Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ἀλλὰ λέγω, μὴ οὐκ ἔγνω Ἰσραήλ ; μὴ πρῶτος Μώσης λέγει, Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.

Χρυσοστόμου. Πἀλιν ἑτέραν ἀντίθεσιν εἰσάγει. τί γὰρ εἰ ἤκουσαν μέν, φησιν, οὐκ ἔγνωσαν δὲ τὰ εἰρημένα, οὐ δὲ συνῆκαν ὅτι οὗτοι ἐκεῖνοι ἦσαν οἱ ἀποσταλέντες ; οὐκ ἄξιοι συγγνώμης τῆς ἀγνοίας ἕνεκεν ταύτης; οὐδαμῶς. καὶ γὰρ ὁ Hσαίας ἐχαρακτή- ρισε ταύτην εἰπὼν, “ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων “εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά.” καὶ πρὸ τούτου πάλιν ὁ νομοθέτης αὐτός. ὥστε κἀντεῦθεν ἐχρῆν γνωρίσαι τοὺς κήρυκας, οὐκ ἀφ’ ὧν ἠπίστησαν οὗτοι μόνον, οὐκ ἀφ’ ωτν εἰρήνην ἐκήρυττον ἐκεῖνοι, οὐκ ἀφ’ ωY̔ν τὰ ἀγαθὰ εὐηγγελίζοντο ἐκεῖνα, οὐκ ἀφ’ ὧν πανταχοῦ τῆς οἰκουμένης ὁ λόγος ἐσπείρετο, ἀλλὰ καὶ ἀφ’ ὣν τοὺς καταδεεστέρους αὐτῶν τοὺς ἐξ ἐθνῶν εἶδον ἐν πλείονι ὄντας τιμῇ. ἃ γὰρ μηδέποτε ἤκουσαν οὗτοι, μὴ δὲ τούτων οἱ πρόγονοι, ταῦτα ἐξαίφνης ἐφιλοσόφουν ἐκεῖνοι. ὅπερ ἐπιτεταμένης ἦν τιμῆς, παρακνιζούσης αὐτοὺς, καὶ εἰς ζῆλον ἀγούσης· καὶ εἰς μνήμην τῆς προφητείας Μώσεως, τῆς λεγούσης” παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ “ἔθνει.” οὐ γὰρ δὴ μόνον τὸ μέγεθος τῆς τιμῆς ἱκανὸν ἦν αὐτοὺς εἰς ζῆλον ἐμβαλεῖν, ἀλλὰ καὶ τὸ οὕτως εὐτελὲς εἶναι τὸ ἔθνος τὸ τοσούτων ἀπολαῦσαν, ὡς μὴ δὲ ἔθνος ἄξιον εἶναι λογίζεσθαι. “ἐγὼ “γὰρ παραζηλώσω ὑμᾶς, ἐπ’ οὐκ ἔθνει,” φησὶ, “ἐπὶ ἔθνει ἀσυνέτῳ “παροργιῶ ὑμᾶς.” τι γὰρ Ἑλλήνων ἀσυνετώτερον ἦν; τι δὲ τελέστερον ’, ὁρᾷς πῶς διὰ πάντων γνωρίσματα καὶ σημεῖα σαφῆ τῶν καιρῶν τούτων ἄνωθεν δέδωκεν ὁ Θεὸς αὐτοῖς, ὥστε διανοῖξαι αὐτῶν τὴν πώρωσιν;, ἆρα οὖν Μώσης τοῦτο εἶπε μόνος;, οὐδαμῶς. ἀλλὰ καὶ ‘Hσαίας μετ’ ἐκεῖνον. διὸ καὶ Παῦλος ἔλεγε, “πρῶτος “Μωσῆς,” δεικνὺς ὅτι καὶ δεύτερος ἥξει, τὰ αὐτὰ λέγων, τρανότερον καὶ σαφέστερον.

Θεοδωρήυου. Ἀσυνέτους δὲ ἡμᾶς προσηγόρευσε, τὴν πρὸ τῆς πίστεως ἡμῶν ἀφροσύνην ἐπιδεικνύς. τοῦτο γὰρ καὶ ὁ θεῖος Ἀπό- ἀπόστολος ἔφη, “ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλα-

383
“ νώμενοι, δουλεύοντες ἐπιθυμίᾳ πονηρᾷ.” ταύτῃ διαφερόντως Ἰουδαίους ἠνίασεν ὁ Θεός. οὐδὲ γὰρ οὕτως αὐτοὺς ἀλγύνει ἡ δουλεία, καὶ ἡ διασπορὰ, καὶ ἡ τοῦ ναοῦ ἐρημία, ὡς ἡ τῶν ἐθνῶν εὐσέβειά τε καὶ περιφάνεια. καὶ οὕτω δὲ ἐκλήψῃ τὸ “ ἐπ’ οὐκ “ ἔθνει.” οὐκ ἔθνος ἓν οἱ τῶν Σωτήρι’ Χριστῷ πεπιστευκότες, ἀλλὰ μύρια. καὶ ταύτα ποτε ἀσύνετα ἢν κα ἀνόητα· ὡσπερ τοίνυν ὑμεῖς φησὶν, τὸν ἕνα καταλιπόντες Θεὸν, πολλοὺς ψευδωνύμους προτετιμήκατε, οὕτως ἐγὼ τὸν ἕνα λαὸν ἀπορρίψας, πᾶσι τοῖς ἔθνεσι παρέξω τὴν γνῶσιν. ἀλλ’ ὑμεῖς μὲν τοὺς οὐκ ὄντας τετιμήκατε θεοὺς, καὶ ἀπεφήνατε θεούς. ἐγὼ δὲ τὰ ἀσύνετα ἔθνη θείας ἐμπλήσω σοφίας. ὑμεῖς δὲ ὁρῶντες, τῷ φθόνῳ τακήσεσθε.