Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Λέγω οὖν, μὴ ἔπταισαν, ἵνα πέσωσι; μὴ γένοιτο· ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτήρια τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς.

Χργσοστόμου. Καθαψάμενος αὐτῶν σφοδρῶς, καὶ ἀφ’ ὧν ἠπίστησαν, καὶ ἀφ’ ὧν ἔπαθόν τε καὶ ἔμελλον πείσεσθαι· καὶ δείξας μυρίων κακῶν ὄντας ὑπευθύνους, τότε παραμυθίαν ἐπινοεῖ. καὶ σκόπει τὴν σύνεσιν τοῦ Παύλου. τὴν μὲν κατηγορίαν, ἀπὸ τῶν προφητῶν εἰσήγαγε· τὴν δὲ παραμυθίαν, παρ’ ἑαυτοῦ τίθησιν. ὅτι μὲν γὰρ αὐτοῖς ἡμάρτηται μεγάλα φησὶν, οὐδεὶς ἀντερεῖ. ἴδωμεν δὲ εἰ τοιοῦτον τὸ πτῶμα ὡς καὶ ἀνίατον εἶναι, καὶ μηδεμίαν ἔχειν διόρθωσιν. ἀλλ’ οὐκ ἔστι τοιοῦτον. εἶδες πῶς αὐτῶν πάλιν καθάπτεται· καὶ ἐν προσδοκίᾳ παραμυθίας ὑπευθύνους ποιεῖ ἁμαρτημάτων ὡμολογημένων; ἴδωμεν δὲ τίνα αὐτοῖς καὶ παραμυθίαν ἐπινοεῖ. ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, φησὶ, τότε πᾶς Ἰσραὴλ σωθήσεται, κατὰ τὸν καιρὸν τῆς συντελείας. ἀλλ’ εὐθέως μὲν τοῦτο οὐ λέγει. ἐπειδὴ δὲ σφοδρῶς αὐτῶν κατέδραμε, καὶ κατηγορίαις συνῆψε κατηγορίας. προφήτας ἐπὶ προφήταις εἰσάγων καταβοῶντας αὐτῶν· ἵνα μὴ ταύτῃ καὶ τούτῳ εἰς ἀπόγνωσιν ἐμβαλὼν ἀποτειχίσῃ τὴν πρὸς τὴν πίστιν ἐπάνοδον, καὶ τοὺς ἐξ ἐθνῶν πάλιν πιστεύσαντας εἰς ἀπόνοιαν ἐπάρῃ. καὶ φυσηθέντες καὶ αὐτοὶ βλαβῶσιν εἰς τὸν τῆς πίστεως λόγον, πάλιν παραμυθεῖται αὐτοὺς,

400
λέγων, “ ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία ἐν τοῖς “ἔθνεσι.”

Δεῖ δὲ ἡμᾶς οὐχ ἁπλῶς ἀκούειν τῶν λεγομένων, ἀλλὰ τὴν γνώμην εἰδέναι, καὶ τὸν σκοπὸν τοῦ λέγοντος· καὶ τι κατορθῶσαι ἐσπούδακεν. ὅπερ ἀεὶ παρακαλῶ τὴν ὑμετέραν ἀγάπην. ἃν γὰρ μετὰ τῆς διανοίας ταύτης δεξώμεθα τὰ εἰρημένα, ἐν οὐδενὶ τούτων ὀψόμεθα δυσκολίαν οὖσαν. τὸ γὰρ σπουδαζόμενον αὐτῷ νῦν, τὴν ἐκ τῶν εἰρημένων ἐγγινομένην ἀπόνοιαν τοῖς ἐξ ἐθνῶν, καθελεῖν. οὕτω γὰρ καὶ οὗτοι ἀσφαλέστερον μένειν ἔμελλον ἐν τῇ πίστει, μετριάζειν μαθόντες. καὶ οἱ ἐξ Ἰουδαίων τῆς ἀπογνώσεως ἀπαλλαγέντες, τῇ χάριτι προθυμότεροι προσιέναι. πρὸς τοῦτον τοίνυν τὸν σκοπὸν ὁρῶντες, πάντων ἀκούωμεν τῶν ἐν τῷ χωρίῳ τούτῳ λεγομένων. τί οὖν φησι; καὶ πόθεν δείκνυσιν, ὅτι οὐκ ἀνίατα ἔπταισαν, οὐδὲ εἰς τέλος ἐξεβλήθησαν ἀπὸ τῶν ἐθνῶν; οὕτω λέγων, “ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία ἐν τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλωσαι αὐτούς.

