Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.

Δρυσοστόμου. Εἶδες πόση τῆς κακίας ἡ τυραννίς; ὅτι καὶ συνηδόμενον τῷ νόμῳ τὸν νοῦν νικᾷ; οὐδὲ γὰρ ἔχει τίς εἰπεῖν φησὶν, ὅτι μισοῦντά με τὸν νόμον καὶ ἀποστρεφόμενον, ἡ ἁμαρτία χειροῦται· συνήδομαι γὰρ αὐτῷ καὶ σύμφημι, καὶ καταφεύγω πρὸς αὐτόν. ἀλλ’ ὅμως, ἐκεῖνος μὲν, οὐδὲ φυγόντα πρὸς αὐτὸν ἴσχυσε σῶσαι· ὁ δὲ Χριστὸς καὶ φεύγοντα ἀπ’ αὐτοῦ ἔσωσεν. εἶδες ὅση τῆς χάριτος ἡ ὑπερβολή; ἀλλ’ οὕτως μὲν, οὐκ ἔθηκεν αὐτὸ ὁ Ἀπόστολος· ἀνοιμώξας δὲ μόνον καὶ θρηνήσας μέγα, ὡς ἐν ἐρημίᾳ τῶν βοηθησόντων, διὰ τῆς ἀπορίας, δείκνυσι τοῦ Χριστοῦ τὴν δύναμιν, καὶ φησὶν, “τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ “θανάτου τούτου;“νόμος οὐκ ἴσχυσε. τὸ συνειδὸς οὐκ ἤρκεσε· καὶ τοι ἐπαινοῦν τὰ καλά. καὶ οὐκ ἐπαινοῦν μόνον, ἀλλὰ καὶ ἀπο- μαχόμενον πρὸς τὰ ἐναντία. τὸ γὰρ εἰπεῖν “ἀντιστρατευόμενον,” ἔδειξε καὶ αὐτὸ ἀντιταττόμενον. πόθεν οὖν ἐστι σωτηρίας ἐλπίς; “εὐχαριστῶ τῷ Θεῷ, φησὶ, “διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου “ἡμῶν.” εἶδες πῶς ἔδειξεν ἀναγκαίαν τῆς χάριτος τὴν παρουσίαν; καὶ κοινὰ καὶ Υἱοῦ καὶ Πατρὸς τὰ κατορθώματα; εἰ γὰρ καὶ τῷ Πατρὶ εὐχαριστεῖ, ἀλλὰ καὶ τῆς εὐχαριστίας ταύτης ὁ Υἱὸς αἴτιος. ὅταν δὲ ἀκούσῃς λέγοντος αὐτοῦ, “τίς με ῥύσεται ἐκ "τοῦ σώματος τοῦ θανάτου τούτου;“μὴ νόμιζε αὐτὸν τῆς σαρκὸς αὐτοῦ κατηγορεῖν· οὐδὲ γὰρ εἶπε σῶμα ἁμαρτίας· ἀλλὰ "σῶμα “θανάτου,” τουτέστι τὸ θνητὸν σῶμα· τὸ χειρωθὲν ὑπὸ τοῦ θανά- του· οὐ τὸ γεννῆσαν θάνατον. ὅπερ οὐ τῆς πονηρίας τῆς σαρκός· ἀλλὰ τῆς πονηρίας n ἧς ὑπέμεινε, δείγμα. ὥσπερ γὰρ ἂν εἰ τις αἰχμαλωτισθεὶς παρὰ βαρβάρων λέγοιτο εἶναι τῶν βαρβάρων.

207
οὐκ ἐπειδὴ βάρβαρος ἐστὶν, ἀλλ’ ἐπειδὴ ὑπ’ ἐκείνων κατέχεται· οὕτω καὶ τὸ “σῶμα θανάτου” λέγεται, ἐπειδὴ κατεσχέθη παρ’ αὐτοῦ. οὐκ ἐπειδὴ προεξένησεν αὐτόν. διόπερ οὐ ’δε αὐτὸς του σω- σώματος ῥυσθῆναι βούλεται, ἀλλὰ τοῦ θνητοῦ σώματος. αἰνιττόμενος ὃ πολλάκις ἔφην, ὅτι ἐκ τοῦ παθητὸν γενέσθαι, καὶ εὐεπιχεί- ῥῆτον γέγονε τῇ ἁμαρτίᾳ.

