Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Λέγω δὲ, Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων· τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεὸν, καθὼς γέγραπται, διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, καὶ τῷ ὀνόματί σου ψαλῶ. καὶ πάλιν λέγει, εὐφράνθητε ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. καὶ πάλιν, αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν, πάντες οἱ λαοί. καὶ πάλιν Ἡσαΐας λέγει, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτὸν ἔθνη ἐλπιοῦσιν.

Χρυσοστόμου. Πάλιν περὶ τῆς τοῦ Χριστοῦ κηδεμονίας ἡμῖν διαλέγεται. ἔτι τοῦ αὐτοῦ κεφαλαίου ἐχόμενος, καὶ δεικνὺς ὅσα ἐποίησεν ὕπερ ἤμων, καὶ ὅπως, οὐχ ἑαυτῷ ἤρεσε. καὶ μέτα τούτου κἀκεῖνο κατασκευάζει, ὅτι μειζόνων εἰσὶν οἱ ἐξ ἐθνῶν ὀφείλεται τῷ Θεῷ· εἰ δὲ μειζόνων εἰσὶν ὀφείλεται, δίκαιοι ἂν εἶεν φέρειν τοὺς ἀσθενεῖς, τοὺς ἐξ Ἰουδαίων. ἐπειδὴ γὰρ σφοδρῶς ἐκείνων καθήψατο· ἵνα μὴ τούτους ἐπάρῃ τοῦτο, καταστέλλει πάλιν αὐτῶν τὴν ἀπόνοιαν. ἐκείνοις μὲν γὰρ ἐξ ἐπαγγελίων πατέρων δείκνυσιν ἀγαθὰ τὰ διδόμενα. τοῖς δὲ ἐξ ἐθνῶν, ἐξ ἐλέους καὶ φιλανθρωπίας μόνης. διὸ καὶ ἔλεγε, “ τὰ δὲ ἔθνη ὑπὲρ ἐλέου δοξάσαι τὸν “ Θεόν. ” ἵνα δὲ σαφέστερον γένηται τὸ γενόμενον, αὐτῶν πάλιν ἄξιον ἀκοῦσαι τῶν ῥημάτων, ἵνα μάθῃς τι ἐστι τὸ “ ὑπὲρ ἀληθείας Θεοῦ “ γεγενῆσθαι τὸν Χριστὸν διάκονον περιτομῆς, εἰς τὸ βεβαιῶσαι “ τὰς ἐπαγγελίας τῶν πατέρων.” τι ποτ’ οὖν ἐστι τὸ εἰρημένον; ἐπαγγελία πρὸς τὸν Ἀβραὰμ ἦν γεγενημένη ἡ λέγουσα, “ σοι “ δώσω τὴν γῆν καὶ τῷ σπέρματι σου.” καὶ “ ἐν τῷ σπέρματι “ σου ἐνευλογηθήσονται πάντα τὰ ἔθνη. ” ἀλλ’ ἐγένοντο κολάσεως ὑπεύθυνοι μετὰ ταῦτα οἱ τοῦ σπέρματος Ἀβραὰμ ἅπαντες. ὁ γὰρ νόμος ὀργὴν αὐτοῖς κατειργάζετο παραβαινόμενος, καὶ τῆς ἐπαγγελιας ἐκείνης ἀπεστέρει λοιπὸν τῆς τῶν πατέρων. παραγενόμενος τοίνυν ὁ Υἱὸς, συνέπραξε τῷ Πατρὶ εἰς τὸ τὰς ἐπαγγελίας ἐκείνας

