Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ἀποστυγοῦντες τὸ πονηρὸν, κολλώμενοι τῷ ἀγαθῷ· τῆ φιλαδελφίᾳ, εἰς ἀλλήλους φιλόστοργοι· τῇ τιμῇ, ἀλλήλων προηγούμενοι· τῆ σπουδῇ μὴ ὀκνηροί· τῷ Πνεύματι ζέοντες, τῷ Κυρίῳ δουλεύοντες· τῆ ἐλπίδι

445
χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῆ προσευχῇ προσκαρτερουντες· ταις χρείαις τῶν ἀγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες· εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς· εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε.

Χρυσοστόμου. Εἰπὼν ὡς ἡ ἀγάπη ἀνυπόκριτος. ἐπειδὴ ἔστι καὶ ἀγάπη ἐπὶ πονηροῖς πράγμασι, οἷα ἡ τῶν ἀκολάστων ἐστὶν, ἡ τῶν ἐπὶ χρήμασι καὶ ἁρπαγαῖς ὁμονοούντων, ἡ τῶν ἐπὶ μέθαις καὶ συμποσίοις· ἐκκαθαίρων αὐτὴν ἀπὸ τούτων, φησὶ, “ ἀποστυ- “ γοῦντες τὸ πονηρόν.” καὶ οὐκ εἰπεν ἀπεχόμενοι, ἀλλὰ μισοῦντες. καὶ οὐχ ἁπλῶς μισοῦντες, ἀλλὰ καὶ σφόδρα μισοῦντες. τὸ γὰρ ἀπὸ, τοῦτο ῥῆμα πολλαχοῦ ἐπιτάσεως ἐστὶ παρ’ αὐτῷ· ὡς ὅταν λέγῃ “ ἀποκαραδοκίαν,” καὶ, “ ἀπεκδεχόμενοι,” καὶ, “ ἀπολύ- “ τρωσιν.” ἐπειδὴ γὰρ πολλοὶ καὶ μὴ πράττοντες τὰ κακὰ, ὅμως τὴν ἐπιθυμίαν αὐτῶν ἔχουσι, διὰ τοῦτο εἶπεν “ ἀποστυγοῦντες.” αὐτὸς γὰρ καὶ τὴν διάνοιαν καθαρεύειν βούλεται, καὶ πολλὴν ἡμᾶς ὤραν ἔχειν πρὸς τὴν κακίαν, καὶ μῖσος, καὶ πόλεμον. καὶ οὐκ ἀρκεῖται τούτῳ μόνῳ, ἀλλὰ καὶ τὴν τῆς ἀρετῆς ἐργασίαν εἰσάγει. οὕτω λέγων, “ κολλώμενοι τῷ ἀγαθῷ.” οὐκ εἶπε ποιοῦντες μόνον, ἀλλὰ καὶ διακείμενοι. τοῦτο γὰρ τὸ κολλᾶσθαι δηλοῖ. οὕτω καὶ ὁ Θεὸς συνάπτων τὸν ἄνδρα τῇ γυναικὶ ἔλεγε, “ προσκολληθήσεται “ πρὸς τὴν γυναῖκα αὐτοῦ.” εἶτα, καὶ αἰτίας λέγει δι’ ἃς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν. “ τῇ φιλαδελφίᾳ, εἰς ἀλλήλους φιλόστοργοι.” ἀδελφοὶ φησὶν ἐστέ. οὐκοῦν καὶ διὰ τοῦτο δίκαιοι ἃν ἦτε φιλεῖν ἀλλήλους. τοῦτο δὲ καὶ Μωυσῆς ἃν ἔλεγε πρὸς τοὺς ἐν Αἰγύπτῳ μαχομένους, “ ἀδελφοὶ ἐστέ· ἵνα τι ἀδικεῖτε ἀλλήλους ” ὅταν μὲν οὖν περὶ τῶν ἔξω λέγῃ, “ εἰ δυνατὸν τὸ ἐξ ὑμῶν μετὰ πάντων “ ἀνθρώπων εἰρηνεύετες,” φησί. ὅταν δὲ περὶ τῶν οἰκείων διαλέγηται, “ τῇ φιλαδελφίᾳ, εἰς ἀλλήλους φιλόστοργοι.” ἐκεῖ μὲν γὰρ τὸ μὴ μάχεσθαι ζητεῖ, μὴ δὲ μισεῖν καὶ ἀποστρέφεσθαι. ἐνταῦθα δὲ καὶ τὸ φιλεῖν· καὶ οὐχ ἁπλῶς φιλεῖν, ἀλλὰ καὶ στέργειν. οὐ γὰρ δὴ μόνον φησὶν ἀνυπόκριτον εἶναι τὴν ἀγάπην χρὴ, ἀλλὰ καὶ ἐπιτεταμένην καὶ θερμὴν καὶ διάπυρον. τί γὰρ ὄφελος, ἃν ἀγαπᾷς μὲν ἀδόλως, μὴ θερμῶς δὲ ἀγαπᾷς; διὸ καὶ εἶπεν, “ εἰς ἀλλήλους φιλόστοργοι.” τουτέστι, καὶ φίλει, καὶ θερμῶς