Καὶ τίνος ἕνεκεν φησὶ, εἰ τοσαύτη ἡ χάριτος προγενεστέρα o τυραννὶς τῆς ἁμαρτίας ἦν, ἐκολάσθησαν ἁμαρτάνοντες; ὅτι τοιαῦτα ἐπετάγησαν, οἷα δυνατὸν ἦν καὶ τῆς ἁμαρτίας κρατούσης κατορθοῦν. οὐδὲ γὰρ εἰς ἄκραν αὐτοὺς εἷλκε πολιτείαν· ἀλλὰ καὶ χρημάτων ἀπολαύειν ἐπέτρεπε, καὶ γυναιξὶ κεχρῆσθαι πλείοσιν οὐκ ἐκώλυε· καὶ θυμῷ χαρίζεσθαι μετὰ τοῦ δικαίου· καὶ τρυφῇ κεχρῆσθαι συμμέτρῳ. καὶ τοσαύτη ἦν ἡ συγκατάβασις, ὡς καὶ ἐλάττονα ὧν ὁ φυσικὸς διηγόρευε νόμος, τὸν γραπτὸν ἀπαιτεῖν. ὁ μὲν γὰρ τῆς φύσεως νόμος ἕνα ἄνδρα μιᾷ γυναικὶ διηνεκῶς ὁμιλεῖν ἐκέλευσεν. ὅπερ οὖν καὶ ὁ Χριστὸς δηλῶν ἔλεγεν, “ὅτι ὁ ποιήσας ἐξαρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς” ὁ δὲ Μώσεως νόμος· οὔτε τὴν μὲν ἐκβάλλειν, τὴν δὲ ἀντει- σάγειν ἐκώλυεν. οὔτε δύο κατὰ ταὐτὸν ἔχειν ἀπηγόρευε. χω- ρὶς δὲ τούτου καὶ ἕτερα πλείονα τῶν ἐν τῷ νόμῳ τοὺς πρὸ τοῦ νόμου κατορθωκότας ἴδοι τίς ἄν· τῷ τῆς φύσεως παιδευομένους νόμῳ. οὐ τοίνυν ἐπηρεάσθησαν οἱ ἐν τῇ παλαιᾷ πολιτευσάμενοι· συμμέτρου νομοθεσίας οὕτως εἰσενεχθείσης αὐτοῖς. εἰ δὲ μὴ οὕτως ἤρκεσαν περιγενέσθαι, τῆς αὐτῶν ῥαθυμίας τὸ ἔγκλημα. διὰ τοῦτο καὶ Παῦλος εὐχαριστεῖ· ὅτι μηδὲν τούτων ἀκριβολογησάμενος ὁ Χριστὸς, οὐ μόνον τῶν ἡμαρτημένων οὐκ ἀπῄτησεν εὐθύνας, ἀλλὰ καὶ ἐπιτηδείους ἐποίησε πρὸς μείζονα δρόμον.

Κυρίλλου. Τέως δὲ σχετλιάζει καὶ κατακράζει τῆς σαρκός· καὶ σῶμα θανάτου, τὸ ἀπὸ γῆς καὶ φιλήδονον βαλεῖ· διὰ τὸ νοσεῖν ἐν αὐτῷ τῆς ἁμαρτίας τὸν νόμον· ζητεῖν δὲ λέγει τὸν δυνάμενον τῶν τοιούτων ἀπαλλάξαι κακῶν. καὶ ἵν εὐαφόρμως ἡμῖν εἰσαγάγῃ τὸν λυτρωτὴν, τουτέστι, Χριστόν. ᾧ καὶ τὴν πᾶσαν ὁμολογεῖ χάριν. δι’ αὐτοῦ γὰρ λελυτρώμεθα, οὐ τῆς σαρκὸς, ἀλλὰ τοῦ [*](ο Ι. m. a m. rec. τῆς ἁμαρτίας ἡ τυραννὶς πρὸ τῆς χάριτος ἦν.)

208
θανάτου τῆς σαρκός. οὐκ ἀποθανόντεσ p ἀλλὰ τοῦ ἐν τοῖς μέλεσι θανάτου· τουτέστι τῆς ἐν τοῖς μέλεσιν ἀγρίας ἡδονῆς, ἐλευθε- ρωθέντες. κρείττους γὰρ ἡμᾶς ἀπέφηνεν ὁ Χριστὸς ἡδονῆς καὶ ἁμαρτίας·

