτεια. παρὰ δὲ ἡμῖν, οὐχ οὕτως. ἀλλὰ καὶ λογισμὸς καὶ συνειδὸς ἐκκαθαίρεται. οὐ γὰρ λέγει, μὴ φονεύσῃς μόνον, ἀλλὰ μὴ δὲ ὀργισθῇς. ἵνα μηκέτι τῷ φόβῳ τῆς κολάσεως τῆς παρούσης, ἀλλὰ τῷ πόθῳ τῷ πρὸς αὐτὸν, τῷ τε ἐν ἕξει τῆς ἀρετῆς εἶναι, καὶ τὰ ἀλλὰ κατορθούμενα ᾖ. οὐδὲ ἐπαγγέλλεται “γῆν “ῥέουσαν γάλα καὶ μέλι,” ἀλλὰ τῷ μονογενεῖ συγκληρονόμον ποιεῖ. τῶν παρόντων διὰ πάντων ἀφιστὰς, καὶ ἐκεῖνα ἐπαγγελλόμενος μενος διδόναι, διδόναι, ἃ τοῖς γενομένοις υἱοῖς τοῦ Θεοῦ πρέπει λαμβάνειν. αἰσθητὸν μὲν οὐδὲν οὐδὲ σωματικὸν, πνευματικὰ δὲ ἅπαντα. ὥστε ἐκεῖνοι μὲν, εἰ καὶ υἱοὶ ἐκαλοῦντο, ἀλλὰ ὡς δοῦλοι. ἡμεῖς δὲ ὡς ἐλεύθεροι γενόμενοι, τὴν υἱοθεσίαν ἐλάβομεν, καὶ τὸν οὐρανὸν ἀναμένομεν. κἀκείνοις μὲν, δι’ ἑτέρων διελέγετο· ἡμῖν δὲ δι’ ἑαυτοῦ. κἀκεῖνοι μὲν φόβῳ τιμωρίας πάντα ἔπραττον οἱ δὲ πνευματικοὶ,

239
ἐπιθυμίᾳ καὶ πόθῳ. καὶ τοῦτο δηλοῖ, τῷ ὑπερβαίνειν τὰ ἐπιτάγματα ἐκεῖνοι, ὡς μισθωτοὶ καὶ ἀγνώμονες. οὐδέ ποτε γοῦν διέλειπον γογγύζοντες. οὗτοι δὲ, εἰς ἀρέσκειαν τοῦ Πατρός. καὶ οἱ μὲν, εὐεργετούμενοι ἐβλασφήμουν. ἡμεῖς δὲ κινδυνεύοντες, εὐχαριστοῦμεν, κἂν κολασθῆναι δὲ ἁμαρτάνοντας δέῃ. καὶ ἐνταῦθα πολλὴ ἡ διαφορά. οὐ γὰρ ὡς ἐκεῖνοι καταλευόμενοι καὶ καιόμενοι καὶ ἀκρωτηριαζόμενοι πάρα τῶν ἱερέων, οὐτῶ καὶ ἡμεῖς αποστρεφόμεθα· ἀλλ’ ἀρκεῖ τραπέζης ἐκβληθῆναι πατρικῆς, καὶ ἀπ’ ὄψεως ῥητὰς γενέσθαι ἡμέρας. καὶ ἐπὶ μὲν τῶν Ἰουδαίων ῥήματος ἦν τιμὴ ἡ υἱοθεσία· ἐνταῦθα δὲ, καὶ πρᾶγμα ἠκολούθησεν· ὁ διὰ βαπτίσματος καθαρμός· ἡ τοῦ πνεύματος δόσις· ἡ τῶν ἄλλων ἀγαθῶν χορηγία.

Οἰκουμενίου. Τάχα δὲ, εἰ καὶ οἱ Ἰουδαῖοι θεοὶ ἐκαλοῦντο καὶ υἱοὶ Θεοῦ, ὥσπερ τὰ παρ’ αὐτοῖς πάντα, τύπος ἦν τῶν ἡμετέρων, οὕτω καὶ ἡ υἱοθεσία. οὔτε γὰρ κυρίως ἐκλήθησαν, ἀλλὰ τυπικῶς υἱοί· οὔτε καθολικῶς πνεῦμα ἔλαβον.

Θεοδωρήτου. Πάλιν οὖν τῷ νόμῳ παρεξετάζει τὴν χάριν· καὶ καλεῖ δουλείαν, τὴν ὑπ’ ἐκείνῳ πολιτείαν. διδάσκει δὲ ὅμως ὅτι κἀκεῖνον, ἡ τοῦ Πνεύματος ἔγραψε χάρις. πνεῦμα τοίνυν δουλείας, οὐ τὸ Πανάγιον Πνεῦμα καλεῖ, ἀλλὰ τὴν τοῦ νόμου θέσιν. καὶ αὐτὴν διὰ τοῦ Πνεύματος δεδομένην. εἰ δὲ τὸ Πανάγιον Πνεῦμα δουλείας πνεῦμα καλεῖ, εἰδέναι προσήκει, ὅτι τὸ μὲν Πανάγιον Πνεῦμα ἕν· διάφορα δὲ καὶ ποικίλα τὰ τούτου χαρίσματα.