Οὗτος δὲ οὐκ αὐτοῦ μόνως ὁ λόγος, ἀλλὰ καὶ ἐν τοῖς εὐαγγελίοις τοῦτο βούλονται αἱ παραβολαί. καὶ γὰρ ὁ τοὺς γάμους ποιήσας τῷ υἱῷ, ἐπειδὴ οἱ κεκλημένοι οὐκ ἠθέλησαν εἰσελθεῖν, τότε τοὺς ἐν ταῖς τριόδοις ἐκάλεσε. καὶ ὁ τὸν ἀμπελῶνα δὲ καταφυτεύσας, ἐπειδὴ ἔσφαξαν οἱ γεωργοὶ τὸν κληρονόμον, τότε ἐξέδωκεν ἑτέροις τὸν ἀμπελῶνα. καὶ χωρὶς δὲ παραβολῆς ἔλεγεν αὐτοῖς ὁ Χριστὸς, “ οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπο- “ λωλοκότα οἴκου Ἰσραήλ.” καὶ τῇ Συροφοινικίσσῃ δὲ πλέον τί, πάλιν ἔλεγεν, “ οὐ γάρ ἐστι καλὸν λαβεῖν τὸν ἄρτον “ τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις.” καὶ ὁ Παῦλος δὲ πρὸς τοὺς στασιάζοντας τῶν Ἰουδαίων, “ ὑμῖν ἦν πρῶτον,” φησὶ, “ ἀναγ- “ καῖον, λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀναξίους ἐκρί- “ νᾶτε ἑαυτοὺς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη.” καὶ διὰ πάντων δηλοῦται, ὅτι ἡ μὲν ἀκολουθία τῶν πραγμάτων αὕτη ἦν· ἐκείνους προσελθεῖν πρώτους, καὶ τότε τοὺς ἐξ ἐθνῶν. ἐπειδὴ δὲ ἠπίστησαν, ἀντεστράφη ἡ τάξις. καὶ ἡ ἀπιστία αὐτῶν καὶ τὸ παράπτωμα, πρώτους ἐποίησεν εἰσενεχθῆναι τούτους. διὸ φησὶ, “ τῷ αὐτῶν “ παραπτώματι ἡ σωτηρία ἐν τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι “ αὐτούς.” εἰ δὲ τὸ ἐξ ἀκολουθίας ἐκβὰν ὡς προηγουμένως γεγε-

401
νημένον λέγει, μὴ θαυμάσῃς. βούλεται γὰρ αὐτῶν παραμυθήσασθαι τὰς ψυχὰς πεπληγμένας.

Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. ἦλθε πρὸς αὐτοὺς ὁ Ἰασοῦς. οὐκ ἐδέξαντο αὐτὸν, μυρία θαυματουργοῦντα, ἀλλ’ ἐσταύρωσαν. ἀπεσπάσατο λοιπὸν τὰ ἔθνη, ἵνα ἡ ἐκείνων τιμὴ δάκνουσα αὐτῶν τὴν ἀναισθησίαν, κἂν ἐκ τῆς πρὸς ἑτέρους φιλονεικίας αὐτοὺς πείσῃ προσελθεῖν. ἔδει μὲν γὰρ δεχθῆναι πρῶτον ἐκείνους, καὶ τότε ἡμᾶς. διὸ καὶ ἔλεγε, “ δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ “ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.” ἐπειδὴ δὲ οἱ ὕστεροι πρῶτοι γεγόναμεν. εἶδες τοίνυν, πόσην αὐτοῖς κἀντεῦθεν συνάγει τιμήν; μίαν μὲν ὅτι τότε, φησὶν, ἡμᾶς κληθῆναι, ὅτε αὐτοὶ οὐκ ἠθέλησαν. δευτέραν δὲ, ὅτι διὰ τοῦτο φησὶ κληθῆναι, οὐχ ἵνα ἡμεῖς σωθῶμεν μόνον, ἀλλ’ ἵνα καὶ ἐκεῖνοι διὰ τῆς ἡμετέρας σωτηρίας ζηλώσαντες, βελτίους γένωνται. τι οὖν φησίν; εἰ μὴ διὰ τοὺς Ἰουδαίους, οὐκ ἂν ἐκλήθημεν καὶ ἐσώθημεν, οὐκ ἃν πρὸ ἐκείνων, ἀλλ’ ἐν τῇ προσηκούσῃ τάξει. διὸ καὶ ὅτε τοῖς μαθηταῖς ἔλεγεν, οὐκ εἶπεν ἁπλῶς, “ πορεύεσθε πρὸς τὰ “ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ,” ἀλλὰ “πορεύεσθε “ πρὸς τὰ πρόβατα.” δεικνὺς ὅτι καὶ πρὸς ἐκεῖνα δεῖ μετὰ ταῦτα ἀπελθεῖν.

