Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, διάκονον οὖσαν τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς. ἵνα αὐτὴν προσδέξησθε ἐν Κυρίῳ, ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἃν ὑμῶν χρήζῃ πράγματι· καὶ γὰρ αὕτη προστάτις πολλῶν ἐγενήθη, καὶ αὐτοῦ ἐμοῦ.

Χρυσοστόμου. Ὄρα διὰ πόσων αὐτὴν σεμνύνει. καὶ γὰρ πρὸ τῶν ἄλλων αὐτῆς ἐμνήσθη πάντων, καὶ ἀδελφὴν ἐκάλεσεν. οὐ μικρὸν δὲ Παύλου κληθῆναι ἀδελφήν. καὶ τὸ ἀξίωμα προστέθεικε, διάκονον εἰπών. τί ἐστιν “ ἐν Κυρίῳ ;” τουτέστι, διὰ τὸν Κύριον. τιμῆς ἀπολαύσῃ παρ’ ὑμῖν. ὁ γὰρ διὰ τὸν Κύριον δεχόμενος, κἂν μὴ μέγαν τινὰ δέξηται, μετὰ σπουδῆς δέχεται. ὅταν δὲ καὶ ἁγίαν, ἐννόησον ἡλίκης αὐτὴν ἀπολαῦσαι δίκαιον θεραπείας. διὰ τοῦτο προσέθηκεν, “ ἀξίως τῶν ἁγίων.” ὡς δεῖ, φησιν, τοὺς τοιούτους ὑποδέχεσθαι, διπλῆν γὰρ ἔχει ἀφορμὴν τοῦ θεραπευθῆναι παρ’ ὑμῖν. καὶ τὸ, διὰ τὸν Κύριον δεχθῆναι, καὶ τὸ, αὐτὴν ἁγίαν εἶναι. ὄρα δὲ τὸ ἀνεπαχθές. οὐκ εἰπεν ἵνα αὐτὴν ἀπαλλάξητε ἐκ τῶν πειρασμῶν, ἀλλὰ “ παραστῆτε.” τουτέστι, τὰ παρ’ ὑμῶν εἰσενέγκητε, καὶ χεῖρα ὀρέξητε. “ καὶ ἐν ᾧ ἃν ὑμῶν χρήζῃ πρά- “ γματι.” οὐκ ἐν οἷς ἃν, ἣ πάντως, ἀλλ’ ἐν οἷς ἃν ὑμῶν δέηται δεήσεται δὲ ἐν ἐκείνοις, ἐν οἷς ἃν ὑμεῖς ἦτε κύριοι. εἰτα πάλιν ὁ ἔπαινος ἄφατος. “ καὶ γὰρ αὕτη προστάτις πολλῶν ἐγενήθη καὶ “ αὐτοῦ ἐμοῦ.” εἶδες τὴν σύνεσιν; πρῶτον τὰ ἐγκώμια. εἶτα, μέσην τὴν παράκλησιν. εἶτα πάλιν τὰ ἐγκώμια τέθεικεν. ἑκατέρωθεν περιστέλλων τὴν χρείαν τοῖς ἐπαίνοις τῆς γυναικὸς, τῆς μακαρίας ἐκείνης. πῶς γὰρ οὐ μακαρία, ἡ τοσαύτης ἀπολαύουσα παρὰ Παύλου μαρτυρίας; ἡ καὶ αὐτῷ βοηθῆσαι δυνηθεῖσα τῷ

517
τὴν οἰκουμένην διορθώσαντι; τοσοῦτος γὰρ ὁ κολοφὼν αὐτῆς τῶν ἀγαθῶν. διὸ καὶ ὕστερον αὐτὸ τέθεικε, λέγων, “ καὶ αὐτοῦ ἐμοῦ. τουτέστι, τοῦ κήρυκος τῆς οἰκουμένης. τοῦτο τοσαῦτα παθόντος, του μυρίοις ἀρκοῦντος.