446
φίλει. μὴ μένε φιλεῖσθαι παρ’ ἑτέρου, ἀλλ’ αὐτὸς ἐπιπήδα τούτῳ καὶ κατάρχου.

Ἐκ Τῶν Ἀσκητικῶν Τοῦ Βασιδείου. Ἡ γὰρ στοργὴ, κατ ἐπίτασιν τῆς φιλίας γένοιτ’ ἄν, ἐν ἐπιθυμίᾳ καὶ διαθέσει διαπύρῳ τοῦ ἀγαπῶντος πρὸς τὸν ἀγαπώμενον. ἴνα οὑν μὴ ἐπιπόλαιος ἡ φιλαδελφία ᾖ, ἀλλ’ ἐνδιάθετος καὶ διάπυρος, εἴρηται τὸ, “ τῇ “ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι.” ἄοκνοι, σπουδαῖοι.

Χρυσοστόμου. “Τῇ τιμῇ ἀλλήλων προηγούμενοι. εἰπὼν τὴν αἰτίαν δι’ ἣν ὀφείλομεν ἀλλήλους ἀγαπᾶν, λέγει καὶ πῶς ἃν γένοιτο τὰ τῆς φιλίας ἀκίνητα. οὕτω γὰρ φιλία καἰ γίνεται, καὶ γενομένη μένει. καὶ οὐδὲν οὕτω φίλους ποιεῖ, ὡς τὸ σπουδάζειν τῆ τιμὴ νικᾶν τὸν πλησίον. οὐ φιλία δὲ μόνον, ἀλλὰ καὶ τιμὴ μείζων ἐντεῦθεν γίνεται. τὰ μὲν γὰρ εἰρημένα πρότερον ἀπὸ τῆς ἀγάπης· ἡ δὲ ἀγάπη ἀπὸ τῆς τιμῆς. ὥσπερ οὖν καὶ ἡ τιμὴ ἀπὸ τῆς ἀγάπης.

Θεοδωρήτου. Παραχωρείτω δὴ οὖν ἕκαστος τῶν πρωτείων τῷ πέλας. τοῦτο γὰρ τῆς ἀληθοῦς φιλοστοργίας τεκμήριον.

Χρυσοστόμου. Ειτα ἴνα μὴ τιμῶμεν μόνον, καὶ ἕτερον τι πλέον ἐπιζητεῖ, λέγων, “ τῇ σπουδῇ μὴ ὀκνηροί.” καὶ γὰρ καὶ τοῦτο ἀγάπην τίκτει. ὅταν μετὰ σπουδῆς καὶ προστασίαν ἐπιδειξώμεθα. οὐδὲν γὰρ οὕτως ὡς τιμὴ καὶ πρόνοια τὸ φιλεῖσθαι ποιεῖ. οὐ γὰρ ἀρκεῖ τὸ φιλεῖν, ἀλλὰ δεῖ καὶ τούτου. μᾶλλον δὲ ἐκ τοῦ φιλεῖν, καὶ τοῦτο γίνεται. ὥσπερ οὖν καὶ τὸ φιλεῖν ἀπὸ τούτου διαθερμαίνεται. καὶ ἀλλήλων εἰσὶ κατασκευαστικά. καὶ γὰρ εἰσὶ πολλοὶ κατὰ διάνοιαν μὲν φιλοῦντες, οὐκ ὀρέγοντες δὲ χεῖρα. διὰ τοῦτο, πάντοθεν οἰκοδομεῖ τὴν ἀγάπην.

