Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες· μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι.

Χρυσοστόμου. Πόλλην πάλιν περὶ τῆς ταπεινοφροσύνης ποιεῖται τὴν σπουδήν. ὅθεν καὶ ἤρξατο τοῦ λόγου. καὶ γὰρ εἰκὸς ἦν φρονήματος μεστοὺς αὐτοὺς εἶναι καὶ ἀπὸ τῆς πόλεως, καὶ ἑτέρωθεν πολλαχόθεν. διὸ συνεχῶς ὑποσύρει τὸν νόσημα. οὐδὲν γὰρ οὕτως ἀποσχίζει σῶμα ἐκκλησίας, ὡς ἀλαζονεία. τί δέ ἐστι “ τὸ “ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες ” παρεγένετό σοι ὁ πένης εἰς τὴν οἰκίαν; γενοῦ κατ’ ἐκεῖνον τῷ φρονήματι. μὴ μείζονα λάβῃς ὄγκον διὰ τὸν πλοῦτον. μὴ δὲ ἃν ἴδῃς πενθοῦντα, ἀνάξιον σαυτοῦ νομίσῃς παραβαλέσθαι. μὴ δὲ ἃν ἴδῃς εὐημεροῦντα, ἐρωθριάσῃς κοινωνῆσαι τῆς ἡδονῆς καὶ συνησθῆναι. ἀλλ’ ὃ περὶ σεαυτοῦ φρονεῖς, καὶ περὶ ἐκείνου. οἷον μέγαν σαυτὸν εἶναι νομίζεις; οὐκοῦν καὶ ἐκεῖνον νόμιζε. ταπεινὸν καὶ μικρὸν ἐκεῖνον εἶναι ὑποπτεύεις; οὐκοῦν καὶ περὶ σαυτοῦ, τοῦτο ψηφίζου· καὶ πᾶσαν ἀνωμαλίαν ἔκβαλε. πῶς δ’ ἃν γένοιτο τοῦτο; εἰ τὴν ἀπόνοιαν ἐκβάλοις. διὸ καὶ ἐπήγαγε, “ μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς “ συναπαγόμενοι.” τουτέστιν, εἰς τὴν ἐκείνων εὐτέλειαν κατάβηθι, συμπεριφέρου, συμπεριέρχου. μὴ ἁπλῶς τῷ φρονήματι ταπεινοῦ, ἀλλὰ καὶ χεῖρα ὄρεγε. μὴ δι’ ἑτέρων, ἀλλὰ διὰ σεαυτοῦ. ταπεινοὺς δὲ ἐνταῦθα οὐχ ἁπλῶς τοὺς ταπεινόφρονας φησὶ, ἀλλὰ τοὺς εὐτελεῖς καὶ εὐκαταφρονήτους.

Χρυσοστόμου “ Μὴ γίνεσθε φρόνιμοι παρ’ ἑαυτοῖς. ” τουτέστι, μὴ νομίζετε ἀρκεῖν ἑαυτοῖς. καὶ γὰρ ἀλλαχοῦ φησὶν ἡ γραφὴ, “ οὐαὶ οἱ συνετοὶ παρ’ ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν έπι- “ στήμονες.” καὶ διὰ τούτων δὲ πάλιν τὴν ἀπόνοιαν ὑπορύττει, καὶ τὸ φύσημα καταστέλλει. οὐδὲν γὰρ οὕτως ἐπαίρει καὶ ἀποσχίζει τῶν λοιπῶν, ὡς τὸ νομίζειν τινὰ ἀρκεῖν ἑαυτῷ. διὸ καὶ ἐν χρείᾳ ἀλλήλων κατέστησεν ἡμᾶς ὁ Θεός. κἂν γὰρ φρόνιμος εἰ, ἑτέρου δεήσῃ. ἃν δὲ νομίσῃς μὴ δεῖσθαι, ἀνοητότερος πάντων ἐγένου καὶ ἀσθενέστερος. ὁ γὰρ τοιοῦτος, καὶ ἔρημον ἑαυτὸν καταστήσει βοηθείας, καὶ ἐν οἷς ἂν ἁμαρτάνῃ, οὐδεμιᾶς ἀπολαύσεται οὔτε διορθώσεως οὔτε συγγνώμης. καὶ τὸν Θεὸν παροξυνεῖ διὰ τῆς

