Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Μῆ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν. οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ χαρὰ καὶ εἰρήνη ἐν Πνεύματι Ἁγίῳ. ὁ γὰρ ἐν τούτοις δουλεύων τῷ Χριστῷ, εὐάρεστος τῷ Θεῷ, καὶ δόκιμος τοῖς ἀνθρώποις.

Κυρίλλου. Μῆ κατεπαιρέσθω τῶν ἀσθενῶν, ἡ τῶν εὐδοκιμούντων λαμπρότης. μήτε τὸ ἀγαθὸν ὑμῶν, τουτέστι τὸ ἀξιάγαστον εἰς πίστιν βλασφημείσθω πρός τινος. οὐ γὰρ τῆς θεαρέστου πολιτείας τὰ κατορθώματα διὰ βρώσεως γένοιτο. οὔτε ὡς θεοσεβὴς

483
ὁ τοιοῦτος τῆς τῶν οὐρανῶν βασιλείας ἄξιος, εἰ ἀδιακρίτως ἐσθίει τὰ παρατιθέμενα. ἀλλ’ ὁ συγκαταβαίνων τῇ τῶν ἀσθενῶν ἀδελφῶν ἀσθενείᾳ, καὶ ἀπεχόμενος. καὶ γὰρ εἰ καὶ ἐμέμψατο τῷ Πέτρῳ ὡς Ἰουδαϊκῶς ζήσαντι διὰ τοὺς ἐλθόντας εἰς Ἀντιόχειαν ἀπὸ Ἰακώβου, οὐ διὰ τοῦτο ἐμέμψατο ὅτι συγκατέβη τῇ ἀσθενείᾳ τῶν ἐκ περιτομῆς, καὶ ἀπείχετο βρωμάτων, ἀλλ’ ὅτι πολλοὺς ὄντας τοὺς ἐξ ἐθνῶν παρέσυρε, τῷ ἀξιοπίστῳ τοῦ προσώπου ἑαυτοῦ, εἰς τὸ νομίσαι ὅτι χρὴ κατὰ νόμον ζῆν, καὶ εἰς οὐδὲν αὐτῷ τὸ κήρυγμα χωρεῖν ἐκινδύνευεν. ἦν γὰρ ἐθνῶν διδάσκαλος.

Χρυσοστόμου. Ἀγαθὸν δὲ ἐνταῦθα, ἣ τὴν πίστιν φησὶν, ἣ τὴν μέλλουσαν ἐλπίδα τῶν ἐπάθλων, ἣ τὴν ἀπηρτισμένην εὐσέβειαν. οὐ γὰρ μόνον, φησὶν, τὸν ἀδελφὸν οὐκ ὠφελεῖς, ἀλλὰ καὶ αὐτὸ τὸ δόγμα καὶ τὴν χάριν τοῦ Θεοῦ καὶ τὴν δωρεὰν, βλασφηκεῖσθαι ποιεῖς. ὅταν γὰρ μάχῃ, ὅταν λυπῇς, ὅταν σχίζῃς τὴν ἐκκλησίαν, καὶ λοιδορεῖς τὸν ἀδελφὸν, βλασφημοῦσιν οἱ ἔξωθεν. ὥστε οὐδὲν ἐντεῦθεν κατορθοῦται μόνον, ἀλλὰ καὶ τοὐναντίον ἅπαν. τὸ γὰρ ἀγαθὸν ὑμῶν, ἡ ἀγάπη, ἡ φιλαδελφία, τὸ μετ’ εἰρήνης ζῇν. εἰτα πάλιν ἐκλύων αὐτοῦ τὸν φόβον, καὶ τὴν ἐκείνου φιλονεικίαν, φησὶν, “ οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ “ πόσις.” μὴ γὰρ, ἀπὸ τούτων εὐδοκιμῆσαι ἔχομεν. καὶ οὐδὲ κατασκευῆς δεῖται, ἀλλὰ ἀρκεῖται τῇ ἀποφάσει. ὃ δὲ λέγει, τοῦτό ἐστι. μὴ γὰρ, ἐὰν φάγῃς, τοῦτό σε εἰς βασιλείαν ἄγει. διὸ καὶ διασύρων αὐτοὺς ὡς μέγα ἐπὶ τούτῳ φρονοῦντας, οὐχὶ βρῶσιν εἶπε μόνον, ἀλλὰ καὶ πόσιν. τίνα οὖν ἐστι τὰ εἰσάγοντα; δικαιοσύνη, καὶ εἰρήνη, καὶ χαρὰ, ὁ ἐνάρετος βίος, ἡ πρὸς τὸν ἀδελφὸν εἰρήνη, ᾗ ἐναντιοῦται αὕτη ἡ φιλονεικία· ἡ ἐκ τῆς ὁμονοίας χαρὰ, ἣν ἀναιρεῖ αὕτη ἡ ἐπίπληξις. ταῦτα δὲ οὐχὶ θατέρῳ μόνον, ἀλλ’ ἑκατέροις ἔλεγε. καὶ γὰρ πρὸς ἑκατέρους εἰρῆσθαι καιρὸν εἶχεν. εἶτα ἐπειδὴ εἶπεν εἰρήνην καὶ χαρὰν, ἔστι δὲ εἰρήνη καὶ χαρὰ καὶ ἐπὶ πονηρῶν πραγμάτων, ἐπήγαγεν, “ ἐν Πνεύματι “ Ἁγίῳ.” εἶτα, ἐπειδὴ καὶ ἀπὸ κενοδοξίας ἠρέμα τοῦτο ἐγίνετο τὸ ἐπιτιμᾶν, ἐπάγει, “ ὁ γὰρ ἐν τούτοις δουλεύων τῷ Χριστῷ, “ εὐάρεστος τῷ Θεῷ καὶ εὐδόκιμος τοῖς ἀνθρώποις.” οὐ γὰρ οὕτω σε θαυμάσονται τῆς τελειότητος, ὡς τῆς εἰρήνης καὶ τῆς ὁμονοίας

484
ἅπαντες, τούτου μὲν γὰρ τοῦ καλοῦ, πάντες ἀπολαύσονται· ἐκείνου δὲ, οὐδὲ εἷς.

Θεοδωρήτου. Ἐπισημήνασθαι μέντοι προσήκει ὡς τὸ δουλεύειν τῷ Χριστῷ, εὐάρεστον εἶπεν εἶπεν τῷ τῶν ὅλων Θεῷ. εἰ δὲ τὸ δουλεύειν τῷ Χριστῷ, εὐάρεστον τῷ Θεῷ, οὐκοῦν καὶ τὸ βλασφημεῖν τὸν Χριστὸν, καὶ σμικρήνειν αὐτοῦ τὴν ἀξίαν ἐπιχειρεῖν, ἀπαρέσκον τῷ τῶν ὅλων Θεῷ.