Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Οὕτω δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι ὅπου οὐκ ὠνομάσθη Χριστὸς, ἵνα μὴ ἐπ’ ἀλλότριον θεμέλιον οἰκοδομῶ·ἀλλὰ καθὼς γέγραπται, οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται· καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσιν.

Χρυσοστόμου. Ἰδοὺ πάλιν ἑτέρα ὑπερβολή. ὅτι οὐ μόνον εὐηγγελίσατο καὶ ἔπεισεν, ἀλλ’ ὅτι οὐδὲ πρὸς μεμαθηκότας ἀπῆλθε. τοσοῦτον ἀπεῖχε τοῦ ἐπιρρίπτειν ἑαυτὸν ἀλλοτρίοις μαθηταῖς, καὶ δόξης ἕνεκεν τοῦτο ποιεῖν, ὅτι καὶ ἐσπούδαζε τοὺς μὴ ἀκηκοότας διδάσκειν. οὐδὲ γὰρ εἶπεν ὅπου οὐκ ἐπείσθησαν, ἀλλ’ ὅπου οὐδὲ ὠνομάσθη Χριστός. ὃ πλέον ἐστί καὶ τίνος ἕνεκεν τοιαῦτα ἐφιλοτιμεῖτο; “ ἵνα μὴ ἐπ’ ἀλλότριον θεμέλιον οἰκοδομῶ,” φησίν. ταῦτα δὲ λέγων, δείκνυσιν ἑαυτὸν ἀλλότριον ὄντα κενοδοξίας, καὶ παιδεύων αὐτοὺς ὅτι οὐκ ἀπὸ τοῦ δόξης ἐρᾶν καὶ τῆς παρ’ αὐτῶν τιμῆς ἐπὶ τὸ γράψαι ἦλθεν. ἀλλ’ ὡς διακονίαν πληρῶν, ὡς ἰερουργίαν ἀπαρτίζων, ὡς τῆς σωτηρίας αὐτῶν ἐφῶν. ἀλλότριον δὲ τὸν τῶν Ἀποστόλων φησὶν, οὐ κατὰ τὴν τοῦ κηρύγματος φύσιν, ἀλλὰ κατὰ τὸν τοῦ μισθοῦ λόγον, ἐπεὶ τὰ κηρύγματα, οὐκ ἀλλότρια ἦν, ἀλλ’ ὅσον εἰς μισθὸν, ἀλλότριον. ὁ γὰρ τῶν ἑτέροις πεπονημένων μισθὸς, τούτου ἀλλότριος ἦν. εἶτα δείκνυσιν οὕτω καὶ προφητείαν πληρουμένην λέγων, “ καθὼς γέγραπται, οἷς οὐκ “ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσου- “ σιν” ὁρᾷς ἐπιτρέχοντα ὅπου πλείων ὁ πόνος, ὅπου μείζων ὁ ἱδρώς;

Θεοδύρου Μονάκου. τοῦτο δὲ ἐποίει, οὐχ ὡς αἰσχυνόμενος τῶν λοιπῶν Ἀποστόλων τὴν κοινωνίαν, ἀλλ’ ὡς πλεονεκτικὸν καὶ ἄδικον κρίνων ἀλλοτρίων ἔργων ὑφαρπάζειν δόξαν.