Θεοδωρήτου. Ἢ ὅτι ἀκραιφνῆ δείκνυτε τὴν περὶ τὰ καλὰ προθυμίαν, ἁπλῶς τὸν ὄκνον παντελῶς ἀπελαύνοντες.

Χρυσοστόμου. Καὶ πῶς ἃν γενοίμεθα τῇ σπουδῇ μὴ ὀκνηροί ; “ τῷ πνεύματι ζέοντες,” φησίν. ὁρᾷς πῶς πανταχοῦ τὰς ἐπιτάσεις ζητεῖ; οὐ γὰρ εἶπε μεταδίδοτε μόνον, ἀλλὰ “ μετὰ δαψι- “ λείας.” οὐ δὲ προίστασθε, ἀλλ’ “ μετὰ σπουδῆς.” οὐδὲ ἐλεεῖτε, ἀλλ’ ἱλαρῶς. οὐδὲ τιμᾶτε, ἀλλὰ προηγεῖσθε. οὐδὲ ἀγαπᾶτε, ἀλλὰ ἀνυποκρίτως. οὐδὲ ἀπέχεσθε τῶν κακῶν, ἀλλὰ μισεῖτε. οὐδὲ ἔχεσθε τῶν ἀγαθῶν, ἀλλὰ κολλᾶσθε. οὐδὲ φιλεῖτε, ἀλλὰ φιλο-

447
στόργως. οὐδὲ σπουδάζετε, ἀλλὰ μὴ ὀκνηρῶς. οὐδὲ τὸ πνεῦμα ἔχετε, ἀλλὰ ζέον τὸ πνεῦμα. τουτέστιν, ἵνα ἦτε θερμοὶ καὶ διεγηγερμένοι. ἐὰν γὰρ ἐκεῖνα ἔχῃς τὰ προειρημένα, ἐπισπάσῃ τὸ Πνεῦμα. ἐὰν μένῃ τοῦτο παρὰ σοι, καὶ πρὸς ἐκεῖνά σε σπουδαῖον ἐργάσεται. καὶ πάντα εὔκολα ἀπὸ τοῦ Πνεύματος καὶ τῆς ἀγάπης ἔσται.

Ἐκ Τῶν Ἀσκητικῶν. Εἴποι δ᾿ ἄν τις ζέειν τῷ πνεύματι, καὶ τὸν, διαπύρῳ προθυμίᾳ καὶ ἀκορέστῳ ἐπιθυμίᾳ καὶ ἀόκνῳ σπουδῇ, ποιοῦντα τὸ θέλημα τοῦ Θεοῦ, ἐν ἀγάπῃ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, κατὰ τὸ γεγραμμένον, “ ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει “ σφόδρα.”

Θεοδωρήτου. Ἢ Πνεῦμα μὲν ἐνταῦθα τὸ χάρισμα προσηγόρευσεν. ὕλην δὲ τούτῳ προσφέρειν καθάπερ ξύλα πυρὶ, τὴν προθυμίαν ἐκέλευσε. τοῦτο δὲ καὶ ἑτέρωθι λέγει, “ τὸ Πνεῦμα μὴ “ σβέννυτε.” σβέννυται δὲ τὸ Πνεῦμα, τοῖς ἀναξίοις τῆς χάριτος. οὐκ ἔχοντες γὰρ καθαρὸν τῆς διανοίας τὸ ὄμμα, τὴν αἴγλην ἐκείνην οὐ δέχονται.

Χρυσοστόμου. Διὰ γὰρ τούτων ἁπάντων ἔστι δουλεύειν τῷ Θεῷ. ὅσα γὰρ ἃν ποιήσῃς εἰς τὸν ἀδελφὸν, εἰς τὸν δεσπότην σου διαβαίνει. καὶ ὡς αὐτὸς εὖ πεπονθὼς, οὕτως σοι τὸν μισθὸν λογιεῖται. εἶδες ποῦ τὸ φρόνημα ἀνήγαγε τοῦ ταῦτα ἐργαζομένου; εἶτα δεικνὺς πῶς ἃν ἀναφθείη τοῦ πνεύματος ἡ φλὸξ, φησὶν, “ τῇ “ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσ- “ καρτεροῦντες.” ταῦτα γὰρ πάντα, ὑπεκκαύματά ἐστι τοῦ πυρὸς ἐκείνου. ἐπειδὴ γὰρ καὶ χρημάτων δαπάνην ἀπῄτησε, καὶ σωμάτων πόνον, καὶ προστασίαν, καὶ σπουδὴν καὶ διδασκαλίαν, καὶ τὰ ἄλλα τὰ ἐπίπονα, ἀλείφει πάλιν τὸν ἀθλητὴν μετὰ τῆς ἀγάπης, μετὰ τοῦ Πνεύματος, διὰ τῆς ἐλπίδος. οὐδὲν γὰρ οὕτως ἀνδρείαν καὶ παράβολον πρὸς πάντα ποιεῖ τὴν ψυχὴν, ὡς ἐλπὶς χρηστή. εἶτα καὶ πρὸ τῶν ἐλπιζομένων ἀγαθῶν, ἕτερον πάλιν δίδωσιν ἐπειδὴ γὰρ ἡ ἐλπὶς τῶν μελλόντων ἦν, φησὶ, “ τῇ θλίψει “ ὑπομένοντες.” καὶ γὰρ πρὸ τῶν μελλόντων ἐν τῷ παρόντι, μέγα καρπώσῃ καλὸν ἀπὸ τῆς θλίψεως, τὸ, καρτερικὸς καὶ δόκιμος γίνεσθαι. μετὰ δὲ τούτου, καὶ ἑτέραν παρέχει βοήθειαν, λέγων,

448
“ τῇ προσευχῇ προσκαρτεροῦντες.” ὅταν οὖν καὶ ἀγάπη εὔκολον ποιῇ, καὶ Πνεῦμα βοηθῇ, καὶ ἐλπὶς κουφίζῃ, καὶ θλίψις δόκιμον ἐργάζηται καὶ ἐπιτήδειον πρὸς τὸ φέρειν πάντα γενναίως· καὶ ἔχῃς μετὰ τούτων καὶ ἕτερον ὅπλον μέγιστον τὴν προσευχὴν, καὶ τὴν ἀπὸ τῆς δεήσεως βοήθειαν, τι λοιπὸν ἔσται ἐπίπονον τῶν ἐπιταττομένων; οὐδέν.

Θεοδωρήτου. Ὁ τοίνυν τῷ Πνεύματι ζέων, καὶ προθύμως τῷ δεσπότῃ δουλεύει, καὶ προσμένει τῶν ἐλπιζομένων ἀγαθῶν τὴν ἀπόλαυσιν, καὶ τῶν προσπιπτόντων περιγίνεται πειρασμῶν· ταῖς τούτων προσβολαῖς, τὴν ὑπομονὴν ἀντιτάττων, καὶ τὴν θείαν χάριν διηνεκῶς εἰς συμμαχίαν καλῶν. τοῦτο γὰρ εἶπε “ τῇ προσευχῇ “ προσκαρτεροῦντες.” τουτέστι, διηνεκῶς τοῦτο δρῶντες.

Ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες· τὴν φιλοξενίαν διώκοντες.

