Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ωριγένουσ. Διαγράφει δὲ τὸν παρόντα λόγον ἐν τοῖς μηδέπω κρατύνασι τὴν ἕξιν ἐπὶ τὰ βέλτιστα. ὥσπερ γὰρ στρατιώτης κρατήσας πολεμίοις αἰχμαλώτους ἄγει, οὕτως ἐν τοῖς προειρημένοις προσώποις ἐστὶν ὁ ἐν τοῖς μέλεσιν αὐτῶν νόμος ἀντιστρα- τευόμενος τῷ νόμῳ τοῦ νοὸς αὐτῶν· καὶ αἰχμαλωτίζων τὴν ταλαίπωρον ψυχὴν, καὶ ἄγων ἐπὶ τὸν τῆς ἁμαρτίας νόμον.

Θεοδώρου Μονάχου. Καὶ καλῶς εἶπεν “ἐν τοῖς μέλεσιν.” ἐπειδὴ πολύτροπος ἡ ἁμαρτία. διὰ πάντων ἐπιτηδεύεσθαι φύσιν ἔχουσα τῶν μελῶν. τὰ μὲν γὰρ δι’ ὀφθαλμῶν, τὰ δὲ διὰ γλώσσης, τὰ δὲ, ἑτέρως ἁμαρτάνομεν. ἀντὶ δὲ τοῦ εἰπεῖν τὴν ἁμαρτίαν, νόμον ετͅπεν ἁμαρτίας, κατά τι οἰκεῖον ἰδίωμα. οὕτω καὶ ἐν τοῖς ἀνωτέρω ἔλεγεν “ὅτι διὰ νόμου πίστεως.” καὶ πάλιν· “ὁ “νόμος τοῦ πνεύματος τῆς ζωῆς.” ἐπειδὴ γὰρ σκοπός ἐστι νόμου παντὸς ἴδιος· ἐφ’ ἑκάστου τὸ τοῦ νόμου προστίθησιν ὄνομα. ἵνα εἴπῃ περὶ οὗ ἃν λέγῃ πράγματος τὸν σκοπόν. αὐτὸ τὸ καὶ οὐχ ἕτερον λέγων.

Κυρίλλου. Ἢ νόμον ἁμαρτίας φησὶ τὸ ἔμφυτον κίνημα· καὶ ὅπερ ἃν ὑπάρχειν οἴοιτό τις τῆς φιλοσαρκίας τὸ πάθος. καθάπερ ἀμέλει καὶ νόμον νοὸς τὴν εἴς γε τὸ ἀγαθὸν ῥοπὴν αὐτοῦ καὶ θέλη-

203
σιν· ὅς γε δίψᾳ μὲν τὸ ἐλεύθερον, καὶ τῶν διαβεβλημένων ἀπαλ- λακτιᾷ. καὶ ταῖς ἀνωτάτω τιμαῖς στεφανοῖ τὸν νόμον, ὡς τῶν καλλίστων εἰσηγητήν. καταβιάζεται δὲ εἰς ἐκτόπους ἡδονὰς ἡ τῆς σαρκὸς φύσις· πολεμοῦντός γε καὶ ἐγκειμένου τοῦ νόμου τῆς ἁμαρτίας.

Γενναδίου. Νόμον δὴ οὖν ἁμαρτίας ἐν τοῖς μέλεσι, τὸ βούλημα καὶ τὸν σκοπὸν τῆς παθητῆς λέγει σαρκός· ἐπειδὴ καὶ παντὸς ἴδιον νόμου τὸ τοῖς ὑπ’ αὐτὸν τὰ αὐτοῖς δοκοῦντα παρακελεύεσθαι· καὶ ἐν τῷ “συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ.” τῷ “γὰρ,” ἀντὶ τοῦ τοίνυν, ὡς καὶ ἐν ἄλλοις ἐχρήσατο. πάντων γὰρ ἀπὸ τοῦ, “οἶδα μὲν ὅτι ὁ νόμος πνευματικός ἐστιν” αὐτῷ προει- ρημένων, συναγωγὴν ἠβουλήθη ποιήσασθαι· τῷ μὲν νόμῳ τοίνυν λέγων “συνήδομαι τοῦ Θεοῦ, κατὰ τὸν ἔσω ἄνθρωπον·” ἤγουν τὸ ἐν ἡμῖν νοερόν. καὶ χαίρω τούτου τοῖς παραγγέλμασι. βλέπω δὲ νόμον ἕτερον τῶν ἐμαυτοῦ μελῶν, ἀντιπαραταττόμενον τούτῳ· καὶ πρὸς βίαν εἰς ἑαυτὸν ἐνυποσπῶντά με. καὶ οἷον αἰχμαλώτῳ περι- κεχρημένον μοι· οὐ γὰρ ᾧ χαίρω νόμῳ ὑπακούω, ἀλλ’ ᾧ μὴ χαίρω· καὶ μᾶλλόν μου τῶν μελῶν ὁ θεῖος οὐδαμῶς νόμος, τοῦ θείου νόμου κατακρατεῖ. καὶ πρὸς αὐτὸν ἀγωνιζόμενος, ἀντισχεῖν οὐκ ἀρκῶ.