Γενναδίου. Καταγωνισάμενος οὖν ἱκανῶς τὴν τῶν Ἰουδαίων μερίδα, τετυφωμένων εἰκῆ διὰ τὸν νόμον, καὶ αὐτῶν σφάλμα διόλου τὴν αὐτῶν δείξας ἀποβολὴν, καὶ οὐ τοῦ κηρύγματος. ἵνα μὴ η αὐτοὶ πέρι ἑαυτῶν, η καὶ οἱ πεπιστευκότες πέρι ἀυτῶν, ὡς περὶ παντάπασιν ἀπολωλότων ἔχοντες τέλεον ἀπογνῶσιν, επήγαγε, “ λέγω οὖν, μὴ, ἀπώσατο ὁ Θεός; μὴ, ἔπταισαν ἵνα πέσωσιν ” ἆρ’ οὖν τὴν ἁμαρτίαν αὐτῶν ἀνίατον εἰς τὸ παντελὲς εἶναι φημί; τὸ γὰρ “ ἵνα,” κἀνταῦθα, κατὰ τὸ σύνηθες λέγει. “ μὴ γένοιτο.” τοὐναντίον γὰρ τούτων πταισάντων προσεκλήθη. ὡς ἃν εἰς τὸν πρὸς αὐτοὺς ζῆλον ταύτῃ ἐρεθισθέντες, μὴ ἐναπομείνοιεν εἰς τὸ διηνεκὲς ἐν τῳ πτώματι.

Θεοδωρήτου. Τοῖς Ἰουδαίοις γὰρ πρώτοις οἱ ἐξ αὐτῶν πεπιστευκότες, προσήνεγκαν τὸ σωτήριον κήρυγμα. ἀντειπόντων δὲ τούτων, καὶ τὴν διδασκαλίαν οὐ δεξαμένων, τοῖς ἔθνεσι τὸ θεῖον προσήνεγκαν εὐαγγέλιον. οἱ δὲ, πιστεύσαντες, τῆς σωτηρίας ἀπή-

402
λαυσαν. ἱκανὸν δὲ τοῦτο παρακνίσαι τῶν Ἰουδαίων τοὺς ἀντιλέγοντας, καὶ εἰς ζῆλον ἐρεθίσαι καὶ προξενῆσαι τῆς σωτηρίας τὴν μετουσίαν. ὁρῶσι γὰρ τοὺς ἐσχάτους πρώτους γεγενημένους.