452
διὰ τῆς ἀπονοίας. ἔστι γὰρ, ἔστι πολλάκις, καὶ τὸν φρόνιμον μὴ συνιδεῖν τὸ δέον, καὶ τὸν ἀνοητότερον εὑρεῖν τι τῶν προσηκόντων. μὴ τοίνυν νομίσῃς καθαιρεῖσθαι δεόμενος ἑτέρου. τοῦτο γάρ σε μᾶλλον ὑψοῖ.

Ἐκ Τῶν Ἀσκητικῶν. Ἆρα δὲ τοῦ Ἀποστόλου λέγοντος, ποτὲ μὲν, “ μὴ γίνεσθε ἄφρονες,” ποτὲ δὲ, “ μὴ γίνεσθε φρόνιμοι παρ’ “ ἑαυτοῖς.” δυνατὸν μὴ εἶναι φρόνιμον παρ’ ἑαυτῷ τὸν μὴ ἄφρονα; ἕκαστον πρόσταγμα ἴδιον ἔχει τὸν ὅρον. τὸ γὰρ “ μὴ γίνεσθε ἄφρονες,” ἐπιφέρει, “ ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Θεοῦ.” καὶ τὸ “ μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ, φοβοῦ τὲ τὸν Κύριον. “ καὶ ἔκκλινον ἀπὸ παντὸς κακοῦ.” ὥστε ἄφρων μέν ἐστιν, ὁ μὴ συνιεὶς τὸ θέλημα τοῦ Θεοῦ· φρόνιμος δὲ παρ’ ἑαυτῷ, πᾶς ὁ λογισμοῖς ἰδίοις χρώμενος, καὶ μὴ κατὰ πίστιν στοιχῶν τοῖς τοῦ Κυρίου ῥήμασιν. εἰ γοῦν τις βούλεται, μήτε φρόνιμος εἶναι, μήτε ἄφρων παρ’ ἑαυτῷ, συνιέναι ὀφείλει τὸ θέλημα τοῦ Κυρίου πίστει τῇ εἰς αὐτό; καὶ ἐν τῷ φόβῳ τοῦ Θεοῦ μιμεῖσθαι τὸν Ἀπόστολον λέγοντα, “λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ “ τῆς γνώσεως τοῦ Θεοῦ. καὶ αἰχμαλωτίζοντες ἅπαν νόημα εἰς “ τὴν ὑπακοὴν τοῦ Χριστοῦ.”

Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες.

Γενναδίου. Ἑπειδὴ τὸ μὴ τοῖς ὁμοίοις ἀμύνεσθαι τοὺς πονηροὺς, τοῦ θείου διαγορεύοντος νόμου, πολλοὶ τῶν ἀνθρώπων ἐν ταῖς ἀδικίαις ἐρεθιζόμενοι ὑπὸ θύμου μωρίαν τοῦτο δοκοῦσι, καὶ τὸ στέργειν τὴν ἡσυχίαν ἐῶντες ὡς ἄνανδρον, εἴς σπουδὴν μείζονος βλάβης περιάγονται, παραινεῖ μὴ οὕτω ποιεῖν· μὴ δὲ τοῖς ἐξ ὀργῆς οἰκείοις παραχωρεῖν, ὡς κρείττοσι τῆς θείας διατάξεως λογισμοῖς. ἀλλ’ ὑπακούειν ἐκείνῃ, χαίρειν φήσαντας τούτοις.