Δ(??), (sic). Ὅπως δὲ τοῦτο γίνεται, σκόπει. ἀγαθὸν τὸ θεῖον καὶ ὑπεράγαθον. καὶ τὸ τούτου θέλημα. τοῦτο γὰρ ἀγαθὸν, ὅπερ Θεὸς βούλεται. νόμος δέ ἐστιν ἡ τοῦτο διδάσκουσα ἐντολή. ἵνα ἐν αὐτῷ μένοντες, ἐν φωτὶ ωτμεν. ἧς ἐντολῆς ἡ παράβασις, ἁμαρ- τία ἐστίν. αὕτη δὲ διὰ τῆς τοῦ διαβόλου προσβολῆς, καὶ τῆς ἡμετέρας ἀβιάστου καὶ ἑκουσίου παραδοχῆς συνίσταται. λέγεται δὲ καὶ αὐτὴ νόμος. ἐπιβαίνων οὖν ὁ τοῦ Θεοῦ νόμος τῷ νῷ ἡμῶν ἐφέλκεται πρὸρ ἑαυτόν· καὶ νύττει τὴν ἡμετέραν συνείδησιν. λέ- γεται δὲ καὶ ἡ ἡμέτερα συνείδησις νόμος τοῦ νοὸς ἡμῶν. καὶ ἡ προσβολὴ δὲ τοῦ πονηροῦ, τουτέστιν ὁ νόμος τῆς ἁμαρτίας ἐπι- βαίνων τοῖς μέλεσι τῆς σαρκὸς ἡμῶν, δι’ αὐτῆς ἡμῖν προσβάλλει. ἅπαξ παραβάντες ἑκουσίως τὸν νόμον τοῦ Θεοῦ, καὶ τὴν προσ- βολὴν τοῦ πονηροῦ παραδεξάμενοι, ἐδώκαμεν αὐτῇ εἴσοδον παρα- θέντες ὑφ’ ἑαυτῶν τῇ ἁμαρτίᾳ. ὅθεν ἑτοίμως ἄγεται τὸ σῶμα ἡμῶν πρὸς αὐτήν. λέγεται γοῦν καὶ ἡ ἐναποκειμένη τῷ σώματι

