Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν.

Θεοδώρητου. Πάλιν ἐπιμέμφεται τοῖς ἐξ ἐθνῶν, μὴ φέρουσι τὴν Ἰουδαίων ἀσθένειαν. καὶ αὔξει τὸ ἔγκλημα τῆς ἀγάπης, γυμνώσας τὸν ἐκεῖνα μετιόντα. εἶτα μειζόνως δείκνυσι τὴν ἀτοπίαν, ὑπὲρ οὗ, λέγων, τὸν θάνατον ὁ δεσπότης Χριστὸς κατεδέξατο. σὺ δὲ οὐ βούλει τῇ τῆς βρώσεως ἀποχῇ ζωὴν αὐτῷ πραγματεύσασθαι; ἀλλὰ τῇ μεταλήψει τεκταίνεις τὸν θάνατον;

Χρυσοστόμου. Εἶδες πῶς τέως ᾠκειώσατο τὸν Ἰουδαίζοντα; δείξας ὅτι τοσοῦτον αὐτοῦ πεποίηται λόγον, ὡς ὑπὲρ τοῦ μὴ λυπῆσαι αὐτὸν, μὴ δὲ ἐπιτάξαι τέως τολμᾶν τὰ σφόδρα ἀναγκαῖα· οἷον τὸ μὴ βδελύττεσθαι τὰ βρώματα, ἀλλὰ τῇ συγχωρήσει μᾶλλον αὐτὸν ἐφέλκεσθαι καὶ τῇ ἀγάπῃ. οὐδὲ γὰρ μετὰ τὸ λῦσαι τὸν φόβον, καὶ καθαρὰ πάντα εἰπεῖν, ἕλκει καὶ βιάζεται,

482
ἀλλ’ ἀφίησιν αὐτὸν ἑαυτοῦ κύριον. οὐ γάρ ἐστιν ἰσον βρώματος ἀπαγαγεῖν, καὶ λύπῃ περιβαλεῖν. ὁρᾷς πόσην σπουδὴν ποιεῖται τῆς ἀγάπης; οἰδε γὰρ ὅτι πάντα αὕτη κατορθῶσαι δύναται. διὸ καὶ μεῖζόν τι ἐνταῦθα παρ’ αὐτῶν ἀπαιτεῖ. οὐ γὰρ μόνον, φησὶ, αὐτοὺς οὐ χρὴ πρὸς ἀνάγκην ἀπαγαγεῖν, ἀλλ’ εἰ δεῖ καὶ συγκαταβαίνειν, μὴ δὲ τοῦτο ὀκνεῖν. διὸ καὶ ἐπάγει λέγων, “ μὴ τῷ “ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν.” ἢ οὐδὲ τοσούτου ἄξιον εἶναι ἡγῇ τὸν ἀδελφὸν, ὡς μὴ δὲ ἀποχῇ βρωμάτων ὠνήσασθαι αὐτοῦ τὴν σωτηρίαν; καὶ ὁ μὲν Χριστὸς οὐδὲ δοῦλος γενέσθαι, οὐδὲ ἀποθανεῖν παρῃτήσατο δι’ αὐτόν· σὺ δὲ οὐδὲ βρωμάτων καταφρονεῖς, ἵνα αὐτὸν διασώσῃς.

Γενναδίου. Θαυμασιώτατα τοίνυν τὸ πρᾶγμα διέβαλε. πρῶτον μὲν, τῷ εὐτελεῖ τῆς προφάσεως, “ διὰ βρῶμα,” εἰπών. εἶτα, τῷ προσώπῳ περὶ ὃ τὸ ἁμάρτημα, “ ὁ ἀδελφός σου” φήσας· εἶτα, τῷ τοῦ πλημμελήματος ἀποτελέσματι· ἀπώλειαν ἄντικρυς αὐτὸ προσειπών. τέταρτον, τῷ, εἰς ὃν ἡ ἀναγωγὴ τοῦ τολμήματος. “ ὑπὲρ οὗ,” φησὶν, “ Χριστὸς ἑκουσίως ἀπέθανε.” πέμπτον, ὅτι βλασφημεῖσθαι ποιεῖ τὴν εὐσέβειαν. ἕκτον, ὅτι οὐχ ὑπὲρ τούτων ἢ τοιούτων ἀπολαύσεως, τῇ Χριστοῦ πίστει προσεληλύθαμεν· ἀλλ’ ἐπὶ μετουσίᾳ δικαιοσύνης, τουτέστιν, ἀναμαρτησίας, καὶ εἰρήνης καὶ χαρᾶς. ἐκ γὰρ τῆς ἁμαρτίας ἢ πρόσκρουσις· ἐκ δὲ τῆς προσκρούσεως, ἡ τῆς λύπης κατάκρισις. ἀρθείσης οὖν τῆς ἁμαρτίας, καὶ τὰ ἐκ ταύτης ἐξήρηται. ἀντεισαχθείσης δὲ τῆς δικαιοσύνης, εἰκότως εἰρήνῃ καὶ χαρὰ συνεισήχθη. τὸ δὲ “ ἐν “ Πνεύματι Ἁγίῳ,” τὸν αἴτιον τῶν τοσούτων δηλοῖ ἀγαθῶν.