Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως νπεριπατήσωμεν μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ· ἀλλ’ ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖτε εἰς ἐπιθυμιαν.

Τοῦ Χρυσορήμονοσ. Εἰπὼν ὅτι ἡ ἡμέρα ἤγγικεν, οὐδὲ ἐγγὺς εἶναι αὐτὴν ἀφίησιν, ἀλλ’ ἤδη αὐτὴν ἐφίστησι. καὶ ἀφ’ ὧν μάλιστα οἱ πολλοὶ προτρέπονται, ἀπὸ τούτων αὐτοὺς ἐφέλκεται, τῆς εὐσχημοσύνης. πολὺς γὰρ αὐτοῖς τῆς παρὰ τῶν πολλῶν δόξης ὁ λόγος. καὶ οὐκ εἶπε περιπατεῖτε, ἀλλὰ “ περιπατήσωμεν.” ἀνεπαχθῆ ποιῶν τὴν παραίνεσιν, καὶ κούφην τὴν ἐπίπληξιν. εἰπὼν δὲ “ μὴ κώμοις καὶ μέθαις,” οὐ τὸ πίνειν κωλύει, ἀλλὰ τὸ ἀμέτρως. οὐ τὸ ἀπολαύειν οἴνου, ἀλλὰ τὸ μετὰ ἀμετρίας καὶ παροινίας. ὥσπερ καὶ ἐν τῷ, “ μὴ κοίταις καὶ ἀσελγείαις” εἰπεῖν, οὐ τὸ μίγνυσθαι νομίμοις γυναιξὶν ἀναιρεῖ, ἀλλὰ τὸ πορνεύειν.