Χρυσοστόμου. Εἰ γὰρ ἕτερον φεύγεις ἐπιβουλεύοντα, τι σαυτὸν ὑπεύθυνον ποιεῖς τῇ κατηγορίᾳ; εἰ κακῶς ἐκεῖνος ἐποίησε, τί μὴ φεύγεις τὸν ζῆλον; καὶ ὅρα πῶς ἐνταῦθα οὐ διέστειλεν, ἀλλὰ κοινὸν τὸν νόμον ἔθηκεν. οὐ γὰρ εἶπε τῷ πιστῷ μὴ ἀποδῷς κακὸν, ἀλλὰ μηδενὶ, κἂν Ἕλλην ᾖ, κἂν μιαρὸς, κἂν ὁστισοῦν.

Προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων.

Χρυσοστόμου. Ἐπειδὴ ἄνω εἶπε “ μηδενὶ κακὸν ἀντὶ κακοῦ

453
“ ἀποδιδόντες,” προσέθηκε καὶ τὸ, “ προνοούμενοι καλά.” ὡς εἰ ἔλεγεν, οὐκ ἀρκεῖ μόνον τὸ μὴ ἀποδιδόναι κακὸν, ἀλλὰ δεῖ καὶ προνοεῖν τοῦ ποιήσαντος κακῶς ἡμᾶς. καὶ γὰρ ἄνω οὐκ ἠρκέσθη τῷ μὴ καταρᾶσθαι τοὺς διώκοντας, ἀλλὰ καὶ εὐλογεῖν προσέταξεν. ἢ τοίνυν τοῦτο φησί· ἢ ὅτι πρόνοιαν ποιεῖσθε τοῦ καλοὶ φαίνεσθαι ἐν τῷ μηδενὶ διδόναι ψόγου πρόφασιν. καὶ τοῦτό ἐστι τὸ, “ λαμ- “ ψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων.” οὐχ ἵνα πρὸς κενοδοξίαν ζῶμεν, ἀλλ’ ἵνα μὴ παρέχωμεν λαβὴν κα· ἑαυτῶν, τοῖς βουλομένοις. διὸ καὶ ἀλλαχοῦ ἔλεγεν, “ ἀπρόσκοποι γίνεσθε, καὶ “ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῆ ἐκκλησίᾳ τοῦ Θεοῦ.” καλῶς δὲ τὸ ἑξῆς ἐκόλασεν εἰπὼν,

Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.

Εστι γὰρ ὅπου οὐ δυνατόν. οἷον, ὅταν περὶ εὐσεβείας ὁ λόγος ᾖ· ὅταν περὶ ἀδικουμένων ὁ ἀγών. καὶ τι θαυμάζεις, εἰ ἐπὶ ἀνθρώπων τῶν ἄλλων τοῦτο οὐ πανταχοῦ δυνατόν; ὅπου καὶ ἐπὶ ἀνδρὸς καὶ ἐπὶ· γυναικὸς ταύτην ἔλυσε τὴν ἀνάγκην, εἰπὼν, “ εἰ “ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω.” ὃ δὲ λέγει, τοιοῦτόν ἐστι τὰ παρὰ σαυτοῦ πάρεχε, καὶ μηδενὶ δίδου πολέμου καὶ μάχης ἀφορμήν· μὴ Ἰουδαίῳ μὴ Ἕλληνι. εἰ δέ που τὴν εὐσέβειαν παραβλαπτομένην ἴδῃς, μὴ προτίμα τὴν ὁμόνοιαν τῆς ἀληθείας ἀλλ’ ἵστασο γενναίως ἕως θανάτου. καὶ μὴ δὲ οὕτω ψυχῇ πολέμει, μὴ δὲ ἀποστρέφου γνώμῃ, ἀλλὰ τοῖς πράγμασι μάχου μόνον. τοῦτο γάρ ἐστι τὸ “ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.” κἂν ἐκεῖνος μὴ εἰρηνεύῃ, σὺ μὴ πληρώσῃς χειμῶνος τὴν ψυχήν. ἀλλ’ ἕσο φιλόσοφος κατὰ γνώμην. ὅπερ ἔφθην εἰπὼν, τὴν ἀληθείαν μηδαμῶς προδιδούς.