204
ἡμῶν ὀσμὴ καὶ αἴσθησις τῆς ἁμαρτίας, ἤτοι ἐπιθυμία καὶ ἡδονὴ, τοῦ σώματος νόμος, ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἡμῶν. “ὁ μὲν “οὖν νόμος τοῦ νοός μου,” ἤτοι ἡ συνείδησις, συνήδεται τῷ νόμῳ τοῦ Θεοῦ· ἤτοι τῆ ἐντολὴ· καὶ ταύτην θέλει ὁ δὲ νόμος τῆς ἁμαρτίας, ἤτοι ἡ προσβολὴ διὰ τοῦ νόμου τοῦ ἐν τοῖς μέλεσιν, ἤτοι τῆς σοῦ σώματος ἐπιθυμίας καὶ ῥοπῆς καὶ κινήσεως, καὶ τοῦ ἀλόγου μέρους τῆς ψυχῆς, ἀντιστρατεύεται τῷ νόμῳ τοῦ νοός μου. τουτέστι, τῇ συνειδήσει, καὶ αἰχμαλωτίζει με, καὶ ἀγα- πῶντα τὸν τοῦ Θεοῦ νόμον, καὶ μὴ θέλοντα τὴν ἁμαρτίαν, κατὰ ἀνάκρισιν, διὰ τὸ λεῖον τῆς ἡδονῆς καὶ τῆς τοῦ σώματος ἐπιθυμίας, καὶ τῆς ψυχῆς τοῦ ἀλόγου μέρους, ὡς ἔφην, πλανᾷ, καὶ πείθει δουλεῦσαι τῇ ἁμαρτίᾳ. “ἀλλ’ ὁ Θεὸς τὸ ἀδύνατον τοῦ “νόμου ἐν ᾧ ἠσθένει ὁ νόμος διὰ τῆς σαρκὸς, πέμψας τὸν Υἱὸν “αὐτοῦ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας,” σάρκα μὲν γὰρ ανέλαβεν· ἁμαρτίαν δὲ οὐδαμῶς, “κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ “σαρκί.” ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ, ἐν τοῖς “μὴ κατὰ “σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.” τὸ γὰρ πνεῦμα συναντιλαμβάνεται τῇ ἀσθενείᾳ ἡμῶν· καὶ παρέχει δύναμιν τῷ νόμῳ τοῦ νοὸς ἡμῶν, κατὰ τοῦ νόμου τοῦ ἐν τοῖς μέλεσιν ἡμῶν. τὸ γὰρ, “τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν ἀλλ’ αὐτὸ τὸ πνεῦμα “ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις·” τουτέστι, δι- δάσκει ἡμᾶς τί δεῖ προσεύξασθαι· ὥστε ἀδύνατον, εἰ μὴ δι’ ὑπο- μονῆς καὶ προσευχῆς, τὰς ἐντολὰς τοῦ Θεοῦ ἐργάσασθαι.

Μεθοδίου. τέσσαρας δέ τις ἐνταῦθα λέγεσθαι νόμους εἰπών· ἕνα μὲν τὸν νόμον τοῦ Θεοῦ· δεύτερον δὲ, τὸν ἀντιστρατευόμενον· τρίτον, περὶ οὗ φησὶν, “τῷ νόμῳ τοῦ νοός μου.” τέταρτον, περὶ οὗ λέγει· “τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου.” τούτων ὁ πρῶτος φησὶ τὸ εὐαγγελικόν ἐστι παίδευμα, ἔξωθεν διὰ τοῦ κηρύγματος εἰσιὼν καὶ τὴν ψυχὴν ῥυθμίζων· ὁ δεύτερος, ὁ ἀντιστρατευόμενος καὶ οὗτος τῶν ἐπεισιόντων ἔξωθέν ἐστι κατ’ ἐνέργειαν τοῦ πονηροῦ, τὴν ψυχὴν αἰχμάλωτ’ ἵζων· ὁ τρίτος, ὅν φησι νόμον νοὸς, οὗτός ἐστιν ὁ τῇ φύσει ἡμῶν ἐγκατασπαρεὶς παρὰ τοῦ δημιουργοῦ· ἐπὶ τὰ τῷ Θεῷ φίλα παροτρύνων. ὁ τέ. ταρτος, ὁ τῆς ἁμαρτίας νόμος, οὗτός ἐστιν ὁ φιλαμαρτήμων· ὃς διὰ τῆς πρὸς τὸ κακὸν συνηθείας, ἐνεσκίρρωσεν ἐν ἡμῖν τὴν ἁμαρ-