Θεοδωρήτου. Αἱ δὲ Κεγχρεαὶ κώμη τίς ἐστι τῆς Κορινθίας μεγίστη. ἄξιον τοίνυν θαυμάσαι τοῦ κηρύγματος τὴν ἰσχύν. ἐν ὀλίγῳ γὰρ χρόνῳ οὐ μόνον τὰς πόλεις, τῆς εὐσεβείας, ἀλλὰ καὶ τὰς κώμας ἐπλήρωσε. καὶ τοσοῦτον ἦν τῆς τῶν Κεγχρεῶν ἐκκλησίας τὸ σύστημα, ὡς καὶ γυναῖκα διάκονον ἔχειν, καὶ ταύτην, ἀοίδιμόν τε καὶ πολυθρύλλητον. τοσοῦτον γὰρ εἰχε πλοῦτον κατορθωμάτων, ὡς καὶ παρὰ τῆς ἀποστολικῆς γλώττης τοιαύτας εὐφημίας καρπώσασθαι. προστασίαν δὲ ὡς οἶμαι λέγει, τὴν φιλοξενίαν καὶ κηδεμονίαν.

Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ· οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν· οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν. καὶ τὴν κατ’ οἶκον αὐτῶν ἐκκλησίαν.

Χρυσοστόμου. Τῆς γυναικὸς ταύτης καὶ τοῦ ἀνδρὸς τὴν ἀρετὴν, καὶ ὁ Λουκᾶς μαρτυρεῖ. τοῦτο μὲν, ὅταν λέγῃ, “ ἔμεινε παρ’ “ αὐτοῖς ὁ Παῦλος. ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην.” τοῦτο δὲ, ὅταν δεικνύῃ τὴν γυναῖκα τὸν Ἀπολλῶ προσλαμβανομένην καὶ κατηχήσασαν τὴν ὁδὸν τοῦ Κυρίου. μεγάλα μὲν οὖν κἀκεῖνα. πολλῷ δὲ μείζονα ἅ φησιν Παῦλος. πρῶτον γὰρ συνεργοὺς αὐτοὺς καλεῖ· τῶν ἀφάτων πόνων καὶ τῶν κινδύνων δεικνὺς κοινωνούς. ἔπειτα φησίν, “ ὅτι ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν. εἶδες μάρτυρας ἀπηρτισμένους; καὶ γὰρ εἰκὸς ἐπὶ Νέρωνος μυρίους εἶναι τοὺς κινδύνους, ὅτε καὶ διετάξατο πάντας χωρίζεσθαι ἀπὸ τῆς Ῥώμης τοὺς Ἰουδαίους. εἰπὼν δὲ, “ οἷς οὐκ ἐγὼ μόνος “ εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν,” δείκνυσι τὴν φιλοξενίαν καὶ τὴν ἀπὸ τῶν χρημάτων λειτουργίαν. θαυμάζων αὐτοὺς ὅτι καὶ τὸ αἷμα αὐτῶν ἐξέχεαν, καὶ τὴν θυσίαν κοινὴν προέθηκαν ἅπασιν. ἵνα γὰρ μὴ δόξῃ κολακεύειν, λέγων ταῦτα, καὶ ἄλλους μάρτυρας ἄγει πολλῷ πλείους. οὕτω δὲ ἦσαν εὐδόκιμοι,

518
ὅτι καὶ τὸν οἶκον αὐτῶν ἐκκλησίαν ἐποίησαν. διά τε τὸ πάντας ποιῆσαι πιστοὺς, καὶ διὰ τὸ τοῖς ξένοις αὐτὸν ἀνεῖσθαι πᾶσιν. οὐδὲ γὰρ ἁπλῶς εἴωθεν οἰκίας, ἐκκλησίας καλεῖν, εἰ μὴ πολλὴ ἡ εὐλάβεια, καὶ πολὺς ὁ τοῦ Θεοῦ φόβος ἐρριζωμένος ἐν αὐτῇ εἴη. διὰ τοῦτο καὶ Κορινθίοις ἔλεγεν, “ ἀσπάσασθε Ἀκύλαν καὶ Πρίσ- “ Κίλλαν σὺν τῆ κατ’ οἶκον αὐτῶν ἐκκλησίᾳ.” ἔνι γὰρ καὶ ἐν γάμῳ ὄντα, θαυμαστὸν εἰναι καὶ γενναῖον. οἷον καὶ οὗτοι ἐτύγχανον· καὶτοι καὶ τὸ ἐπιτήδευμα εὐτελὲς ἔχοντες. σκηνοποιοὶ γὰρ ἦσαν.