Ἰσιδώρου. Ὁ γὰρ εὐσεβὴς τῷ ἀσεβεῖ πῶς εἰρηνεύσει; ἢ ὁ δίκαιος τῷ ἀδίκῳ; εἰ δὲ λογισμοὺς οἴει τούτους εἰναι, θέα αὐτὸν τὸν Παῦλον, εἰ μετὰ πάντων εἰρήνευσεν. εἰ δὲ καὶ ἀνωτέρω τὸν λόγον ἀγαγεῖν βούλοιο, θέα τὸν Χριστὸν, εἰ μετὰ πάντων ἐσπείσατο. εἰς τοσαύτην οὖν ἐξεβακχεύθησαν οἱ τῶν Ἰουδαίων ἄρχοντες μανίαν, ὡς καὶ σταυρῷ αὐτὸν προσηλῶσαι τί οὑν ἐστιν “ εἰ “ δυνατόν σοι ;” μὴ δίδου τινὶ λαβὴν ἔχθρας. μὴ δὲ δικαίως καὶ

454
εὐλόγως ἔχε ἐχθρόν. εἰ δὲ ἀλόγως ἐκεῖνοι ἀπεχθάνονται, σὲ τοῦτο οὐ παραβλάψει. οὐ δὲ γὰρ ὁ Χριστὸς ὁ εἰρηκὼς “ ἐμίσησάν με “ δωρεὰν,” ἐκέλευσε μὴ ἔχειν ἐχθρούς. τούτου γὰρ οὐκ ἐσμὲν κύριοι· ἀλλὰ τοῦ μὴ κατασπείρειν ῥίζαν πολέμου. καὶ μάλιστα ὅταν ἡ εὐσέβεια μηδὲν παραβλάπτηται. εἰ δὲ οἱ πονηροὶ τοὺς ἀγαθοὺς μισοῦσι, μὴ θαυμάζητε. τοῦτο γὰρ καὶ ὁ Παῦλος ἐπιστάμενος ἔφη, “ δίωκε δὲ εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν “ Κύριον, ἐκ καθαρᾶς καρδίας.” μὴ τοίνυν αἰτιῶ τὸν ἐχθροὺς ἔχοντα· ἀλλὰ τὸν, ἑαυτῶ τοὺς ἐχθροὺς κατασκευάζοντα. εἰ δὲ μὴ συμβαίνει τῷ φωτὶ τὸ σκότος, οὐ γὰρ οἱόν τε, οὐδὲ παρὰ τὸ φῶς.

Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοὶ, ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γὰρ, ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. ἐὰν οὖν πεινᾶ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν δίψᾳ, πότιζε αὐτόν. τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.

