Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ ἐλθεῖν πρὸς ὑμᾶς. Χρυσοστόμου. Ὁμοίως τῷ προοιμίῳ τὸ τέλος ὑφαίνει. καὶ

509
γὰρ καὶ τῆς Ἐπιστολῆς ἀρχόμενος ἔλεγε, “ πολλάκις προεθέμην “ ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθη ἄχρι τοῦ δεῦρο.” ἐνταῦθα δὲ καὶ τὴν αἰτίαν τίθησι δι’ ἣν ἐκωλύθη. καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ πολλάκις. ὥσπερ γὰρ ἐκεῖ φησὶν, “ πολλάκις προεθέμην “ ἐλθεῖν πρὸς ὑμᾶς,” οὕτω καὶ ἐνταῦθα, “ ἐνεκοπτόμην τὰ πολλὰ “ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς.” ὅπερ μάλιστα τὴν ἐπιθυμίαν αὐτοῦ δείκνυσι, τὸ πολλάκις ἐπιχειρεῖν.

Θεοδώρου. Τῇ μὲν ἀρχαιότητι τοῦ χρόνου, τὸν περὶ αὐτοὺς πόθον ἐπεδείξατο. τῇ δὲ εἰς ἄλλους ἀσχολίᾳ, ὑπὲρ τῆς βραδυτῆτος ἀπελογήσατο. διὰ δὲ τοῦτο αὐτοὺς τῶν ἄλλων οὐ προέκρινε τῶν ἐγγύτερον, ὅτι αὐτοὶ καὶ ὑπὸ Πέτρου ἦσαν κατηχηθέντες, καὶ μόνον ἐδέοντο μαθεῖν τὰ περὶ τῆς ἐναρέτου πολιτείας, καὶ ὅτι πόρρω ῳκουν.

Νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς, ἀπὸ πολλῶν ἐτῶν, ὡς ἐὰν πορεύωμαι εἰς τὴν Σπανίαν, ἐλεύσομαι πρὸς ὑμᾶς. ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς, καὶ ἀφ’ ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ.