Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου, καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα ἀυτῶν;

Χργσοστόμου. Ἐνταῦθα πρὸς χάριν αὐτοῖς διαλέγεται. καὶ γὰρ εἰ μυριάκις οὗτοι παρέπεσον, οὐκ ἃν ἐσώθησαν τὰ ἔθνη, εἰ μὴ πίστιν ἐπεδείξαντο. ὥσπερ οὖν οὐδ’ ἃν Ἰουδαῖοι ἀπώλοντο, εἰ μὴ ἠπίστησαν καὶ ἐφιλονείκησαν. ἀλλ’, ὥσπερ ἔφην, παραμυθεῖται αὐτοὺς κειμένους. ἐκ περιουσίας παρασκευάζων θαρρεῖν ὑπὲρ τῆς σωτηρίας αὐτῶν, εἰ μετάθοιντο. εἰ γὰρ ὅτε, φησὶ, προσέκρουσαν, τοσοῦτοι σωτηρίας ἀπέλαυσαν, καὶ ἐν τῷ ἐκβληθῆναι ἐκείνους τοσοῦτοι ἐκλήθησαν, ἐννόησον τι ἔσται ὅταν ἐπιστρέψωσιν. οὐ γὰρ εἶπε, πόσῳ μᾶλλον ἡ ἐπιστροφὴ αὐτῶν, οὐδὲ ἡ μεταβολὴ αὐτῶν, οὐδὲ τὸ κατόρθωμα αὐτῶν, ἀλλὰ “ πόσῳ μᾶλλον τὸ πλήρωμα “ αὐτῶν ;” τουτέστιν ὅταν πάντες εἰσιέναι μέλλουσι. τοῦτο δὲ εἶπε, δεικνὺς καὶ τότε τὸ πλέον τῆς χάριτος ἐσόμενον, καὶ τῆς δωρεᾶς τοῦ Θεοῦ. καὶ σχεδὸν τὸ πᾶν.

Κυρίλλου. Εἰ γὰρ πεπλούτηκεν ὁ κόσμος τὴν πρὸς Θεὸν οἰ- κειότητα, διὰ τὸ προσκροῦσαι τὸν Ἰσραὴλ, καὶ διὰ τὴν Ἰουδαίων εὐήθειαν προσελήφθη τὰ ἔθνη, τίς ἂν εἴη ἡ πρόσληψις αὐτῶν; ἣ μονονουχὶ θανάτου λύσις, καὶ οἷον, ζωὴ ἐκ νεκρῶν; καὶ ὅτι μέλλουσιν ἐπιστρέφειν, ἐκ πολλῶν ἐστι θείων καταμαθεῖν λογίων.

Θεοδωρήτου. Ἣ καὶ οὕτως. εἰ γὰρ τῶν πλειόνων ἀπιστηαάντων οἱ ἐξ αὐτῶν πεπιστευκότες, τοῖς ἔθνεσι τῆς θεογνωσίας τὸν πλοῦτον προσήνεγκαν, δηλονότι πάντες πιστεύσαντες, μειζόνων ἀγαθῶν πᾶσιν ἀνθρώποις ἐγένοντο ἃν πρόξενοι. ῥᾷον γὰρ ἐπίστευον πάντες, οὐκέτι τούτων ἀντιλεγόντων, ἀλλὰ μεθ’ ἡμῶν τὴν ἀλήθειαν κηρυττόντων.

Διοδώρου. Εἰ οὖν ἐν ὀλίγοις καὶ ἄγαν εὐαριθμήτοις τοσαύτης

404
ἐγένετο τοῖς κατὰ τὴν οἰκουμένην ἀνθρώποις τυχεῖν ἀφθονίας ἀγαθῶν, τί ποτε ἄρα δεῖ νομίζειν ἔσεσθαι εἰ πάντας αὐτοὺς ὑποδέξασθαι συμφώνως τὸν Χριστὸν συνέβη;

