Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως, δώῃ ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις, κατὰ Χριστὸν Ἰησοῦν, ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Χρυσοστόμου. Πάλιν εἰς εὐχὴν τρέπει τὸν λόγον. ἐπειδὴ γὰρ εἶπε τὰ παρ’ ἑαυτοῦ, καὶ τὰ ὑποδείγματα τέθεικε τοῦ Χριστοῦ, καὶ τὴν ἀπὸ τῶν γραφῶν προσέθηκε μαρτυρίαν· δεικνὺς ὅτι μετὰ τῶν γραφῶν, καὶ αὐτὸς πάλιν δίδωσι τὴν ὑπομονήν. “ ὁ Θεὸς,” φησὶ, “ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως, δώῃ ὑμῖν ἐν ἀλλή- “ λοις τὸ αὐτὸ φρονεῖν κατὰ Χριστὸν Ἰησοῦν. τοῦτο γάρ ἐστιν ἀγάπης. ἴνα ὃ πέρι ἑαυτοῦ τίς φρονῇ, τοῦτο καὶ πέρι τοῦ ἄλλοι εἶτα πάλιν δεικνὺς ὅτι οὐχ ἁπλῶς ἀγάπην ζητεῖ, ἐπήγαγε, “ κατὰ “ Χριστὸν Ιησοῦν.” ἐπειδὴ ἔστι καὶ ἕτερα ἀγάπη. καὶ τι τὸ κέρδος τῆς συμφωνίας, “ ἵνα ὁμοθυμαδὸν,” φησὶν, “ ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.” οὐκ εἶπεν ἁπλῶς “ ἐν ἑνὶ στόματι,” ἀλλὰ καὶ μιᾷ ψυχῇ.

Τοῦ θεολόγου ἐκ τοῦ περὶ γἱοῦ δευτέρου λογου. Πλὴν ὅταν ἀκούσῃς, ὁ Θεὸς τοῦ σώζειν, ἣ ἐκδικήσεων, ἣ εἰρήνης, ἣ δικαιοσύνης ἣ τῶν τοιούτων· ἣ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ,

499
καὶ παντὸς Ἰσραὴλ, τοῦ πνευματικοῦ καὶ ὁρῶντος Θεὸν, ταῦτα τῆς οἰκονομίας εἶναι ἡγοῦ. ἐπειδὴ γὰρ τρισὶ τούτοις διοικούμεθα, δέει τὲ τιμωρίας καὶ σωτηρίας ἐλπίδι, πρὸς δὲ, καὶ δόξης, καὶ ἀσκήσει τῶν ἀρετῶν, ἐξ ὧν ταῦτα, τὸ μὲν τῶν ἐκδικήσεων ὄνομα, οἰκονομεῖ τὸν φόβον· τὸ δὲ τῶν σωτηριῶν, τὴν ἐλπίδα· τὸ δὲ τῶν ἀρετῶν, τὴν ἄσκησιν. ἱν ὡς τὸν Θεὸν ἐν ἑαυτῷ φέρων, ὁ τούτων τι κατορθῶν, μᾶλλον ἐπείγηται πρὸς τὸ τέλειον καὶ τὴν ἐξ ἀρετῶν οἰκείωσιν.