205
τίαν. ὅρα οὖν, φησὶ, πῶς ἐκ διαμέτρου ἐναντίοις περιεστοιχίσμεθα νόμοις. οἱ μὲν γὰρ δύο, ἔξωθεν ἡμῖν ἐπεισρέουσιν. ὁ μὲν, πρὸς ἀγαθοεργίαν ἐκκαλούμενος, ὁ εὐαγγελικός· ὁ δὲ, πρὸς κακίαν πα- ρακαλῶν, ὁ ἀντιστρατευόμενος τοῦ πονηροῦ νόμος. οἱ δὲ λοιποὶ δύο, ἔνδον εἰσὶ καὶ τὴν ψυχὴν συνέχουσιν. ὁ μὲν τοῦ νοὸς, παρὰ τοῦ δημιουργοῦ ἡμῖν ἐγκατεσπαρμένος, καὶ ὁδηγῶν πρὸς τὰ κρείτ- τονα· ὁ δὲ τέταρτος, ὁ καὶ νόμος τῆς ἁμαρτίας διὰ τὴν πρὸς τὸ κακὸν ἕξιν ἐνσκιρρωθεὶς ἐν ἡμῖν· διὸ πρόσσχες πῶς ἀκριβῶς εἶπε, “βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός “μου.” τούτῳ δὴ τῷ ἐμφύτῳ πρὸς τὰ καλά. “καὶ αἰχμαλωτί- “ ζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας, τῷ ὄντι ἐν τοῖς μέλεσί μου.” ὡς εἰ ἔλεγεν· ἔξωθεν εἰσπνέων συγκινεῖ καὶ ἐρεθίζει πάντα τὸν ἐν ἐμοὶ ἀποκείμενον κονιορτὸν καὶ βόρβορον, ὃν ἡ πρὸς ἁμαρτίαν μοι ἕξις, ἐνεσπίλωσε καὶ ἐνέκαυσε· καὶ ὁ νόμος δὲ τοῦ Θεοῦ ὁ εὐαγγελικὸς, κινεῖ καὶ ἐρεθίζει τὰ ἐν ἡμῖν ἔμφυτα καὶ ἐγκατεσπαρμένα μένα πρὸς ἀγαθοεργίαν σπέρματα. ἕκαστος γὰρ τῶν ἔξωθεν ἐπεισι- όντων, τὸν οἰκεῖον καὶ κατάλληλον ἔνδον καὶ ἐν ἡμῖν ὄντα μόνον κινῶν καὶ διερεθίζων, ἣ εὐσεβεῖν ἣ ἀσεβεῖν ἡμᾶς προτρέπεται. Ἄλλος δὲ τρεῖς ἔφησεν εἰσὶν ἐνταῦθα νόμοι. ὁ γραπτὸς, ὃν νόμον λέγει Θεοῦ. ὁ ἔμφυτος, ὃν νόμον λέγει νοός. καὶ ὁ τῆς ἁμαρτίας, ἐν τοῖς μέλεσιν ἡμῶν ἰσχύσας. ὃν καὶ ἀντιστρατευόμενον λέγει, καὶ ἐν τοῖς μέλεσιν ἡμῶν ἔχειν τὴν ἰσχὺν τοῦ ἀντι- στρατεύεσθαι· νόμον δὲ τοῦτον φησὶ ὡς ἰσχύοντα καὶ ἔχοντα τοὺς πειθομένους αὐτῷ. τὸ δὲ “αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς “ἁμαρτίας,” οὕτως ἐξηγεῖται. οὗτος ὁ νόμος ὁ ἀπὸ τῆς ἁμαρτίας ἐν τοῖς μέλεσιν ἐπεισελθών· ὁ ἀντιστρατευόμενος, αἰχμαλωτίζει με· ἀλλὰ πῶς; ἐπειδὴ ἀντιστρατείαν εἶπεν· ἵνα μὴ νομίσῃς ὅτι δι- καίως αἰχμαλωτίζει, καὶ νόμῳ πολέμου, ἐπάγει,’ νόμῳ ἁμαρτίας·” οὐ δικαίως φησί· μὴ γένοιτο. ποῖον γὰρ δίκαιον, τὸν ἀλλότριον δοῦλον ἐφ’ ἑαυτῇ ποιεῖν; ἀλλὰ πῶς; “ νόμῳ ἁμαρτίας,” τουτέστι, κατὰ τὸ ἰδίωμα τῆς ἁμαρτίας με αἰχιιαλωτίζει· κατὰ τὸ οἰκεῖον ἔθος αὐτῆς. ἐξ ἀναισχυντίας καὶ πολλῆς ἰταμότητος. ἐξ ἐπιβουλῆς, ἐξ ἐνέδρας· οὐκ ἐκ τοῦ φανεροῦ, ἀλλὰ ἀπατῶσα καὶ συναρ- πάζουσα. εἶτα ἵνα μή τις εἴπῃ· οὐκοῦν τὸ ὅλον ἐκείνης ἐστὶ τὸ
206
αἰχμαλωτισθῆναί με. εἴπερ καὶ αἰχμάλωτ’ ἵζει με τῷ οἰκείῳ ἔθει, ἐνεδρεύουσα καὶ κρυφίως ἐπιτιθεμένη· προστίθησιν, “ἐν τοῖς μέ- “ λεσί μου.” οἷον ὅτι τὸ ἐγκαθιδρύσαι αὐτὴν ἐν τούτοις, ἐμόν ἐστι.