Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Χρυσοστόμου. Πάλιν ἐπὶ εὐχὴν κατακλείει τὸν λόγον, λέγων,
Θεοδωρήτου. Διὰ τοῦτο δὲ Θεὸν ἐλπίδος τὸν Θεὸν προσαγορεύει, ὡς ἄνωθεν μὲν δεδωκότα τοῖς ἔθνεσι τὴν ἐλπίδα τῆς εὐλογίας, τοῖς ἔργοις δὲ, τὴν ὑπόσχεσιν βεβαιώσαντα. τοῦτο δὲ τῶν ἐλπιζομένων ἔστιν ἐνέχυρον ἀγαθῶν. ὁ γὰρ ἐκεῖνα ὑποσχόμενος, εἶτα πληρώσας, πληρώσει πάντως καὶ ἃ νῦν ἡμῖν ἐπηγγείλατο. κελεύει δὲ ἡμᾶς οὐ μόνον ἐλπίζειν, ἀλλὰ καὶ περισσεύειν ἐν τῇ ἐλπίδι. τουτέστιν, εἰλικρινῶς ἐλπίζειν, καὶ νομίζειν ὁρᾶν τὰ ἐλπιζόμενα ἀγαθά. τοῦτο δὲ ἔφη παρέχειν τὴν τοῦ Πνεύματος χάριν.
Πέπεισμαι δὲ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ ἐστὲ μεστοὶ ἀγαθωσύνης, πεπληρωμένοι πάσης γνώσεως, δυνάμενοι καὶ ἄλλους νουθετεῖν.
Ὁ δὲ Θεὸς τῆς εἰρήνης πληρῶσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ἐν τῇ ἐλπίδι, ἐν δυνάμει Πνεύματος Ἁγίου.