Χρυσοστόμου. Πάλιν τῆς ἐλεημοσύνης ἐπιλαμβάνεται. μᾶλλον δὲ οὐχ ἁπλῶς ἐλεημοσύνης, ἀλλὰ τῆς εἰς τοὺς ἁγίους. ἄνω μὲν γὰρ εἰπὼν “ ὁ ἐλεῶν, ἐν ἱλαρότητι, πᾶσι τὴν χρείαν ἀνέῳξεν. ἐνταῦθα μέντοι ὑπὲρ τῶν ἁγίων φησίν. καὶ οὐκ εἰκε παρέχετε αὐτοῖς τὰς χρείας, ἀλλὰ κοινωνεῖτε αὐτῶν ταῖς χρείαις. δεικνὺς, ὅτι μείζονα λαμβάνουσιν, ἣ διδόασι. καὶ ὅτι εὐπορία τὸ πρᾶγμα ἐστίν. εἰσφέρεις σὺ χρήματα, εἰσφέρουσι σοι παρρησίαν τὴν πρὸς ’τον Θέον ἐκεῖνοι.

Θεοδωρήτου. Τῇ μνήμῃ οὐν τῆς κοινωνίας, εἰς φυλοτιμίαν προτρέπει. τίς γὰρ οὐχ αἱρεῖται μεταδοῦναι χρημάτων, ἵνα κοινωνὸς γένηται κατορθωμάτων; τοῦτο καὶ Κορινθίοις ἐπιστέλλων ἔφη, “ τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα. ινα τὸ εκει- “ νῶν περίσσευμα γένηται, εἰς τὸ ὑμῶν ὑστέρημα.

Χρυσοστόμου. Οὐκ εἶπεν ἐργαζόμενοι, ἀλλὰ διώκοντες. παιδεύων ἡμᾶς μὴ ἀναμένειν τοὺς δεομένους, πότε πρὸς ἡμᾶς ἔλθωσιν. ἀλλ’ αὐτοὺς ἡμᾶς ἐπιτρέχειν καὶ καταδιώκειν. “ εὐλογεῖτε τοὺς “ διώκοντας ὑμᾶς. εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.” διδάξας αὐτούς. πῶς πρὸς ἀλλήλους διακεῖσθαι χρή. καὶ συγκολλήσας τὰ μέλη μετὰ ἀκριβείας, οὕτως ἐξάγει λοιπὸν πρὸς τὴν ἔξω παράταξιν· εὐκολωτέραν αὐτὴν ἐντεῦθεν ποιῶν. ὥσπερ γὰρ ὁ τὰ πρὸς τοὺς

449
οἰκείους μὴ κατωρθωκὼς, δυσκολώτερον τὰ πρὸς τοὺς ἀλλοτρίους οἰκονομήσει. οὕτως ὁ καλῶς ἀσκήσας ἑαυτὸν ἐν τούτοις, ῥᾷον καὶ τῶν ἔξωθεν περιέσται. διὰ δὴ τοῦτο καὶ ὁ Παῦλος ὁδῷ προβαίνων, μετ’ ἐκεῖνα ταῦτα τίθησι καὶ φησὶ, “ εὐλογεῖτε τοὺς διώκοντας “ ὑμᾶς.” οὐκ εἶπε μὴ μνησικακεῖτε, μὴ δὲ ἀμύνεσθε. ἀλλὰ τὸ πολλῷ πλέον τούτων ἐξῄτησεν. ἐκεῖνο μὲν γὰρ ἀνδρὸς φιλοσόφου. τοῦτο δὲ Ἀγγέλου λοιπόν. καὶ εἰπὼν, “ εὐλογεῖτε,” ἐπήγαγε, “ καὶ “ μὴ καταρᾶσθε.” ἵνα μὴ τοῦτο κἀκεῖνο ποιῶμεν, ἀλλ’ ἐκεῖνο μόνον. καὶ οὐχὶ τοὺς ὑβρίζοντας μόνον, ἀλλὰ καὶ τοὺς διώκοντας, καὶ διὰ τῶν πραγμάτων ἐπηρεάζοντας, τοῖς ἐναντίοις ἀμείβεσθαι ἐκέλευσε. καὶ νῦν μὲν αὐτοὺς εὐλογεῖν ἐκέλευσε, προιὼν δὲ, καὶ ἔργοις εὐεργετεῖν παραινεῖ, “ χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν “ μετὰ κλαιόντων.”