Φωτίου. Ἐπειδὴ δὲ τῶν προσπταιόντων, οἱ μὲν πταίοντες ὐποσκελίζονται μόνον, οἱ δὲ καὶ καταπίπτουσι, θέλων τοὺς Ἰουδαίους, ἅμα μὲν εἰς τὴν πίστιν προτρέψαι, ἅμα δὲ καὶ παραμυθήσασθαι, φησὶ, ὅτι τὸ πταῖσμα αὐτῶν οὐκ εἰς κατάπτωσιν τελείαν γέγονεν, ἀλλὰ μόνον οἱον ὑπεσκελίσθησαν. καὶ τοῦτο δι’ οἰκονομίαν τινὰ συνεχωρήθη. ἵνα τῷ ἐκείνων παραπτώματι γένηται μὲν ἡ σωτηρία τοῖς ἔθνεσι, γένηται δὲ καὶ αὐτῶν ἐκείνων διόρθωσις, παραζηλούντων καὶ μιμουμένων τοὺς ἐξ ἐθνῶν. ὥστε τὸ προσπταῖσαι αὐτοὺς τρόπον τινὰ εἰς ἀνόρθωσιν συντελεῖ τὴν αὐτῶν. εἴπερ ἐν μὲν τῷ παραπτώματι αὐτῶν ἡ σωτηρία τοῖς ἔθνεσιν· ἐν δὲ τῇ σωτηρίᾳ ἐκείνων ἡ τούτων παραζήλωσις· διὰ δὲ τῆς παραζηλώσεως ἡ τῶν πεπτωκότων ἐπανόρθωσις. τοιαύτη γὰρ ἡ τοῦ Θεοῦ πρόνοια. ἐξ ἀπόρων πόρους παρέχει, καὶ ἐκ τῶν ἐναντίων τὰ χρηστότερα· οἱ μὲν γὰρ Ἰουδαῖοι, ἔπταισαν, ὥστε πεσεῖν καὶ κεῖσθαι, καὶ μήτε ἑαυτοῖς μήτε ἑτέροις χρηστοῦ τινὸς γενέσθαι αἴτιοι. ὁ δὲ Χριστὸς τῷ αὐτῶν παραπτώματι, καὶ εἰς τὴν τῶν ἐθνῶν σωτηρίαν, καὶ εἰς τὴν αὐτῶν ἐκείνων ἐχρήσατο ἐπανόρθωσιν.

Κυρίλλου. Ὡς ἄγαμαί σε τῆς ἐπιεικείας, ὦ θεσπέσιε Παῦλε. μεταχειρίζῃ γὰρ εὐτέχνως τῆς οἰκονομίας τοὺς λόγους. οὐχὶ ταύτης ἕνεκα τῆς αἰτίας κεκλῆσθαι τὰ ἔθνη διατεινόμενος· ἵνα εἰσάπαν ἀποπέσοι τῆς πρὸς Θεὸν ἐλπίδος ὁ Ἰσραὴλ, οἷά τινι λίθῳ περιπταίσας Χριστῷ. ἀλλ’ ἵνα μᾶλλον τοὺς ἀδοκήτως εἰσδεδεγμένους παραζηλοῦντες, μεταμαθεῖν ἕλοιντο τὰ αἰσχίω d. καὶ φρονεῖν ἄμεινον ἣ πρίν· παραδέξαιντό τε οὕτω τὸν λυτρωτήν. παραστήσεται δὲ ὁ λόγος ὡς ἐν βραχεῖ παραδείγματι. παῖδες μὲν γὰρ ἔσθ’ ὅτε μικροὶ τὲ καὶ ἄνηβοι, τὰς τοῖς ἔτι νηπίοις πρεπούσας εἰσδέχονται λύπας. εἶτα πατέρες ἣ μητέρες ἀποδραμόντες βραχὺ, ἀπροφάσιστον μὲν τῶν ὀμμάτων καταχέουσι δάκρυον. λυποῦσι δὲ οὐ μετρίως τοὺς γεγεννηκότας. φέρει γὰρ εἰς τοῦτο, τῆς φυσικῆς φιλοστοργίας ὁ νόμος. καὶ δὴ τῆς μικροψυχίας καὶ εἰ- [*](d Α m. rec. superscript. βελτίω.)

403
καιότητος νηπιοπρεποῦς ἀφιστάντες εὐτέχνως, παιδίον ἁπλῶς τὸ παρατυχὸν ἁρπάζουσι. καὶ τούτῳ προσάγουσι τὰς παρὰ σφῶν τιμάς. παραζηλοῦντες ἐκεῖνο καὶ οἷον κατερεθίζοντες εἰς ὑποστροφὰς, καὶ ἀγάπησιν τὴν ἐφ’ ἑαυτοῖς. τοιοῦτόν τι πεπρᾶχθαι καθάπερ ἐγῷμαι, καὶ ὁ θεσπέσιος ἔφη Παῦλος, ἀπογινώσκειν οὐκ ἐφιεὶς, καίτοι προσκεκρουκότα τὸν Ἰσραήλ.