Χρυσοστόμου. Ποῖα ὀργῇ διδόναι τόπον λέγει; τῇ τοῦ Θεοῦ. ἐπειδὴ γὰρ τοῦτο μάλιστα ἐπιθυμεῖ ἰδεῖν ὁ ἀδικηθεὶς ἐκδικίας ἑαυτὸν ἀπολαύοντα, τοῦτο αὐτῷ μετὰ πολλῆς δίδωσι τῆς περιουσίας. ἃν γὰρ αὐτὸς μὴ ἀμύνῃ φησὶν, ὁ Θεὸς ἔσται τιμωρός. συγχώρησον οὖν αὐτῷ ἐπεξελθεῖν. τοῦτο γὰρ ἐστὶ, “ δότε τόπον τῇ “ ὁργῇ.” εἰτα παραμυθούμενος ἐπὶ πλέον, καὶ τὴν ἁμαρτίαν εἰσήγαγε. καὶ ταύτῃ μειζόνως αὐτὸν ἀνακτησάμενος, πλείονα αὐτὸν ἀπαιτεῖ τὴν φιλοσοφίαν, λέγων, “ ἐὰν οὖν πεινᾶ ὁ ἐχθρός σου.” τί γὰρ λέγω φησίν; ὅτι εἰρηνεύειν δεῖ; καὶ γὰρ καὶ εὐεργετεῖν ἐπιτάττω. ψώμιζε γὰρ αὐτὸν, καὶ πότιζε αὐτὸν, φησίν. εἶτα ἐπειδὴ σφόδρα ἐπίπονον ἐπέταξε καὶ μέγα, ἐπήγαγε, “ τοῦτο γὰρ ποιῶν, “ ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.” ταῦτα δὲ ἔλεγε, κἀκεῖνον καταστέλλων τῷ φόβῳ, καὶ τοῦτον προθυμότερον ποιῶν τῇ ἐλπίδι τῆς ἀντιδόσεως. ὁ γὰρ ἠδικημένος ὅταν ἀσθενὴς ᾖ, οὐχ οὐτῶ κατέχεται τοῖς οἰκείοις ἀγαθοῖς, ὡς τῇ τιμωρίᾳ του λελυπηκότ’ ὃς αὐτόν. οὐδὲν γὰρ οὕτως ἡδὺ ὡς ἐχθρὸν κολαζόμενον ἰδεῖν.

455

Θεοδωρήτου. Εἰδέναι μέντοι χρὴ ὡς οὐκ ἐπὶ τούτῳ θεραμεύειν προσήκει τοὺς δυσμενεῖς, ἵνα μείζους ἐκεῖνοι τίσωσι δίκας. ὁ γὰρ θεῖος Ἀπόστολος ταῦτα προσέθηκε, σβέσαι τοῦ ἀδικουμένου βουλόμενος τὸν θυμόν· οὐ τῷ ἀγαθῷ τὸ κακὸν αὐξῆσαι πειρώμενος.

Ἐκ Τῶν Ασκητικῶν. Εἴποι δ᾿ ἄν τις ὅτι τὸ, “ δότε τόπον “ τῇ ὀργῇ ἐστὶν, ἤτοι τὸ μὴ ἀντιστῆναι τῷ πονηρῷ, καθὼς γέγραπται, “ ἀλλὰ καὶ τῷ τύπτοντι σε ἐπὶ τὴν δεξιὰν σιαγόνα, “ στρέψον αὐτῷ καὶ τὴν ἄλλην,” καὶ τὰ ἑξῆς. ἣ τὸ, “ ὅταν διώ- “ κωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην.” Εκ Τῶν Αὐτῶν. τίς δὲ ὁ ἐχθρὸς ὃν ἀγαπᾶν προσταττόμεθα; καὶ πῶς ἀγαπήσομεν αὐτόν; ἐχθροῦ ἴδιον τὸ βλάπτειν καὶ ἐπιβουλεύειν. πᾶς οὖν ὁ ὁπωσδήποτε βλάπτων τινὰ, ἐχθρὸς ἃν λέγοιτο. ἐξαιρέτως δὲ, ὁ ἁμαρτάνων. τὸ γὰρ ὅσον ἐφ’ ἑαυτῷ βλάπτει κατὰ διαφόρους τρόπους, καὶ ἐπιβουλεύει τῷ συνόντι ἣ συντυγχάνοντι. ἐπειδὴ δὲ ἐκ σώματος καὶ ψυχὴ συνέστηκεν ὁ ἄνθρωπος, κατὰ μὲν τὴν ψυχὴν, ἀγαπήσομεν τοὺς τοιούτους, ἐλέγχοντες, νουθετοῦντες, καὶ παντὶ τρόπῳ εἰς ἐπιστροφὴν ἄγοντες. κατὰ δὲ τὸ σῶμα, εὐεργετοῦντες αὐτοὺς, ἐπιδεομένους τῶν πρὸς τὴν ζωὴν ἀναγκαίων.

