Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸνΘεὸν, ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ, καὶ ἵνα ἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ, εὐπρόσδεκτος γένηται τοῖς ἁγίοις· ἵνα ἐν χαρᾷ ἔλθω πρὸς ὑμᾶς, ἐν θελήματι Θεοῦ, καὶ συναναπαύσωμαι ὑμῖν. ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν. ἀμήν.

Χρυσοστόμου. Πάλιν ἐνταῦθα τὸν Χριστὸν καὶ τὸ Πνεῦμα προβάλλεται. καὶ οὐδαμοῦ μέμνηται τοῦ Πατρός. ταῦτα δὲ εἶπον, ἵν ὅταν ἴδῃς αὐτὸν Πατρὸς καὶ Υἱοῦ μεμνημένον, ἢ Πατρὸς μόνου, μήτε τὸν Υἱὸν μήτε Πνεῦμα ἀθετῇς. καὶ οὐκ εἶπε Πνεύματος, ἀλλὰ ἀγάπης Πνεύματος. καθάπερ ὁ Χριστὸς ἠγάπησε τὸν κόσμον καὶ ὁ Πατὴρ, οὕτω καὶ τὸ Πνεῦμα. τι δέ ἐστιν ὃ παρακαλεῖς, εἰπέ μοι, “ συναγωνίσασθαι μοι ἐν ταῖς προσευχαῖς “ ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεόν;” μέγας ἄρα ἀγὼν αὐτῷ προὔκειτο. διὸ καὶ τὰς εὐχας αυτων καλει. καὶ οὐκ εἰπεν ἰνα συμπλακω, ἀλλ’ “ ἵνα ῥυσθῶ.” ὡς ὁ Χριστὸς ἐκέλευσεν εὔχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν. ταῦτα δὲ λέγων ἐδείκνυ πονηρούς τινας λύκους ἐπιθησομένους αὐτῷ, καὶ θηρία μᾶλλον ἢ ἄνδρας. ἀπὸ δὲ τούτου, καὶ ἕτερον κατεσκεύαζε, τὸ δεῖξαι ὅτι δικαίως ἀνεδέξατο τὸ διακονῆσαι τοῖς ἁγίοις· εἴγε τοσοῦτοι οἱ ἀπειθοῦντες, ὡς καὶ αὐτῶν εὔχεσθαι ῥυσθῆναι. οἱ γὰρ μεταξὺ τοσούτων ὄντες πολεμίων, καὶ λιμῷ ἀπόλλυσθαι ἔμελλον. διὸ ἀναγκαίως ἑτέρωθεν αὐτοῖς ἐκομίζετο. τί δέ ἐστιν, “ ἵνα ἡ διακονία μου εὐπρόσδεκτος γένηται τοῖς “ ἁγίοις ;” ἵνα δεκτὴ γένηταί μου ἡ θυσία. ἵνα μετὰ προθυμίας ὑποδέξωνται τὰ διδόμενα. ὁρᾷς πῶς πάλιν ἐπῆρε τὸ ἀξίωμα τῶν λαμβανόντων· εἴ γε εὐχῶν δεῖται παρὰ δήμου τοσούτου εἰς τὸ δεχθῆναι τὰ πεμπόμενα; ἀπὸ δὲ τούτου δείκνυσι καὶ ἕτερόν τι. ὅτι οὐκ ἀρκεῖ τὸ δοῦναι ἐλεημοσύνην εἰς τὸ δεχθῆναι. ὅταν γὰρ μετὰ ἀνάγκης τίς παρέχῃ, ὅταν ἐξ ἀδικίας, ὅταν πρὸς κενοδοξίαν, οἴχεται ὁ καρπός. ὥσπερ δὲ ἀρχόμενος ἔλεγεν, “ εἴ πὼς ἤδη ποτὲ “ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ πρὸς ὑμᾶς ἐλθεῖν,” οὕτω καὶ ἐνταῦθα ἐπὶ τὸ αὐτοῦ καταφεύγει θέλημα. καὶ φησὶ,

515
ὅτι διὰ τοῦτο ἐπεύχομαι ῥυσθῆναι ἐκεῖθεν, ἵνα ταχέως ὑμᾶς ἴδω μεθ’ ἡδονῆς· μηδεμίαν ἐκεῖθεν ἐπισυρόμενος ἀθυμίαν. καὶ “ συν- “ ἀναπαύσωμαι ὑμῖν.” ὅρα πῶς πάλιν τὸ ἄτυφον δείκνυσιν. οὐ γὰρ εἶπε διδάξω ὑμᾶς, καὶ κατηχήσω, ἀλλ’ “ ἵνα συναναπαύσωμαι “ ὐμῖν.” καίτοι αὐτὸς ἦν ὁ ἀγωνιζόμενος καὶ πυκτεύων. πῶς οὑν φησὶ “ συναναπαύσωμαι ;” χαριζόμενος αὐτοῖς κἂν τούτῳ, προθυμοτέρους ποιῶν, τῷ κοινωνοὺς ποιεῖν τῶν στεφάνων, καὶ δεικνύειν καὶ αὐτοὺς ἀγωνιζομένους καὶ πονοῦντας. εἶτα, ὅπερ ἀεὶ ποιεῖν εἴωθε, τὴν εὐχὴν μετὰ τὴν παραίνεσιν προστίθησι λέγων, “ ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν, ἀμήν.”