501
ἀληθεῦσαι, καὶ εἰς τέλος ἐξελθεῖν. πάντα γὰρ τὸν νόμον πληρώσας, ἐν ᾧτ’ κατεδέξατο καὶ περιτομήν· καὶ ταύτῃ, καὶ διὰ τοῦ σταυροῦ τῆς κατάρας ἀπαλλάξας τῆς ἐπὶ τῇ παραβάσει, οὐκ ἀφῆκε διαπεσεῖν τὴν ἐπαγγελίαν. ὅταν οὖν λέγῃ “ διάκονον περιτομῆς, τοῦτο λέγει, ὅτι ἐλθὼν καὶ πάντα τὸν νόμον πληρώσας, καὶ περιτμηθεὶς, καὶ γενόμενος σπέρμα τοῦ Ἀβραὰμ, ἔλυσε τὴν κατάραν, ἔπαυσε τοῦ Θεοῦ τὴν ὀργὴν, ἐπιτηδείους λοιπὸν ἐποίησε τοὺς μέλλοντας δέχεσθαι τὴν ἐπαγγελίαν, ἅπαξ ἀπαλλαγέντας τοῦ προσκεκρουκέναι. ἵνα οὖν μὴ λέγωσιν οὗτοι οἱ ἐγκαλούμενοι, πῶς οὖν ὁ Χριστὸς περιετέμνετο, καὶ πάντα ἐφύλαττε τὸν νόμον; εἰς τοὐνατίον αὐτὸ περιτρέπει. οὐ γὰρ ἵνα μένῃ ὁ νόμος τοῦτο ἐποίησε, φησίν. ἀλλ’ ἵνα αὐτὸν λύσῃ, καὶ σὲ ἀπαλλάξῃ τῆς ἐκείνου κατάρας, καὶ ἐλευθερώσῃ καθόλου τῆς ἀρχῆς τῆς ἐκείνου. ἐπειδὴ γὰρ σὺ παρέβης τὸν νόμον, διὰ τοῦτο ἐκεῖνος ἐπλήρωσεν. οὐχ ἵνα σὺ πληρώσῃς, ἀλλ’ ἵνα σοὶ τὰς ἐπαγγελίας βεβαιώσῃ τὰς πρὸ; τοὺς πατέρας, ἃς ὁ νόμος διαπεσεῖν ἐποίει. δεικνύς σε προσκεκρουκότα· καὶ τῆς κληρονομίας ὄντα ἀνάξιον. ὥστε καὶ σὺ κατὰ χάριν ἐσώθης· καὶ γὰρ ἀποβεβλημένος ἦς.

Μὴ τοίνυν στασίαζε, μὴ δὲ φιλονείκει· ἀντεχόμενος ἀκαίρως τοῦ νόμου. ὃς καὶ τῆς ἐπαγγελίας ἐξέβαλεν ἃν, εἰ μὴ τισαῦτα ἔπαθεν ὑπὲρ σοῦ ὁ Χριστός. ἔπαθε δὲ ταῦτα, οὐκ ἐπειδὴ ἄξιος σὺ σωτηρίας ἦς, ἀλλ’ ὥστε ἀληθεῦσαι τὸν Θεόν. εἶτα ἵνα μὴ τοῦτο φυσήσῃ τὸν ἐξ ἐθνῶν, φησὶν, “ τὰ δὲ ἔθνη ὑπὲρ “ ἐλέους δοξάσαι τὸν Θεόν. ὃ δὲ λέγει, τοῦτό ἐστιν. οἱ μὲν ἐξ Ιουδαίων, κἂν ἐπαγγελίας εἶχον, εἰ καὶ ἀνάξιοι ἦσαν. σὺ δὲ οὐδὲ τοῦτο, ἀλλ’ ἀπὸ φιλανθρωπίας ἐσώθης μόνης. εἰ καὶ τὰ μάλιστα οὐδ’ ἐκείνοις τι πλέον ἐγένετο ἀπὸ τῆς ἐπαγγελίας, εἰ μὴ παρεγένετο Χριστός. ἀλλ’ ὅμως, ἵνα αὐτοὺς κεράσῃ, καὶ μὴ συγχωρήσῃ κατεξανίστασθαι τῶν ἀσθενῶν, μέμνηται τῶν ἐπαγγελιῶν. περὶ δὲ τούτων φησὶ ὅτι ἐλέῳ ἐσώθησαν μόνῳ. διὸ καὶ δίκαιοι ἃν εἶεν μάλιστα δοξάζειν τὸν Θεόν. δόξα δὲ Θεοῦ, τὸ συνῆφθαι, τὸ ἡνῶσθαι, τὸ ὁμοθυμαδὸν εὐφημεῖν, τὸ βαστάζειν τὸν ἀσθενέστερον, τὸ μὴ περιορᾶν ἀπορρηγνύμενον τὸ μέλος. εἶτα καὶ μαρτυρίας ἐπάγει ἐν αἷς δείκνυσιν, ὅτι δεῖ συῆφθαι τοὺς ἐξ Ἰουδαίων τοῖς ἐξ ἐθνῶν, καὶ δοξάζειν ὁμοῦ τὸν Θεόν. διὰ τούτων δὲ καὶ τὸν ἐξ