Ενθυμεῖσθε τοίνυν, φησὶν, οἷοί τινες ποτέ εἰσι, καὶ πόσον τῷ κοινῷ πρὸς κέρδος ἡ τῶν πάντων προσθήκη· ὧν τὸ παράπτωμά τε καὶ ἥττημα πλούτου παραίτιον τοῖς ἐν κόσμῳ πᾶσιν ἔθνεσι γέγονεν. εἰς τοσοῦτον αὐτοὺς οἴμαι πεφιληκότος Θεοῦ, ὥστε δι’ αὐτοὺς χαρίσασθαι τὴν σωτηρίαν τοῖς ἔθνεσιν. ἵνα ταύτῃ γοῦν παρερεθισθέντες, εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν ἐπανέλθοιεν. Θεοδώρου Μονάχου. Ἤ πλήρωμα αὐτῶν λέγει, τὸ συναπαρτισθῆναι καὶ αὐτοὺς τοῖς σωζομένοις. εἰ γὰρ καὶ τούτων ἐλλειπόντων, φησὶν, πλοῦτος κόσμου γέγονε, καὶ πλοῦτος ἐθνῶν, πόσω μᾶλλον τὸ συναπαρτισθῆναι καὶ αὐτοὺς ἔσται πλοῦτος κόσμου καὶ πλοῦτος ἐθνῶν;

Σευηριανοῦ. Ἢ πλοῦτον κόσμου τὸ παράπτωμα αὐτῶν εἰπὼν, δείκνυσιν ὅτι καὶ ἡ τῶν Ἰουδαίων παρανομία σωτηρίας πρόφασις γέγονε τῷ κόσμῳ. Ἰουδαίων γὰρ μὴ φυλαξάντων τὸν νόμον, ἀναγκαῖα ἦν ἡ τοῦ Χριστοῦ ἐπιδημία διὰ τὴν χάριν. ἧκεν οὖν ὁ Κύριος χάριτι τὰ παραπτώματα συγχωρῶν. καὶ ἐπειδὴ οὐ πάντες Ἰουδαῖοι ἐδέξαντο τὸν Χριστὸν, εἰ μὴ μόνον τὸ κατάλειμμα, ἡ ἀπιστία αὐτῶν τὴν χάριν παρεσκεύασεν ἐλθεῖν ἐπὶ τὰ ἔθνη. καὶ τὸ παράπτωμα αὐτῶν, πλοῦτον ἐδωρήσατο τῷ κόσμῳ. τουτέστι, πλῆθος σωζομένων. εἰ δὲ διὰ τὰ ἐπιστρέψαντα ἔθνη ἐπλούτησεν ὁ κόσμος, πῶς οὐκ ἃν εἴη μεῖζον τί ἀγαθὸν καὶ πλοῦτος τελειότατος τῷ κόσμῳ, εἰ μεταγνόντων τῶν Ἰουδαίων, τὸ ἐλλεῖπον αὐτῷ προστεθείη πλήρωμα. ὥστε τὰ ἔθνη καὶ τοὺς Ἰουδαίους πρὸς μίαν τελείαν εὐσέβειαν συνδραμεῖν; πλήρωμα δὲ ἔθος τῷ Ἀποστόλῳ λέγειν, τὸ σύστημα τὸ πεπληρωμένον Πνεύματος Ἁγίου. ἤτοι ἐπειδὴ ἡ ἄνω λογικὴ φύσις ἐδοξολόγει τὸν Θεὸν, ἐνέλειπε δὲ ἡ ἀνθρωπότης ἀποστᾶσα, ὥστε κατὰ τοῦτο ἀπλήρωτον εἶναι τὴν δοξολογίαν, ἦλθεν ὁ Κύριος, ἵνα πιστεύσωσιν οἱ ἄνθρωποι. καὶ τὸ ἐλλεῖπον πληρωθῇ, καὶ εἰρηνεύσῃ τοῖς ἐπουρανίοις τὰ ἐπίγεια. πᾶν οὑν σύστημα ἅγιον ὡς ἀναπληροῦν τὸ ἐλλεῖπον, πλήρωμα λέγεται. πλήρωμα δέ ἐστι τὸ ὅλον ὡς πρὸς τὸ ὀλίγον.