Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ἀπόδοτε οὖν πᾶσι τὰς ὀφειλάς· τῷ τὸν φόρον, τὸν φόρον· τῷ τὸ τέλος, τὸ τέλος· τῷ τὸν φόβον, τὸν φό- βον· τῷ τὴν τιμὴν, τὴν τιμήν.

Χρυσοστομου. Ἔτι τῶν αὐτῶν ἔχεται. οὐ χρήματα μόνον κελεύων αὐτοῖς τελεῖν, ἀλλὰ καὶ τιμὴν καὶ φόβον. καὶ πῶς ἀνωτέρω λέγων, “θέλεις μὴ φοβεῖσθαι τὴν ἐξουσίαν· τὸ ἀγαθὸν ποίει ἐνταῦθα λέγει, ἀπόδοτε τὸν φόβον ; τὴν ἐπιτετα- μένην λέγων τιμὴν, οὐ τὸν ἐκ πονηροῦ συνειδότος φόβον, ὃν ἀνω- τέρω ᾐνίξατο. καὶ οὐδὲ εἶπε δότε, ἀλλὰ *’ ἀπόδοτε.” οὐδὲ γὰρ χαρίζῃ τοῦτο ποιῶν. ὀφειλὴ γάρ ἐστι τὸ πρᾶγμα. κἂν μὴ πράτ-

464
τῆς αὐτὸ, ἀγνώμονος ὑποστήσῃ δίκην. μὴ δὴ νομίσῃς ἐξευτελίζεσθαι καὶ παραβλάπτεσθαι, πρὸς τὸ τῆς οἰκείας φιλοσοφίας ἀξίωμα, ἐὰν ἄρχοντος παριόντος ὑπαναστῇς. εἰ γὰρ Ἑλλήνων ὄντων τότε τῶν ἀρχόντων, ταῦτα ἐνομοθέτησε, πολλῷ μᾶλλον νῦν ἐπὶ τῶν πιστῶν τοῦτο γίνεσθαι χρή. εἰ δὲ λέγεις ὅτι σὺ μείζονα ἐμπεπίστευσαι, μάθε ὅτι οὐκ ἔστι σοῦ νῦν ὁ καιρός. ξένος γὰρ εἶ καὶ παρεπίδημος. ἔσται δὲ καιρὸς, ὅτε λαμπρότερος πάντων φανήσῃ.

Γεμμαδόπυ. Ἔστι δὲ ὁ φόρος καὶ τὸ τέλος, ταὐτόν. ἀμέλει φόρους ἐν τῷ πρὸ τούτου ῥητῷ τελεῖν ἔφησε. “ διὰ τοῦτο γὰρ “ καὶ φόρους τελεῖτε,” νῦν δὲ αὐτὸ διεῖλεν. ἣ τοῦτο βουλόμενος εἰπεῖν, ὅτι εἴτε φόρον, εἴτε τέλος τὸ τοιοῦτον τίς ἐθέλοι καλεῖν, ὑμῖν γε αὐτὸ προσῆκον ἐκτιννύναι. ἣ τὸ μὲν, ἔφησε, δηλῶν τὴν εἰς τὸν δημόσιον τῶν χρημάτων συντέλειαν· τὸ δὲ, τὰς ἰδικὰς τοῖς κεκτημένοις προσόδους. “ τῷ τὸν φόβον, τὸν φόβον.’ οἷον, τοῖς ἐν ἀρχαῖς. “ τῷ τὴν τιμὴν, τὴν τιμήν.” οἷον, τοῖς φίλοις. καὶ ὅλως τοῖς πλησίον.

Θεοδψρήτου. Ἤ φόρον καλεῖ τὴν ὑπὲρ τῆς γῆς εἰσφοράν· τέλος δὲ, τὴν ὑπὲρ ἐμπορίας συντέλειαν. ὀφλήματα δὲ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὸν φόβον καὶ τὴν τιμὴν ὀνομάζει. ταῦτα γὰρ τοῖς ἄρχουσι παρὰ τῶν ἀρχομένων ὀφείλεται.

Ἰσιδώρου. Ἀποδοτέον οὖν, ὦ ἐλλογιμώτατε, καὶ τῷ τῆς τιμῆς ἀξίῳ, τὴν τιμήν. οὐ θωπείαν δουλοπρεπῆ ἐπιδεικνύμενον, οὐδὲ τὴν ἐκείνων εὐμένειαν θηρώμενον· δέος γὰρ εἰς εὐτέλειαν διὰ ταῦτα ἐκπεσεῖν, καί τινα κολακείαν βωμολόχον ἐξασκήσαντα καταισχύνειν ἑαυτόν. ἀλλὰ σὺν κόσμῳ προσήκοντι τὸ πρέπον ἀπονεμητέον. οἷόν τε γὰρ μετὰ τοῦ προσήκοντος τὸ χρέος ἀποδοθῆναι.