Μαξίμου. Καὶ ἄλλως δὲ ἐχθρὸν ἔχομεν κατὰ τῆς ψυχῆς, τὸ ἡμέτερον σῶμα, ἀεὶ διὰ τῆς ἐπαναστάσεως τῶν παθῶν πολεμοῦν ἡμῖν. ἐὰν οὖν ἐκ τῆς συνειδήσεως πιεζόμενον τὸ τῆς σαρκὸς φρόνημα πεινᾶ, τουτέστιν ὀρέγηται σωτηρίας, ἣ δίψᾳ θείας γνώσεως, δέον τρέφειν αὐτὸ δι’ ἐγκρατείας καὶ πόνων, καὶ ποτίζειν τῇ μελέτῃ τῶν θείων λογίων. οὕτω γὰρ σωρεύονται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, τουτέστι τὸν νοῦν, ἄνθρακες πυρὸς, θεῖοι καὶ πνευματικοὶ λογισμοί.

Ὡριγένουσ. Ἢ καὶ οὕτως. ἐπειδὴ ἡ πρὸς τὴν ἀρετὴν καὶ θεωρίαν ὄρεξις, δοκεῖ πείνα εἶναι καὶ δίψα, ὡς ὑγείας ἐμποιητικὰ ψυχικῆς, ἐὰν τοιαύτην ποτὲ πείναν ἣ δίψαν ὁ ἐχθρὸς σχῇ, μετὰ τὸ μετανοῆσαι ἐφ’ οἷς ἥμαρτε, δεῖ αὐτῷ τὸν ἅγιον ἄρτον πεινῶντι διδόναι, ἐὰν μὴ ἔστι χοῖρος ἣ κύων, ἀνάξιος τῶν ἁγίων. πολλαχῶς δέ ἐστι πεινῶντα θρέψαι τὸν ἐχθρόν. ποτὲ μὲν λόγῳ διδασκαλικῷ· ποτὲ δὲ, εὐχῇ τῇ περὶ αὐτοῦ. καὶ ἐπειδὴ παντὸς ἀνδρὸς κεφαλὴ ὁ

456
Χριστός. οὐκοῦν τοῦ ἐχθροῦ ὡς μὴ ὄντος ἀνδρὸς, διὰ τὸ ἀσεβὲς, κεφαλὴ ὁ ἀντίχριστος. ὃν χρὴ ἐξαφανίζεσθαι ὡς ἐναντίον τῷ τοῦ Θεοῦ λόγῳ, ὑπὸ τοῦ λογικοῦ πυρὸς τῶν ἀνθράκων. ὅταν ὁ ἀσεβὴς ὁ ἔχων κεφαλὴν τὸν ἀντίχριστον, πεινήσας, φάγῃ τὸν ἀπὸ τῆς ἁγίας τραπέζης ἄρτον· καὶ διψήσας, ποτισθῇ τῷ ἀπὸ τῆς ἁγίας πηγῆς ὕδατι ζῶντι. διὸ καλόν ἐστι σωρεῦσαι ἄνθρακας, ὁ ἐστι λόγους, ἐπὶ τὴν τοῦ ἐχθροῦ κεφαλήν. “ ὃν ὁ Κύριος Ἰησοῦς ἀναλοῖ “ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ. ” τοῦτο γάρ ἐστι τὸ σωτήριον πῦρ, περὶ οὗ εἶπε, “ πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν.” ἀντὶ τοῦ, ἀναλῶσαι καὶ ἐξαφανίσαι τὰ σωματικὰ καὶ ὑλικά. πολλῶν δὲ ἀνθράκων χρεία, ἵνα τοῦ ἐχθροῦ ἡ κεφαλὴ ἐξαναλωθῇ. οἵτινές εἰσιν οἱ ἀληθεῖς λόγοι, οἱ ἐξαναφανίζοντες τὸ ψεῦδος. ὅταν οὖν ἀναλωθῇ ἡ τοῦ ἐχθροῦ κεφαλὴ, ὑπὸ τῶν σωρευομένων ἀνθράκων, ἐκ τοῦ τρέφεσθαι πεινῶντα τὸν ἐχθρὸν, γίνεται ὁ ποτὲ ἐχθρὸς, φίλος. καὶ κέχρηται κεφαλῇ τῷ Χριστῷ.

