Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός.

Χρυσοστόμου. Οὐκοῦν εἰ αὕτη μὲν τελευτᾷ, ἐκείνη δὲ πλησιάζει, τὰ ἐκείνης πράττωμεν λοιπὸν, μὴ ταύτης. καὶ γὰρ καὶ ἐν τοῖς βιωτικοῖς τοῦτο γίνεται. καὶ ὅταν ἴδωμεν πρὸς ὄρθρον τὴν

467
νύκτα ἐπειγομένην, καὶ χελιδόνος ἀκούσωμεν ᾀδούσης, τὸν πλησίον ἕκαστος διεγείρομεν. ἀποδυσώμεθα οὖν τὰς φαντασίας. ἀπαλλαγῶμεν τῶν ὀνειράτων τοῦ παρόντος βίου. ἀποθώμεθα τὸν βαθὺν ὕπνον. ἐνδυσώμεθα ἀντὶ ἱματίων τὴν ἀρετήν. ταῦτα γὰρ ἅπαντα δηλῶν ἔλεγεν, “ ἀποθώμεθα τὰ ἔργα τοῦ σκότους, καὶ “ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός.” καὶ γὰρ πρὸς παράταξιν καὶ μάχην ἡ ἡμέρα ἡμᾶς καλεῖ. ἀλλὰ μὴ δείσῃς παράταξιν καὶ ὅπλα ἀκούσας. ἐπὶ μὲν γὰρ τῆς αἰσθητῆς παντευχίας, βαρὺ καὶ ἀπευκτὸν τὸ ὁπλίζεσθαι. ἐνταῦθα δὲ, ποθεινὸν καὶ εὐχῆς ἄξιον. φωτὸς γάρ ἐστι τὰ ὅπλα. διὸ καὶ τῆς ἀκτῖνος λαμπρότερόν σε ἀποφαίνει, πολλὴν ἀφιέντα τὴν ἀστραπὴν, καὶ ἐν ἀσφαλείᾳ σε καθίστησιν. ὅπλα γάρ ἐστι, καὶ καταλάμπεσθαι ποιεῖ. φωτὸς γάρ ἐστιν ὅπλα.

Τοῦ Αυτοῦ Ἐκ Των Κατα Ἰωάννην. Διατί δὲ ὁ μὲν Χριστὸς, νύκτα τὸν μέλλοντα αἰῶνα ἐκάλεσεν, ἐν οἷς ἔφη, “ ἔρχεται “ νὺξ, ὅτε οὐκεὶς δύναται ἐργάζεσθαι·” ὁ δὲ Παῦλος ἡμέραν, λέγων· “ ἡ νὺξ προέκοψεν. ἡ δὲ ἡμέρα ἤγγικεν;” ὁ μὲν Παῦλος νύκτα τὸν παρόντα καλεῖ καιρὸν, διὰ τοὺς ἐν σκότῳ καθημένους· ἣ διὰ τὸ παραβάλλειν τὴν ἡμέραν ταύτην, ἐκείνῃ. ὁ δὲ Χριστὸς νύκτα τῶν μέλλοντα καλεῖ, διὰ τὸ τῶν ἁμαρτωλῶν ἀνενέργητον. πιστοῖς τοίνυν ὁ Παῦλος διαλεγόμενος, ἔλεγεν, “ ἡ νὺξ προέκοψεν. “ ἡ δὲ ἡ ἡμέρα ἤγγικεν.” ὡς μελλόντων ἀπολαύσεσθαι τοῦ φωτὸς ἐκείνου.

Ἢ νύκτα τὸν παρόντα βίον καλεῖ, ὅτι μηδὲν ὀνειράτων διαφέρει τὰ ἐν αὐτῷ. ἡμέραν δὲ τὸν μέλλοντα διὰ τὸ τὰ κρυπτὰ ἐν αὐτῷ φανεροῦσθαι. πρὸς τοίνυν τὴν μέλλουσαν ἡμέραν, εἰκότως νύκτα καλεῖ τὸν παρόντα βίον. πολλὰ γὰρ τῶν ἐν τούτῳ νῦν ὡς ἐν νυκτὶ κρυπτομένων, ἐκεῖ φανερὰ ὡς ἐν λαμπρᾷ ἡμέρᾳ γενήσεται.

Νύκτα μὲν οὖν καλεῖ τὸν τῆς ἀγνοίας καιρόν. ἡμέρα δὲ, τὸν μετὰ τὴν παρουσίαν τοῦ δεσπότου χρόνον. ἀνατείλας γὰρ τῆς δικαιοσύνης ὁ ἥλιος, ταῖς ἀκτῖσι τῆς θεογνωσίας τὴν οἰκουμένην ἐφώτισε. καὶ σκότος μὲν τὴν ἄγνοιαν, καὶ ἔργα σκότους, τὰς παρανόμους πράξεις· φῶς δὲ, τὴν γνῶσιν· καὶ ὅπλα φωτὸς, τῶν ἀγαθῶν τὴν ἐνέργειαν.

468