Θεοδωρήτου. Θεὸν δὲ εἰρήνης οὐχ ἁπλῶς ἐνταῦθα τὸν Θεὸν προσηγόρευσεν, ἀλλὰ καὶ ὡς αὐτὸς ταύτης δεόμενος, διά τε τοὺς προφανῶς πολεμοῦντας, καὶ τοὺς ὑπόπτως περὶ αὐτὸν διακειμένους· καὶ ἐκείνοις ταύτην ἐπευχόμενος, δι’ ἣν εἶχον πρὸς ἀλλήλους ἀμφιβόλους τῶν νομικῶν χάριν παρατηρήσεων. ἀλλὰ ποίαις ἄν τις εὐφημίαις τὴν μακαρίαν ταύτην κεφαλὴν στεφανώσῃ; πρῶτον μὲν γὰρ, καὶ ᾔδει τὰ συμβησόμενα, καὶ προλέγει ταῦτα. καὶ γὰρ ἐν Μιλήτῳ τοῖς Ἐφεσίων ἔλεγε πρεσβυτέροις, “ ὅτι κατὰ “ πόλιν διαμαρτύρεταί μοι τὸ Πνεῦμα, ὅτι δεσμά με καὶ θλίψεις “ μένουσι.” καὶ τοῦ Ἀγάβου δὲ ταῦτα αὐτῷ προσειπόντος, καὶ πάντων ὀδυρομένων, καὶ ἐπισχεῖν αὐτὸν πειρωμένων, ὁ θεῖος εἶπεν ἀνήρ· “ τί κλαίετε καὶ συνθρύπτετέ μου τὴν καρδίαν; ἐγὼ γὰρ “ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἕτοιμος εἰμὶ, ὑπὲρ τοῦ “ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. καὶ ἐνταῦθα προείρηκεν, ὅτι καὶ Ῥωμαίους ὄψεται καὶ Ἰσπανούς. προσέθηκε δὲ ὅτι καὶ ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσεται. εἶτα ὡς ἀκριβῶς θεωρῶν καὶ τὴν τῶν Ἰουδαίων μανίαν, καὶ τὰς τούτων ἐζήτησε προσευχάς· οὐ μόνον ἕνεκα τῶν ἀπειθούντων, ἀλλὰ καὶ τῶν πιστευόντων. οὐδὲ γὰρ ἐκεῖνοι περὶ αὐτὸν φιλοστόργως διέκειντο, παραβάτην εἶναι τοῦ νόμου νομίζοντες. οὗ δὲ χάριν, προστέθεικεν “ καὶ ἵνα ἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ εὐπρόσ- “ δεκτὸς γένηται τοῖς ἁγίοις.” μετὰ μυρίων αὐτὰ συνέλεξε πόνων· παντοδαπὰς τοῖς μαθηταῖς παραινέσεις προσφέρων, καὶ τοὺς δεχομενους αγωνιᾳ’ μὴ τὸ μῖσος νικήσῃ τὴν χρείαν.

516

Θεοδώρου. Διδάσκει δὲ διὰ τούτων μετριάζειν, εἴγε καὶ αὐτὸς Ἀπόστολος ὣν, τῆς ἄλλων φησὶ δεῖσθαι εὐχῆς.

Εὐθαλίου. Καὶ ὅρα τὸ ἄτυφον αὐτοῦ. οὐ γὰρ εἶπε διδάξω ὑμᾶς, ἣ κατηχήσω, ἀλλὰ “ συναναπαύσωμαι.” τοντέστιν, ὑμεῖς ἐμοὶ διὰ τὴν διδασκαλίαν, κἀγὼ ὑμῖν διὰ τὴν τῆς πίστεως ἐπίδοσιν. ἀλλὰ καὶ ὡς μὴ αὐτὸς ὣν ἀξιόχρεως πρὸς τὸ πεῖσαι, διὰ τοῦ Χριστοῦ ὑμᾶς, φησὶ, καὶ τοῦ Ἄγ’ ἴου Πνεύματος παρακαλῶ.