Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀγαπᾶν ἀλλήλους.

Τοῦ Χρυσολόγου. Πάλιν ἐπὶ τὴν μητέρα τῶν ἀγαθῶν καταφεύγει, τὸν διδάσκαλον τῶν εἰρημένων, καὶ ποιητικὴν ἀρετῆς ἁπάσης. καὶ φησιν, καὶ αὐτὴν ὄφλημα εἶναι. οὐ μὴν τοιοῦτον, οἷον τὸν φόρον, οἷον τὸ τέλος, ἀλλὰ διηνεκές. οὐδέ ποτε γὰρ αὐτὴν βούλεται ἀποδίδοσθαι· μᾶλλον δὲ ἀποδίδοσθαι μὲν ἀεὶ βούλεται, οὐ μὴν πληροῦσθαι, ἀλλ’ ἀεὶ ὀφείλεσθαι.

Θεοδωρήτου. Προσήκει μὲν γὰρ πρὸ τῶν ἄλλων ἀποδιδόναι

465
τῆς ἀγάπης τὸ χρέος. αὔξειν δὲ αὐτὸ τῇ ἐκτίσει. ἡ γὰρ ἀπόδοσις πολυπλασιάζει τὸ χρέος· θερμοτέραν τὴν ἀγάπην ποιοῦσα.

Ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκε. τὸ γὰρ, οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυτήσεις, καὶ εἴ τις ἑτέρα ἐντολὴ, ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτὸν.

Χρυσοστόμου. Μῆ γάρ τοι, φησὶν, μὴ δὲ τοῦτο χάριν εἶναι νόμιζε· καὶ γὰρ τοῦτο ὀφειλή. ὀφείλεις γὰρ τῷ ἀδελφῷ τὴν ἀγάπην, διὰ τὴν συγγένειαν τὴν πνευματικήν. οὐ ταύτῃ δὲ μόνον, ἀλλ’ ὅτι καὶ μέλη ἐσμὲν ἀλλήλων. κἂν αὕτη ἡμᾶς ἐπιλίπῃ, τὸ πᾶν διεσπάσθη. φίλει τοίνυν τὸν ἀδελφόν. ἐκ γὰρ τῆς φιλίας αὐτοῦ τοσαῦτα κερδαίνεις, ὡς τὸν νόμον ἅπαντα πληροῦν. οὐκ εἶπε δὲ ἀναπληροῦται ἁπλῶς ἐν τούτῳ, ἀλλ’ “ ἀνακεφαλαιοῦται.” συντόμως δηλονότι καὶ ἐν βραχεῖ τὸ πᾶν ἀπαρτίζεται τῶν ἐντολῶν ἔργον. καὶ γὰρ ἀρχὴ καὶ τέλος τῆς ἀρετῆς, ἡ ἀγάπη. καὶ οὐχ ἁπλῶς ἀγάπην ζητεῖ, ἀλλὰ τὴν ἐπιτεταμένην. οὐ γὰρ ἁπλῶς εἶπεν “ ἀγαπήσεις τὸν πλησίον,” ἀλλ’ “ ὡς σεαυτόν.”