Ἰσισώρου. Ἁπλῶς δὲ εἰπεῖν τὸ θαυμασθὲν ὑπὸ σοῦ, ” ἐὰν πεινᾶ “ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτὸν,” οὐ λίαν μέγα καὶ νεανικὸν, ἀλλ’ εὐχῆς ἔργον ἐστί. τὸ γὰρ εἰς τοσαύτην ἐμπεσεῖν ἐκεῖνον ἀνάγκην, ὡς τῶν ἀναγκαίων δεηθῆναι, καὶ παρὰ τοῦ ἐχθροῦ ἐλεηθῆναι, πάσης συμφορᾶς ἔγωγε εἶναι ὁρίζομαι, καὶ πάσης τιμωρίας χαλεπώτερον. οὕτω γοῦν οἱ πολλοὶ τοῦθ’ ὅρκον μέγιστον νενομίκασι, λέγοντες, μὴ λάβω παρὰ ἐχθρῶν μου ἔρανον. εἰ τοίνυν τοῖς μὲν ποιοῦσι κατ’ εὐχὴν, τοῖς δὲ πάσχουσι κατὰ τιμωρίαν γίνεται, τι θαυμάζεις; καὶ μάλιστα ὅταν μήν ἁπλῆ εἴη ἡ εὐεργεσία, ἀλλὰ τιμωρίας μείζονος ποιητική; “ τοῦτο “ γὰρ ποιῶν,” φησὶν, “ ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφα- “ λὴν αὐτοῦ.” εἰ τοίνυν αὐτὸ καθ’ αὑτὸ τὸ πρᾶγμα ἐν τιμωρίας γίνεται μέρει, καὶ ἡ αἰτία δι’ ἣν γίνεται, διὰ κόλασιν ἄλλην γίνεται.

Τοῖς γὰρ λέγουοιν, ὅτι θερμανεῖς αὐτοῦ τὸ ἡγεμονικὸν καὶ ἀνανῆψαι ποιήσεις, οὐ πάνυ προσεκτέον. ἣ γὰρ ἃν οὐ τὴν ἀνάγκην τοῦ λιμοῦ προσέθηκεν, ἀλλ’ ἐν παντὶ καιρῷ καλῶς χρῆσθαι προσέταξεν. οὐ θαυμάζω οὖν ἔγωγε τοὺς τοῦτο ποιοῦντας, ἀλλὰ τοὺς ἐν εὐημερίᾳ ὁρῶντας τοὺς ἐχθροὺς, καὶ μὴ μόνον μὴ δυσχεραίνοντας, ἀλλὰ καὶ ἐπαινοῦντας, καὶ εὐχομένους ὑπὲρ αὐτῶν. ὅπερ ἡ

457
νέα φιλοσοφία προστάττουσα φησὶν, “ ἀγαπᾶτε τοὺς ἐχθροὺς “ ὑμῶν· καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, καὶ προσεύχεσθε “ ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ διωκόντων ὑμᾶς.” ἐκεῖ μὲν γὰρ, ἀνάγκη ἐπικλᾶν οἶδεν. ἐνταῦθα δὲ γυμνή ἐστι τῆς διανοίας ἡ βάσανος. εἰ δὲ καὶ ὁ Ἀπόστολος τῇ παλαιᾷ κατεχρήσατο παραινέσει, ἀλλὰ πᾶσι δῆλον ἐστὶν, ὅτι πρὸς ἀτελεστέρους ἦν ὁ λόγος ἀυτῶ.