Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Γενναδίου. Θεὸν δὲ ὑπομονῆς καὶ παρακλήσεως λέγει, τὸν τὴν ὑπομονὴν καὶ παράκλησιν χαριζόμενον. ὡς καὶ Θεὸν ἐλέους, καὶ Θεὸν οἰκτιρμῶν. τὸ δὲ, “ δώῃ ὑμῖν τὸ αὐτὸ φρονεῖν κατὰ “ Χριστὸν Ἰησοῦν,” ἀντὶ τοῦ, μηκέτι κατὰ τὰ παλαιὰ τῶν πατέρων ὑμῶν ἔθη διαιρουμένους, ἀλλ’ ἑνουμένους κατὰ τὸν οὐράνιον ἄνθρωπον. τὸ δὲ, “ τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ “ Χριστοῦ,” ἵνα εἴπῃ τὸν Θεόν. ὃς ὅτιπερ εἰς υἱοθεσίαν ἡμᾶς προσεκαλέσατο, διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἐπιστώσατο περὶ τὸν Υἱὸν αὐτοῦ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, πρῶτον τοῦτο διοικησάμενος. τὸ μέντοι δώῃ ὑμῖν ὁ Θεὸς, ἵνα ὁμοθυμαδὸν δοξάζητε τὸν Θεὸν, οὐ περὶ ἄλλου καὶ ἄλλου σημαίνων ἔφη Θεοῦ πολλαπλῶς, ἀλλ’ ἐν τῷ δευτέρῳ πάλιν ἀντὶ τῆς ἀντωνυμίας τὸ αὐτὸ τέθεικεν ὄνομα. ἦν δ’ ἃν σαφέστερον οὕτω λεχθέν· δώῃ ὑμῖν ὁ Θεὸς τὸ αὐτὸ φρονεῖν, ἵνα ὁμοθυμαδὸν δοξάζητε αὐτόν. νῦν δὲ ἀντὶ τοῦ, αὐτὸν, τέθεικε τὸν Θεόν· ὅπερ ἰδίωμα τῆς γραφῆς. ὡς τὸ, “ ἔβρεξε Κύριος παρὰ Κυρίου.” τουτέστι, παρ’ ἑαυτοῦ. καὶ τὸ, δώῃ αὐτῷ Κύριος εὑρεῖν ἔλεον παρὰ Κυρίου. καὶ τὸ, “ ἡ δικαιοσύνη “ σου ὡς ὄρη Θεοῦ.” καὶ ὅσα τοιαῦτα.

Θεοδωρήτου. Ἡμῶν γεμὴν Θεὸν, ἐκάλεσε τὸν Θεόν τοῦ δὲ Κυρίου Ἰησοῦ τὸν Πατέρα.