Γενναδίου. Οὐκ εἶπε δὲ κακὸς ἐγὼ ἄνθρωπος· οὐδὲ πονηρὸς, ἀλλὰ “ταλαίπωρος.” προδιηγησάμενος γὰρ καὶ δείξας αὐτὸν, τῷ νῷ μὲν ὁρῶντα πρὸς τὰ καλὰ, ὑποσυρόμενον δὲ πρὸς τὰ φαῦλα τῷ παθητῷ τῆς σαρκὸς, ελότως ὡς ἐλεεινὸν ταλαίπωρον προση- γόρευσε, καὶ οὐχ ὡς μισητὸν πονηρόν. θαυμασιώτατα δὲ ἔφη τὸ, “ τίς .“ἐμφαίνων διὰ τῆς ἀπορήσεως, τὸ τοῦ πράγματος δύσκολον. τίς οὖν ἄρα φησὶ τοσοῦτος, ὅς με τῆς τυραννδος τοῦ σώμα- τος ἀπαλλάξει· ὑφ’ ἧς πρὸς ἁμαρτίαν καθελκόμενος, θανατοῦμαι; σῶμα γὰρ θανάτου, τὸ θανάτου παραίτιον λέγει· ἐκ τοῦ ἀποτε- λέσματος αὐτὸ προσειπών. ὑποδείξας δὲ αὐταρκῶς τὴν ἀνάγκην, καὶ δηλώσας τὸ τοῦ πράγματος μέγεθος, ἐπάγει, μετ’ εὐχαριστίας καὶ ὕμνου τὸν εὐεργέτην δηλῶν. “εὐχαριστῶ τῷ Θεῷ μοῦ διὰ “Ἰησοῦ Χριστοῦ.” τοῦτο λέγων ὅτι χάρις τῷ φιλανθρώπῳ Θεῷ, δωρησαμένῳ τὴν ἀθανασίαν ἡμῖν καὶ τὴν ἀπάθειαν, διὰ τῆς οἰκο- νομίας, τῆς κατὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ὃς μεγαλο- φώνῳ πρὸς ἡμᾶς κηρύγματι κέκραγε. “δεῦτε πρός με πάντες “οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.”

Σευηριανοῦ. Θεωρήσας τοίνυν τῷ νῷ τὸν διὰ τοῦ σώματος κατὰ τῆς ψυχῆς γενόμενον πόλεμον· καὶ δι’ αὐτοῦ τὸν ἄνθρωπον αἰχμαλωτιζόμενον, ζητεῖ καταφυγὴν σωτηρίας, καὶ τὸν ῥυόμενον περιβλέπεται· ἵνα αὐτοῦ τὸ σῶμα τοῦ θανάτου, εἰς σῶμα ζωῆς μεταποιήσῃ. εἶτα, ὡς εὑρεθέντος τοῦ ῥυομένου, καὶ ἑτοίμου ὄντος πρὸς τὴν χάριν, τὴν πρέπουσαν εὐχαριστίαν ἀναπέμπει τῷ Θεῷ, “ διὰ Ἰησοῦ Χριστοῦ,” δι’ οὗ αὐτῷ καὶ τὸ ῥυσθῆναι τοῦ πολεμίου προσεγένετο. οὐ λέγει δὲ ἁπλῶς· οὐδὲ εὔχεται ῥυσθῆναι τοῦ σώματος, ἀλλὰ τοῦ κατασχόντος τὸ σῶμα θανάτου τῇ ἁμαρτίᾳ. θέλει γὰρ ζωῆς ἑαυτοῦ εἶναι τὸ σῶμα, οὐ θανάτου, οὐδὲ ἁμαρτίας·

Θεοδωρήτου. Ἢ ἁπλῶς θανάτου σῶμα καλεῖ, ὡς ὑπὸ τὸν θάνατον γεγἐνήμενον τουτέστι θνητόν. ἡ ψυχὴ γὰρ ἀθάνατος· [*](P Leg. vid. ἀπὸ θανάτου.)

209
δείκνυσι δὲ τὸν νόμον ἐπικουρῆσαι μὴ δυνάμενον, μὴ δὲ τοῖς πρὸ τῆς χάριτος ὑπὸ τῆς ἁμαρτίας πολιορκηθεῖσι. τούτων γὰρ τὸ πρόσωπον ἀναλαβὼν, ὡς μηδεμίας συμμαχίας ἑτέρωθεν οὔσης, στένει πικρὸν καὶ ὀδύρεται· μόνος δέ, φησιν, ὁ Κύριος ἡμῶν Ιησοῦς Χριστὸς τῆς πικρᾶς ἡμᾶς ἐλευθέρωσε δυναστείας. τὸν μὲν θάνατον λύσας, τὴν δὲ ἀθανασίαν ἡμῖν παρασχόμενος, καὶ τὴν ἄπονον καὶ ἄλυπον βιοτὴν, καὶ τὴν πολέμου δίχα καὶ ἁμαρ- τίας ζωήν. τούτων μέντοι τὴν ἀπόλαυσιν κατὰ τὸν μέλλοντα δεξόμεθα βίον. ἐν δὲ τῷ παρόντι τῆς τοῦ Παναγίου Πνεύματος χάριτος ἀπολαύοντες, οὐ μόνοι κατὰ τῶν παθημάτων παραταττόμεθα· ἀλλ’ ἐκείνην ἐπίκουρον ἔχοντες, περιγενέσθαι τούτων δυνάμεθα.