Χρυσοστόμου. Ἐπειδὴ γάρ ἐστιν εὐλογῆσαι μὲν, καὶ μὴ καταρᾶσθαι· μὴ μὴν ἐξ ἀγάπης τοῦτο ποιῆσαι, βούλεται καὶ διαθερμαίνεσθαι ἡμᾶς τῇ φιλίᾳ. διὸ καὶ τοῦτο ἐπήγαγεν ὥστε μὴ μόνον εὐλογεῖν, ἀλλὰ καὶ συναλγεῖν καὶ συμπάσχειν, εἴποτε ἴδοιμεν αὐτοὺς συμφορᾷ περιπεσόντας. φιλοσοφωτέρας δὲ δεῖται ψυχῆς τὸ χαίρειν μετὰ χαιρόντων μᾶλλον, ἣ τὸ κλαίειν μετὰ κλαιόντων. τοῦτο μὲν γὰρ, καὶ ἤ φύσις αὐτὴ κατορθοῖ· καὶ οὐδεὶς οὕτω λίθινος, ὃς οὐ κλαίει τὸν ἐν συμφοραῖς ὄντα. ἐκεῖνο δὲ γενναίας σφόδρα δεῖται ψυχῆς, ὥστε μὴ μόνον τῷ εὐδοκιμοῦντι μὴ φθονεῖν, ἀλλὰ καὶ συνήδεσθαι. διὰ τοῦτο, καὶ πρότερον αὐτὸ τέθεικεν. οὐδὲν γὰρ οὕτως ἀγάπην συνάγει, ὡς ὅταν καὶ χαρᾶς καὶ λύπης κοινωνῶμεν ἀλλήλοις. σκόπει δέ μοι καὶ τὸ ἀνεπαχθὲς τοῦ Παύλου. οὐ γὰρ εἶπε λῦσον τὴν συμφορὰν, ἵνα μὴ λέγῃς πολλάκις, ὅτι ἀδύνατον· ἀλλὰ τὸ κουφότερον ἐπέταξε, καὶ οὗ κύριος εἶ. κἂν γὰρ ἀνελεῖν μὴ δυνηθῇς τὸ δεινὸν, εἴσαγε δάκρυα, καὶ τὸ πλέον ἀνεῖλες κἂν μὴ δυνηθῇς αὐξῆσαι τὴν εὐημερίαν, εἴσαγε τὴν χαρὰν, καὶ πολλὴν τὴν προσθήκην ἐποίησας. διὰ τοῦτο οὐ μόνον μὴ φθονεῖν, ἀλλὰ καὶ ὃ πλέον ἐστὶ παραινεῖ, τὸ καὶ συνήδεσθαι.

Θεοδωρήτου. Κοινωνεῖτε οὖν φησιν ἀλλήλοις, καὶ τῶν λυπηρῶν καὶ τῶν ἐναντίων. τὸ μὲν γὰρ, συμπαθείας· τὸ δὲ φιλίας, οὐκ ἐχούσης τοῦ φθόνου τὸν μῶμον.