502
Ἰουδαίων καταστέλλει. ἵνα μὴ ἐπαίρηται κατὰ τούτου· τῶν προφητῶν πάντων τούτους καλούντων, καὶ τὸν ἐξ ἐθνῶν πείθει μετριάζειν, τῷ δεῖξαι πλείονος ὑπεύθυνον ὄντα χάριτος.

Θεοδωρήτου. Ἐπειδὴ γὰρ οἱ ἐξ Ἰουδαίων πεπιστευκότες, καὶ τοῦ Κυρίου τὴν περιτομὴν προεβάλλοντο, λέγοντες καὶ αὐτὸν τὴν κατὰ νόμον ἀσπάσασθαι πολιτείαν, προὔργου νενόμικεν ὁ θεῖος Ἀπόστολος καὶ περὶ τούτου τὰ προσήκοντα γράψαι, λέγων, ὡς ὑπέσχετο τῷ Ἁβραὰμ ὁ τῶν ὅλων Θεὸς ἐν τῷ σπέρματι αὐτοῦ εὐλογήσειν τὰ ἔθνη. ἐδέξατο δὲ καὶ αὐτὸς ὁ πατριάρχης καὶ πᾶν τὸ ἐκείνου γένος, τῆς περιτομῆς τὸ σημεῖον. ἔδει τοίνυν καὶ τὸν ἐκείνου σπέρμα κατὰ σάρκα προσαγορευόιαενον, καὶ τοῖς ἔθνεσι τὴν εὐλογίαν πηγάζοντα, ἔχειν τὸ σημεῖον τῆς συγγενείας. ἵνα δειχθῇ σαφῶς ἡ τῆς θείας ἐπαγγελίας ἀλήθεια, καὶ τὰ ἔθνη τὴν χάριν δεξάμενα, ὑμνήσῃ τῆς φιλανθρωπίας τὸν χορηγόν.

Κυρίλλου. Ἐπειδὴ οὖν τοῖς Ἰουδαίων πατράσι προεπήγγελται Θεὸς, ὅτι εὐλογήσει τὸ ἐξ αὐτῶν ἐσόμενον σπέρμα, καὶ θήσει ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, ταύτῃ τοι πέφηνεν ἐν σαρκὶ, καὶ γέγονεν ἄνθρωπος, Θεὸς ὑπάρχων ὁ Λόγος. ἦλθε δὲ εἰς τόνδε τὸν κόσμον μετὰ σαρκός. πλὴν οὐ διακονηθῆναι, καθὰ φησὶν αὐτὸς, ἀλλὰ διακονῆσαι· ὡμολόγει γε μὴν ἀφῖχθαι σαφῶς, ἵνα πληρώσῃ τῷ Ἰσραὴλ τὴν ὑπόσχεσιν. ἔφασκε γὰρ “ οὐκ ἀπεστάλην, εἰ μὴ “ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἵκου Ἰσραήλ.” οὐκοῦν οὐ ψευδοεπήσει λέγων ὁ Παῦλος, διάκονον αὐτὸν γεγενῆσθαι περιτομῆς, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων· τεθεῖσθαι τε πρὸς τούτῳ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ εἰς ἔλεον τοῖς ἐξ ἐθνῶν, ἵνα καὶ αὐτοὶ δοξάσειαν, ὡς τῶν ὅλων γενεσιουργὸν καὶ τεχνίτην, τὸν σωτῆρα τὲ καὶ λυτρωτήν.

Δυνατὸν δὲ τὸ, διάκονον γεγενῆσθαι περιτομῆς, καὶ ἀντὶ τοῦ, διάκονον τῶν Ἰουδαίων νοῆσαι, τουτέστιν ὑπὲρ τοῦ, τοὺς Ἰουδαίους ἐντὸς γενέσθαι τῶν ἐπαγγελιῶν. ἵνα καὶ ὁ ταύτας ἐπαγγειλάμενος Πατὴρ ἀληθεύῃ.