Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοι εἰσὶν υἱοὶ Θεοῦ.

Χρυσοστόμου. Καὶ ἕτερον τίθησι μισθὸν τῆς ἐν Πνεύματι [*](1 I. m. a m rec. desunt quædam. m Cod. ἀφέξομαι. n I. m. a m. rec. desunt quædam.)

237
ζωῆς, ὅστις πολλῷ τοῦ προτέρου μείζων. διὸ οὐδὲ ἁπλῶς εἶπεν, ὅσοι γὰρ πνεύματι Θεοῦ ζῶσιν· ἀλλ’ “ὅσοι Θεοῦ Πνεύματι “ ἄγονται.” δεικνὺς ὅτι οὕτως αὐτὸ βούλεται κύριον εἶναι τῆς ἡμετέρας ζωῆς, ὡς τὸν κυβερνήτην τοῦ πλοίου, καὶ τὸν ἡνίοχον τοῦ ζεύγους τῶν ἵππων. καὶ οὐχὶ τὸ σῶμα μόνον, ἀλλὰ καὶ αὐτὴν τὴν ψυχὴν ὑποβάλλει ταῖς τοιαύταις ἡνίαις. οὐ δὲ γὰρ ἐκείνην βούλεται αὐθεντεῖν, ἀλλὰ καὶ ἐκείνης τὴν ἐξουσίαν ὑπὸ τῆ τοῦ Πνεύματος ἔθηκε δυνάμει. ἵνα γὰρ μὴ τῇ δωρεᾷ τοῦ Θεοῦ θαρρήσαντες, τῆς μετὰ ταῦτα ἀμελήσωσι πολιτείας, φησὶν, ὅτι κἂν βάπτισμα λάβῃς, μὴ μέλλῃς δὲ Πνεύματι ἄγεσθαι, ἀπώλεσας τὴν δεδομένην σοι ἀξίαν, καὶ τῆς υἱοθεσίας τὴν προεδρίαν. διὰ τοῦτο οὐκ εἶπεν, ὅσοι Πνεῦμα ἔλαβον, ἀλλ’ “ὅσοι Πνεύματι “ ἄγονται.” τουτέστιν, ὅσοι παρὰ πάντα τὸν βίον οὕτω πολιτεύονται, οὗτοι εἰσιν υἱοὶ Θεοῦ.

Θεοδωρήτου. Ἐνταῦθα δὲ, καὶ τοὺς Ἰουδαίους νύττει, διδάσκων μὴ μεγαφρονεῖν. ἐπειδήπερ κἀκεῖνοι, υἱοὶ προσηγορεύθησαν. ἔρημοι γάρ εἰσι τῆς τιμῆς· τῆς τοῦ Παναγίου Πνεύματος ἄμοιροι τυγχάνοντες χάριτος.

Κυρίλλου. Οἱ δὲ Πνεύματι ζῶντες, οὗτοι καὶ Πνεύματι ἄγονται. διὰ τὸ κατεσφραγίσθαι τῷ Ἁγίῳ Πνεύματι· καὶ δουλείας μὲν] ἀπηλλάχθαι τῆς ἐν νόμῳ καὶ γράμματι, μεταφοιτῆσαι δὲ μᾶλλον εἰς ἐλευθερίαν, καὶ μαρτυρεῖσθαι τῷ τῆς υἱοθεσίας Πνεύματι. ὅτι δὲ εἰσὶν υἱοὶ Θεοῦ, καὶ ἐν αὐτῷ τῷ τῆς υἱοθεσίας Πνεύματι διακεκράγασιν “ἀββᾶ ὁ Πατήρ.