450

Βασιλείου Ἐκ Τοῦ περὶ εὐκαριστίασ λόγου. Ἴδωμεν δὲ τίσι συγχαίρειν εἰκὸς, καὶ τίσι συναλγεῖν. δικαίοις μὲν συσκιρτᾶν καὶ συναγάλλεσθαι ὁ θεῖος νόμος ἡμῖν ἐπιτρέψει. τοῖς δὲ ἐκ μετανοίας ἀφιεῖσι δάκρυον, συμπενθεῖν καὶ συνοδύρεσθαι. ἣ τοὺς ἀναλγήτως διακειμένους, ἀποκλαίεσθαι· ὅτι οὐδὲ ἴσασι πῶς ἀπολλυνται. οὐχὶ δὲ ἐπὶ θανάτῳ ἀνθρώπων κατακλαύσαντα καὶ συνεκβοήσαντα τοῖς ἀνθρώποις τοῖς πενθοῦσι, πληρωτὴν προσήκει νομίζειν εἶναι τῆς ἐντολῆς. οὐδὲ γὰρ ἰατρὸν ἐπαινῶ, τὸν ἀντὶ τοῦ τοῖς κάμνουσι βοηθεῖν, αὐτὸν τῶν νοσημάτων ἀναπιμπλάμενον. τοιοῦτος δέ ἐστιν ὁ πρὸς τοὺς πενθοῦντας εἰσιὼν, καὶ μὴ τῆς ἐκ τοῦ οἰκείου λόγου ὠφελείας μεταδιδοὺς, ἀλλὰ τῆς ἐκ τῶν ἀλλοτρίων παθῶν ἀσχημοσύνης μεταλαμβάνων. ἐπιστυγνάζειν μὲν οὖν ταῖς συμφοραῖς τῶν πενθούντων ἀκόλουθον. οὕτω γὰρ ἑαυτὸν οἰκειώσει τοῖς πάσχουσι. μὴ καθιλαρευόμενος τῶν συμφορῶν, μὴ δ ἐναδιαφορῶν τοῖς ἀλλοτρίων ἀλγήμασιν. οὐ μὴν περαιτέρω γε συνεκφέρεσθαι τοῖς λυπουμένοις προσήκει· ὥστε ἣ συνεκβοᾶν ἣ συνθρηνεῖν τῷ πεπτωκότι τινὶ συμφορᾷ, ἣ ἐν τοῖς ἀλλοτρίοις μιμεῖσθαι καὶ ζηλοῦν τὸν ἐσκοτωμένον ὑπὸ τοῦ πάθους. οἷον συγκαθειργνύναι ἑαυτὸν, καὶ συμμελανειμονεῖν, καὶ χαμαὶ συγκαθῆσθαι καὶ κουρᾶς ἀμελεῖν. ἐκ τούτων γὰρ ἐπιτείνειν ἔστι μᾶλλον τὴν συμφορὰν, οὐ πραΰνειν. ἀλλὰ δάκνεσθαι μὲν ὑπὸ τῶν γινομένων, καὶ ἡσυχῆ τοῖς λυπηροῖς ἐπιστυγνάζειν προσήκει· ἐν συννοίᾳ προσώπου καὶ σεμνότητι βάρος ἐχούσῃ, τὸ τῆς ψυχῆς πάθος διασημαίνοντα. φθεγγόμενον δὲ, οὐκ εὐθὺς ἐπιτιμᾶν προσήκει ταῖς ἐπιτιμήσεσιν, ὥσπερ ἐναλλόμενον καὶ ἐπεμβαίνοντα τοῖς κειμένοις. φορτικὸν γὰρ τοῖς ὑπὸ λύπης τὴν ψυχὴν κεκακωμένοις, ἡ ἐπιτίμησις. καὶ ἅμα δυσπαράδεκτοι εἰσὶ τοῖς κάμνουσι, καὶ πρὸς παρηγορίαν ἀπίθανοι τῶν ἀπαθῶς παντάπασι διακειμένων οἱ λόγοι. ἀλλὰ συγχωρήσαντα, κενὰ καὶ ἄπρακτα ἐμβοῆσαι καὶ ὀλοφύρασθαι. ἤδη τοῦ κακοῦ ὑπανέντος τι καὶ χαλάσαντος, τότε ἀμελῶς καὶ πράως τῆς παρακλήσεως ἅπτεσθαι. ὅταν δὲ πάλιν ἴδῃς ἐπὶ μετανοίᾳ τῶν ἡμαρτημένων τὸν ἀδελφὸν ὀδυρόμενον, σύγκλαυσον τῷ τοιούτῳ καὶ συμπάθει. οὕτω γάρ σοι ὑπάρξει ἐν ἀλλοτρίοις πάθεσι τὸ οἰκεῖον ἐπανορθοῦσθαι. ὁ γὰρ ὑπὲρ τῆς τοῦ

451
πλησίον ἁμαρτίας θερμὸν ἀποστάξας δάκρυον, ἑαυτὸν ἐξιάσατο δι’ ὧν τὸν ἀδελφὸν ἀπωδύρατο.